← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§19.33-21.12

天体大小与依据月食对地球球形的证明

菲洛波庞通过天文学上的距离与立体体积计算(地月距离与日月距离之比及其立方比),论证恒星与太阳远大于地球;随后以月食时地球阴影呈圆形为依据,用几何学方法证明地球的球形,进而探讨等大球体互相照射时所产生的圆柱形阴影。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#2

καὶ τὸν κύνα δέ φασιν αὐτῆς ὑπάρχειν μείζονα, διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ἀποστήματος μικρὸν οὕτω φαίνεσθαι, ὡς καὶ ἡ τοῦ ἡλίου διάμετρος ποδιαία τις εἶναι σχεδὸν τοῖς ὁρῶσι δοκεῖ, καὶ ταῦτα τῆς ἡλιακῆς σφαίρας πολλῷ κατωτέρω τῆς ἀπλανοῦς ὑπαρχούσης. δείκνυται γάρ, φασί, διὰ τῶν μαθημάτων τοῦ διαστήματος τοῦ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον ἔλαττον μὲν εἶναι ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον.1 ὥστε τὸ ὅλον στερεὸν τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τῆς σελήνης μέχρι τῆς γῆς, ὃν ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν. μετρεῖται γὰρ πᾶν στερεὸν τοῦ μήκους ἐπὶ τὸ πλάτος πολυπλασιασθέντος καὶ τοῦ γενομένου ἀριθμοῦ ἐπὶ τὸ βάθος πάλιν πολυπλασιαζομένου. οἷον ὡς ἐπὶ κύβου, εἰ δύο πήχεων ἡ πλευρὰ εἴη τούτου, δύο ἐπὶ δύο πολυπλασιάζων ποιεῖς τέσσαρα, καὶ τὰ τέσσαρα πάλιν ἐπὶ τὸ βάθος καὶ αὐτὸ δύο πήχεων ὑπάρχον, καὶ γίνεται ὁ κύβος ὅλος ὀκτὼ πήχεων στερεῶν. ἐπεὶ οὖν ἑνός τινός ἐστι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, καὶ τὸ ὅλον αὐτοῦ στερεὸν ἑνὸς ἔσται· ἅπαξ γὰρ ἓν πάλιν γίνεται ἕν, καὶ τοῦτο ἐπὶ τὸ βάθος ἑνὸς ὂν πάλιν ὁμοίως γίνεται ἓν τῷ βάθει. τὸ δὲ ἀπὸ σελήνης μέχρις ἡλίου ἐπειδὴ τοσούτων ἐστὶν εἴκοσιν, εἰκοσάκις τὰ εἴκοσι τετρακόσια γίνεται, καὶ ταῦτα ἐπὶ τὰ εἴκοσι τοῦ βάθους πολυπλασιαζόμενα ποιεῖ τὰ ὀκτακισχίλια. οὔκουν ὃν λόγον ἔχει τὰ ὀκτακισχίλια πρὸς τὸ ἕν, τοῦτον ἔχει τὸν λόγον πρὸς τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς σελήνης τὸ ἀπὸ τῆς σελήνης μέχρι τοῦ ἡλίου. τούτων οὕτως ἐχόντων τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τῆς ἀπλανοῦς εἰς ἄπειρον ἀνάγκη σχεδὸν ἐκτείνεσθαι μέγεθος, ὅπερ διὰ τὴν ὑπερβολὴν οὐδὲ μετρηθῆναι ὑπὸ τῶν ἀστρονομικῶν δεδύνηται μεθόδων. ὅτι δὲ πολλῷ μείζων τῆς γῆς ἐστιν ὁ ἥλιος, ὡς ἂν εἴη δυνατὸν δίχα τῶν μαθηματικῶν μεθόδων, δεικνύειν πειράσομαι. προδεικνύσθω δὲ συντόμως ἡμῖν ὅτι σφαιροειδὲς ἡ γῆ τὸ σχῆμα ἔχει τὸν τρόπον τοῦτον· ἡ νὺξ οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς· ἐν ᾧ γὰρ ἂν μέρει τῆς γῆς τὰς ἀκτῖνας ὁ ἥλιος προσβάλῃ, κατὰ τὸ ἀντικείμενον τοῦ φωτίζοντος μέρος ἡ σκιὰ γίνεται. καὶ τοῦτο καὶ ἐκ τοῦ λυχνιαίου φωτὸς καὶ ἐκ τῆς σκιᾶς τῶν σωμάτων ὁρᾶν πάρεστιν ἐναργῶς. οὐδὲν δὲ σῶμα φωτιζόμενον κυκλοτερῆ πανταχόθεν ποιεῖ τὴν σκιάν, εἰ μὴ τὸ σφαιροειδὲς καὶ μόνον. προσπίπτουσαι γὰρ αἱ ἀκτῖνες τοῦ φωτίζοντος ταῖς τοῦ φωτιζομένου πλευραῖς ὁμοιόσχημον αὐτῷ τὴν σκιὰν ἀποτελοῦσιν. διὸ καὶ κυλίνδρου τὸ φωτιζόμενον, εἰ μὲν ἐκ τῆς βάσεως προσείη τὸ φῶς, κυκλοτερῆ σκιὰν ἀποτελεῖ2 διὰ τὸ κυκλοτερὲς εἶναι τῶν περάτων ἑκάτερον· εἰ δὲ ἐκ τῶν πλαγίων ἐπὶ τὸ μῆκος προσίοι τὸ φῶς τοῦ κυλίνδρου, παραλληλόγραμμον ποιεῖ τὴν σκιὰν ὑπὸ παραλλήλων εὐθειῶν περιγραφομένην· κατὰ μίαν γὰρ εὐθεῖαν τοῦ κυλίνδρου προσπιπτουσῶν τῶν ἀκτίνων ἁπασῶν, ἀνάγκη καὶ τὴν ἀντικειμένην τῷ φωτιζομένῳ σκιὰν ὑπ’ εὐθειῶν περιέχεσθαι. μόνον οὖν, ὡς εἴρηται, τὸ σφαιρικὸν σχῆμα κατὰ πᾶν μέρος αὐτοῦ κυκλοτερῆ τὴν σκιὰν ἀποτελεῖ. τοιαύτη δ’ ἐστὶν ἡ ἀπὸ τῆς γῆς ἀποτελουμένη σκιά, διόπερ ἐν ταῖς ἐκλείψεσιν αὐτῆς ἡ σελήνη, ἀφ’ οἱουδήποτε μέρους ἐκλείπειν ἄρξεται, εἴτε ἐκ τοῦ ἀνατολικοῦ εἴτε ἐκ τοῦ δυτικοῦ εἴτε ἐξ ὅτουοὖν ἄλλου, κατὰ κυκλοτερῆ γραμμὴν ἐκλιμπάνουσα φαίνεται, ὡς ὅτε μηνοειδὴς γίνεται, καὶ οὐδαμοῦ κατ’ εὐθεῖαν, οἵα ἐστὶν ἐν τῇ διχοτόμῳ, ὡς πανταχόθεν τῆς σκιᾶς οὔσης κυκλοτεροῦς. οὐδέποτε γάρ, ὡς εἶπον, τὸ γινόμενον αὐτῆς μέρος ἀφώτιστον ἐκ τῆς ἐμπτώσεως τῆς εἰς τὸ σκίασμα τῆς γῆς κατ’ εὐθεῖαν γραμμὴν ἐκ τοῦ πεφωτισμένου τεμνόμενον φαίνεται. δῆλον οὖν ὡς ἡ τὸ σκίασμα ποιοῦσα γῆ σφαιροειδὲς ἔχει τὸ σχῆμα. τούτου δεδειγμένου προειλήφθω κἀκεῖνο ὡς ὅταν σφαῖρα ὑπὸ σφαίρας φωτίζηται, εἰ μὲν ἴση εἴη ἡ φωτιζομένη τῇ φωτιζούσῃ, κυλινδροειδὴς ἡ σκιὰ γίνεται, τῶν ἀκτίνων κατ’ εὐθείας ἀπαρεγκλίτους προσπιπτουσῶν τῷ φωτιζομένῳ, ὡς μήτε συννεύειν προϊούσας μήτε τοὔμπαλιν ὑπτιάζεσθαι· διόπερ κύλινδρος ἡ σκιά.

他们还说天狼星也比地更大,只是由于距离的极度遥远才显得如此微小,正如太阳的直径在观察者看来也差不多只有一尺,而且这还是在太阳天球远低于恒星天的情况下。因为他们说,通过数学学科可以证明,相对于从地心到月亮天球凸面的距离,从该天球延伸到太阳的距离小于二十倍,但大于十九倍。因此,从月亮延伸到太阳的整个立体,相对于从月亮延伸到地的立体,其比例等于八千对一。因为任何立体的测量都是将长乘以宽,再将所得的数乘以高。例如在立方体中,如果其一条边为二肘,二乘以二得到四,四再乘以同样是二肘的高,整个立方体就成为八立方肘。因此,既然从地到月亮的距离为一个单位,它的整个立体也必为一个单位;因为一乘一仍得一,这再乘以作为高的一,在深度上也同样得一。而从月亮到太阳的距离既然是二十个这样的单位,二十乘以二十得四百,这再乘以高的二十便得出八千。由此,八千对一所具有的比例,正是从月亮到太阳的〔立体〕相对于从地心到月亮的〔立体〕所具有的比例。在这些情况属实的前提下,从太阳到恒星天的距离必然延伸到近乎无限的量度,由于其极度的巨大,甚至无法通过天文学的方法来测量。但太阳远大于地这一点,我将尝试在不用数学方法的情况下尽可能予以证明。 首先让我们简要证明地具有球形的外观,其方式如下:夜晚无非是地的阴影;因为无论太阳的光线投射在地的哪一部分,阴影都会产生在照亮者的相反部位。这一点既可以从灯光中也可以从物体的阴影中清晰地看到。然而,任何被照亮的物体,除了球形物体这一种之外,都绝不会从各个方向产生圆形的阴影。因为照亮者的光线落在被照亮者的侧面,便会产生与它同形状的阴影。因此对于被照亮的圆柱体而言,如果光线从底面投来,由于两端各自都是圆形的,它就会产生圆形的阴影;但如果光线从侧面沿圆柱体的长度方向投来,它就会产生由平行直线包围的平行四边形阴影;因为当所有光线都落在圆柱体的一条直线上时,与被照亮者相对的阴影也必然由直线所包围。因此正如前述,只有球体形状才能在其每一个部分都产生圆形的阴影。而由地产生的阴影正是如此;因此在月食中,月亮无论从哪一部分开始亏蚀,无论从东方、西方还是任何其他部分,显现出的亏损边缘都是沿着一条圆弧线,正如它变成蛾眉月时那样,而绝不是沿着直线——像在半弦月时那样——因为阴影从各个方向都是圆形的。正如我说过的,月亮因落入地的阴影而未被照亮的部分,从来不显现为由一条直线与被照亮的部分隔开。因此显而易见,产生阴影的地具有球形的外观。 在这一点被证明之后,还应预先设定:当一个球体被另一个球体照亮时,如果被照亮的球体与照亮的球体相等,阴影就会变成圆柱形,因为光线沿着笔直不偏的直线投射到被照亮者上,既不在前行中向内收敛,也不反向向外发散;因此阴影是一个圆柱体。

语法注2 条
  1. 1.16τοῦ διαστήματος τοῦ ἀπὸ τοῦ κέντρου τῆς γῆς μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον ἔλαττον μὲν εἶναι ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον

    不定式 εἶναι 的逻辑主语是中性分词短语 τὸ ἀπὸ ταύτης μέχρι τοῦ ἡλίου διατεῖνον(从该天球延伸至太阳的距离)。前置的属格短语 τοῦ διαστήματος ... σφαίρας 依附于倍数形容词 εἰκοσαπλάσιον 与 ἐννεακαιδεκαπλάσιον,作为比较属格使用,通过倒装(hyperbaton)被置于主语之前。

  2. 1.16διὸ καὶ κυλίνδρου τὸ φωτιζόμενον, εἰ μὲν ἐκ τῆς βάσεως προσείη τὸ φῶς, κυκλοτερῆ σκιὰν ἀποτελεῖ

    从句的主语是实体化的中性分词 τὸ φωτιζόμενον(被照亮之物),属格 κυλίνδρου 作为表述论题的限制/领属属格(“在被照亮者为圆柱体的情况下”)。主动词 ἀποτελεῖ 由该中性单数主语所支配,并随条件从句中光线投射方向(底面或侧面)的不同而展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:19.33-21.12