- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:1.4-2.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞在《气象论》序言中探讨了哲学的划分、逻辑学的工具性功能以及物理学在观照哲学中的地位,随后阐述了本书的主旨(大气、地下现象与光学假象)、功用、真确性及其在亚里士多德自然学著作序列中的位置。
Εἴρηται μὲν ἤδη καὶ πρότερον ἡμῖν ὡς εἰκότως τὴν εἰς δύο τομὴν ἡ φιλοσοφία δέχεται, εἴς τε τὸ πρακτικὸν καὶ εἰς τὸ θεωρητικόν, διότι καὶ αἱ τῆς ἡμετέρας ψυχῆς δυνάμεις ὑπάρχουσι δύο, ζωτική τε καὶ θεωρητική, ἃς ἡ φιλοσοφία κοσμεῖν ἐθέλει καὶ τελειοῦν, τὴν μὲν δι’ ἀρετῆς, τὴν δὲ διὰ τῆς τῶν ὄντων γνώσεως· τελειοῦται γὰρ ἕκαστον τὸ ἑαυτοῦ τέλος ἀπολαμβάνον δι’ ὃ γέγονεν. ὅθεν καὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἡ φιλοσοφία εἶναι λέγεται· καὶ γὰρ τῶν θείων ἐνεργειῶν αἱ μὲν ἁπάντων εἰσὶ γνωστικαὶ τῶν ὄντων, αἱ δὲ δημιουργικαὶ τούτων καὶ προνοητικαί. τῶν δ’ ἐνεργειῶν ἡμῶν ἑκατέραν, θεωρίαν φημὶ καὶ πρᾶξιν, ὑποδύεταί τις φαυλότης, τὴν μὲν θεωρίαν τὸ ψεῦδος, τὴν δὲ πρᾶξιν ἡ κακία. ἐδέησεν οὖν ὀργάνου τινὸς διαιρετικοῦ τῇ φιλοσοφίᾳ, ἐν μὲν τῇ θεωρίᾳ τοῦ τὸ ψεῦδος διακρίνοντος τῆς ἀληθείας, ἐν δὲ τῇ πράξει τὴν κακίαν τῆς ἀρετῆς,1 ὡς ἀμέλει καὶ τῷ τέκτονι στάθμη τε καὶ κανὼν ἐπινενόηται, δι’ οὗ τὸ εὐθὺ τῶν ξύλων διακρίνει καὶ τὸ καμπύλον. τοῦτο δ’ ἐστὶν ἡ καλουμένη λογικὴ πραγματεία,2 ἣν Ἀριστοτέλης ἐν πλείοσιν ἡμᾶς βιβλίοις ἐδίδαξεν, ἐξ ἧς τὴν ἀποδεικτικὴν ἐπιστήμην ἐπαιδεύθημεν. εἰς τρία δὲ τοῦ θεωρητικοῦ μέρους τῆς φιλοσοφίας διαιρουμένου, εἴς τε τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν, τῶν ἄλλων μᾶλλον τὸ φυσιολογικὸν ὁ φιλόσοφος μετεχειρίσατο ὡς σύστοιχον ἡμῖν καὶ συγγενέστερον, οὗ τὴν διαίρεσιν ἐν ἄλλοις ἀκριβῶς ἐξεθέμην, ὑφ’ ὃ καὶ ἡ προκειμένη τελεῖ πραγματεία. ἣν διεξιέναι μέλλοντες ἀναγκαίως αὐτῆς τὸν σκοπὸν διηγούμεθα πρότερον. βούλεται γὰρ ἡμᾶς ὁ φιλόσοφος ἐν αὐτῇ διδάξαι πάντα τὰ μεταξὺ γῆς τε καὶ οὐρανοῦ συμβαίνοντα πάθη, ἐν ἀέρι φημὶ καὶ τῷ ὑπεκκαύματι, ἐκ τῶν δύο καλουμένων ἀναθυμιάσεων συνιστάμενα, τῆς τε ἀτμιδώδους καὶ τῆς ξηρᾶς, ὧν ἡ μὲν ἐκ τῶν ὑγρῶν, ἡ δὲ ἐκ τῶν ξηρῶν ἀναθυμιᾶται σωμάτων, οἷον περὶ ὑετῶν, χαλάζης, χιόνος,3 βροντῶν, ἀστραπῶν, ἀνέμων, διαττόντων, κεραυνῶν, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, ὧν τὰ μὲν ἐκ θατέρας καὶ μόνης, τὰ δ’ ἐξ ἀμφοῖν ἔχει τὴν γένεσιν· καὶ ὅτι τινὰ μὲν τῶν τοιούτων ὕπαρξιν ἔχει καὶ ἔστιν ἀληθῶς οἷά περ φαίνεται, ὡς τὰ προειρημένα, τὰ δὲ μόνην ἔμφασιν ἔχει καὶ ὄψεων ἀπάτην οὐκ ὄντα καθ’ ὕπαρξιν οἷα φαίνεται, ὡς ἶρις καὶ ἅλως καὶ ῥάβδοι καὶ τὰ παρήλια καὶ εἴ τι τοιοῦτον. ἐπειδὴ δὲ ἐκ τῶν εἰρημένων δύο ἀναθυμιάσεων καὶ ὑπὸ γῆν τινα γίνονται, οἷον σεισμοὶ καὶ μέταλλα καὶ ὑδάτων διαφοραί, τοῖς μετεώροις αὐτὰ συναριθμῶν καὶ περὶ τούτων διδάξει. τὸ δὲ χρήσιμον τῆς πραγματείας παντὶ δῆλον, εἴπερ ἡ γνῶσις τῶν ὄντων χρήσιμος τῇ ψυχῇ κοσμοῦσα ταύτην καὶ εἰς τελείωσιν ἄγουσα τὴν κατὰ φύσιν. ἀλλ’ οὐδὲ τὸ γνήσιον διημφισβήτηται. τὸ προοίμιον γὰρ αὐτὸ τοῦτο διδάξει· τὴν γὰρ συνέχειαν αὐτοῦ καὶ τὴν τάξιν πρὸς τἆλλα ἑαυτοῦ συγγράμματα διδάσκων τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀνακεφαλαιοῦται καὶ δείκνυσιν ὡς ἀκόλουθός ἐστιν ἐκείναις αὕτη καὶ ὡς συνεχὴς ταῖς μετ’ αὐτήν· ἐξ ὧν καὶ τὸ γνήσιον καὶ ἡ τάξις ἐστὶ πρόδηλα. πρώτην μὲν γὰρ εἴληχε τάξιν πασῶν τῶν φυσικῶν αὐτοῦ πραγματειῶν ἡ ἰδικώτερον Φυσικὴ καλουμένη ἀκρόασις, δευτέραν δὲ μετ’ αὐτὴν ἡ Περὶ οὐρανοῦ καὶ τρίτην ἡ Περὶ γενέσεως καὶ φθορᾶς καὶ μετ’ αὐτὴν ἡ προκειμένη· ὧν τὰς αἰτίας τὴν λέξιν ἐξηγούμενοι λέξομεν.
我们此前已经说过,哲学合乎情理地接受二分法,即分为实践的与观照的,因为我们灵魂的能力也是两种,即生命的与观照的,哲学意欲使它们得到修饰与完善,前者通过德性,后者通过对存在者的认识;因为每一事物都是由于获得了它为其而生成的自身目的而得以完善的。因此哲学也被称为“在可能范围内同化于神”;因为在神圣的活动中,一部分认识所有的存在者,另一部分则是对这些存在者的创造与预见。然而在我们的两种活动(即我所说的观照与实践)中,都潜入了一种缺陷:在观照中是虚假,在实践中是恶劣。因此哲学需要某种区分的工具,在观照中是将虚假从真理中区分开来的工具,在实践中则是将恶劣从德性中区分开来的工具;正如对木匠而言也发明了铅垂线和规尺一样,通过它们木匠区分出木料的笔直与弯曲。这就是所谓的逻辑学著作,亚里士多德在多部书中传授给我们,我们也是从中受到了论证科学的训练。然而,在哲学的观照部分被分为三门,即物理学、数学和神学之中,哲学家比其他部分更多地从事物理学部分,因为这与我们处于同等范畴且更为相近;其划分我已在其他著作中予以精确阐述,目下的著作也从属于这一部分。在我们打算探讨该著作之际,必然先要说明它的主旨。因为哲学家希望在其中教导我们天地之间所发生的一切受动——我指的是在空气中以及可燃层中,由所谓湿与干两种发散物构成的受动,其中一种发散物源自潮湿物体,另一种则源自干燥物体——例如关于降雨、冰雹、降雪、雷鸣、闪电、风、流星、雷霆以及所有与这些同类的事物,其中一些仅由其中一种产生,另一些则由两者共同产生;并且指出此类事物中有些具有实存,并且真正地如其显现的那样,如前所述者,而另一些则只有表象和视觉的欺瞒,在实存上并非如其显现的那样,如彩虹、晕轮、光柱、幻日以及任何类似的事物。由于从上述两种发散物中,地下也会产生一些现象,如地震、矿物以及水的多样性,因此他将这些与气象现象一并列入,并将关于它们进行教授。该著作的用处对所有人都是显然的,如果对存在者的认识对于灵魂是有益的,能修饰灵魂并引导它达到依自然的完满。而且其真确性也未曾被争议。因为序言本身就将教示这一点;他在讲明该著作相对于自己其他著作的连续性和次序时,概述了自己的各部自然学著作,并证明本著作是如何紧承前述那些著作,又如何与后继著作相连贯的;从这些论述中,其真确性与次序都是昭然若揭的。因为在他所有的自然学著作中获得第一位次的是特称为《物理学》(自然听谈)的著作,其后占第二位的是《论天》,第三是《论生成与消灭》,其后便是目下的著作;关于这些的缘由,我们将在阐明正文时加以论述。
- 1.0ἐν μὲν τῇ θεωρίᾳ τοῦ τὸ ψεῦδος διακρίνοντος τῆς ἀληθείας, ἐν δὲ τῇ πράξει τὴν κακίαν τῆς ἀρετῆς
属格分词短语 τοῦ... διακρίνοντος 与前文的 ὀργάνου τινὸς διαιρετικοῦ 保持性数格一致,限定该工具的具体功用。在下半句 ἐν δὲ τῇ πράξει 之后,承前省略了分词 τοῦ διακρίνοντος,以此统领对格和属格结构 τὴν κακίαν τῆς ἀρετῆς。
- 1.0οὗ τὴν διαίρεσιν ἐν ἄλλοις ἀκριβῶς ἐξεθέμην, ὑφ’ ὃ καὶ ἡ προκειμένη τελεῖ πραγματεία
中性属格关系代词 οὗ 的先行词是前文的名词短语 τὸ φυσιολογικόν(物理学/自然学部分),修饰 τὴν διαίρεσιν。随后的关系代词 ὑφ’ ὃ 先行词同为 τὸ φυσιολογικόν,属于固定搭配 τελεῖ ὑπό τι(属于某范畴、归于某类之下)支配对格的用法。
- 1.0οἷον περὶ ὑετῶν, χαλάζης, χιόνος
由 οἷον 引导的介词短语 περὶ ὑετῶν... 作为对前文不定式从句(βούλεται... διδάξαι πάντα τὰ... πάθη)中宾语 πάντα τὰ... πάθη 的具体例示性同位语,以 περί + 属格的形式重述了 διδάξαι 的讲授内容。
