← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§18.17-19.33

地球的比例与反驳天球充满火之说

注疏者针对亚里士多德《气象学》339b30的段落,反驳了认为整个天体空间由纯火构成的观点,并通过各地观测到的星辰地平视差以及黄道星座的对称可见性,证明地球相对于恒星天仅相当于一个点的比例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#1

" Ὅσοι δὲ πῦρ καθαρὸν εἶναί φασι τὸ περιέχον καὶ μὴ μόνον τὰ φερόμενα σώματα, τὸν δὲ μεταξὺ γῆς καὶ τῶν ἄστρων ἀέρα, θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο1 τῆς παιδικῆς ταύτης δόξης· λίαν γὰρ ἁπλοῦν τὸ νομίζειν μικρὸν τοῖς μεγέθεσιν εἶναι τῶν φερομένων ἕκαστον, ὅτι φαίνεται θεωροῦσιν ἡμῖν ἐντεῦθεν οὕτως." Ὅτι μὴ ἐκ πυρὸς μόνου συνέστηκε τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἀπλανοῦς, διὰ τῶν ἐν ἀστρονομίᾳ δειχθέντων παρίστησιν. εἰ γάρ τις ἐννοήσειε, φησί, τὴν ὑπερβολὴν τῶν περιεχόντων τὴν γῆν σωμάτων, ῥᾳδίως ἂν συλλογίσαιτο μὴ δύνασθαι πυρὸς ἅπαν εἶναι τὸ περιέχον αὐτήν, ἀσυμμέτρου πρὸς αὐτὴν οὔσης τῆς ὑπερβολῆς τοῦ μεγέθους τῶν περιεχόντων αὐτήν. ὅτι γὰρ βραχυτάτη ἐστὶ καὶ τὸ μηδὲν σχεδὸν πρὸς τὸν ἔσχατον οὐρανόν, δείκνυται2 μὲν διὰ τῶν ἀστρονομικῶν ἐναργῶς μεθόδων, οὐχ ἥκιστα δὲ καὶ ἐκ τοῦ μικρὰ τῆς γῆς διαστήματα μεγάλας ἡμῖν πρὸς τὰ φαινόμενα τὰς διαφορὰς ποιεῖν. οἱ γὰρ ἐν Βυζαντίῳ φέρε τῶν ἀστέρων ἀφανεῖς ἐν Ἀλεξανδρείᾳ φαίνονται, ὡς ὁ καλούμενος Κάνωβος ὑπὸ ποσὶν Ὠρίωνος ὤν, πρὸς αὐτῷ κείμενος τῷ νοτίῳ ὁρίζοντι. λαμπρότατος δ’ ἐστὶ καὶ τοῦ κυνὸς μείζων τε καὶ φανότερος, καὶ ταῦτα περὶ αὐτὸν ὢν τὸν ὁρίζοντα καὶ δι’ ὁμιχλώδους ἀέρος φαινόμενος, ἀλλ’ ὅμως τῇ ὑπερβολῇ τῆς λαμπρότητος ἀμφήριστός ἐστι τῷ κυνί. ἐξ οὗ δῆλον ὡς ἐν Ἑλλάδι ὢν ἠγνόησε τοῦτον ὁ ποιητὴς περὶ τοῦ κυνὸς εἰπὼν “ὅν τε κύν’ Ὠρίωνος ἐπίκλησιν καλέουσι· λαμπρότατος μὲν ὅ γ’ ἐστί.” πάλιν ἡ ἄρκτος ἐν Βυζαντίῳ φαινομένη μετέωρος λίαν, ὡς δοκεῖν σχεδὸν μεσουρανεῖν, ἐν Ἀλεξανδρείᾳ μὲν παραξέει τὸν ὁρίζοντα, ἐν δὲ τῇ Διοσπόλει πολλοὶ ταύτης ἀστέρες δύνουσιν· ὅπερ οὐκ ἂν συνέβαινεν, εἰ μὴ μικρόν τι τὸ τῆς γῆς μέγεθος ἦν. καὶ τί λέγω μέγεθος, ὅτε πρὸς τὴν ὑπερβολὴν τοῦ μεγέθους τῆς ἐξωτάτω σφαίρας σημείου καὶ κέντρου λόγον ἔχουσα δείκνυται πρὸς αὐτήν; ἔστω γὰρ κύκλος ὁ ΑΒΓ, κέντρον δὲ αὐτοῦ τὸ Δ καὶ διάμετρος ἡ ΑΕ. αὕτη πάντως εἰς δύο τὸν κύκλον ἴσα τέμνει ἡμικύκλια. καὶ ἄλλος δὲ κύκλος περὶ τὸ αὐτὸ κέντρον γραφέσθω ἐλάσσων τοῦ ἐκτὸς δηλονότι. ἔστω δὲ ὁ μὲν ἐκτὸς ἡ ἀπλανής, ὁ δὲ ἐντὸς ἡ γῆ † τῇ ἐπιφανείᾳ τῆς γῆς οὔσης. εἰ ἐξ αὐτῆς εὐθεῖαν ἐξαγάγῃς ἐπί τε τὸν ἀνατολικὸν ὁρίζοντα καὶ ἐπὶ τὸν δυτικὸν τὴν ΖΗ, διαιρήσει [καὶ γὰρ] τὴν ἀπλανῆ εἰς δύο τμήματα ἄνισα, ἔλαττον μὲν ἡμικυκλίου τὸ ὑπὲρ γῆν, εἰ τύχοι, ζῳδίων πέντε, μεῖζον δὲ τὸ ὑπὸ γῆν οἷον ἑπτά, ἢ ὅπως ἂν τύχοιεν, τὸ μὲν ὑπὲρ γῆν τὸ ΖΒΗ, τὸ δὲ ὑπὸ γῆν τὸ ΖΓΗ. ἡ μὲν οὖν διὰ τοῦ κέντρου, ἐπειδὴ μηδένα λόγον ἔχει τὸ ἀμερὲς πρὸς τὸ μέγεθος, εἰς δύο ἴσα διεῖλε τὸν ἔξωθεν κύκλον, ἡ δὲ διὰ τῆς ἐπιφανείας τοῦ ἐντὸς ἀχθεῖσα κύκλου εἰς ἄνισα. οὐκοῦν εἰ ἐν λόγῳ τινὶ τὸ μέγεθος ὑπῆρχε τῆς γῆς πρὸς τὴν ἀπλανῆ, πᾶσα ἦν ἀνάγκη ἔλαττον εἶναι ἡμικυκλίου τὸ ὑπὲρ γῆν τοῦ οὐρανοῦ καὶ ὑφ’ ἡμῶν ὁρώμενον. εἰ δὲ ἐν παντὶ καιρῷ ἓξ ὁρῶμεν ἀκριβῶς ζῴδια ὑπὲρ γῆν, δῆλόν ἐστιν ὅτι ὥσπερ οὐδένα λόγον ἔχει τὸ κέντρον πρὸς τὴν ἀπλανῆ, οὕτως οὐδὲ ἡ γῆ πρὸς αὐτὴν ἔχει, καίτοι μεγίστη οὖσα καὶ διὰ τὸ μέγεθος ἤπειρος οἱονεὶ ἄπειρος ὀνομαζομένη, οἷόν ἐστι τὸ “ἤπειρον εἰς ἄπειρον εἰσεπλεύσαμεν”. ὅθεν οὐδὲν ἀποκρύπτει τῆς ἀπλανοῦς, ὡς οὐδὲ τὸ ἀμερὲς σημεῖον· εἰ γὰρ εἶχε λόγον τινὰ τὸ μέγεθος πρὸς τὴν ἀπλανῆ, ἔλαττον τὸ ὑπὲρ γῆν ἡμικυκλίου ὁρᾶν ἐμέλλομεν,3 τοῦ λοιποῦ μορίου τοῦ τὸ ἄνω πληροῦντος ἡμικύκλιον ὑπὸ τοῦ μεγέθους τῆς γῆς καλυπτομένου, οἷόν ἐστιν ἐπὶ τῶν καταγραφέντων κύκλων ἐν μὲν τῷ ἀνατολικῷ ὁρίζοντι τὸ ἀπὸ τοῦ Α ἕως τοῦ Ζ, ἐν δὲ τῷ δυτικῷ τὸ ἀπὸ τοῦ Ε ἕως τοῦ Η. εἰ οὖν τὸ μηδὲν ἡ γῆ πρὸς τὸν ἔξωθέν ἐστιν οὐρανόν, οὐκ εὔλογον τὸ ζητεῖν, εἴ τινων ἀστέρων ἐστὶν ἐλάττων, ἀλλ’ εἴ τινων ὅλως ἐστὶ μείζων. ὁ γοῦν ἥλιος ἑκατονταεβδομηκονταπλασίων αὐτῆς εἶναι δείκνυται παρὰ τοῖς μαθηματικοῖς.

“而那些主张包围的区域是纯粹的火,并且不仅运行的天体如此,地与星辰之间的空气也是如此的人,如果充分考察了如今通过数学学科所证明的事情,或许就会停止这种幼稚的意见;因为仅仅由于我们从这里观察时显得如此,就认为运行的天体每一个在体积上都是微小的,这是极其简单的想法。” 他通过天文学中所展示的事情指出,从地直到恒星天的空间并非仅仅由火构成。他说,因为如果有人考虑到包围地的诸天体的巨大超越性,就会很容易推论出包围它的整个区域不可能是火,因为包围它的天体在体积上的超越性与它是完全不成比例的。因为地相对于最外层的天空是极其微小且几乎等同于无的,这一点不仅通过天文学的方法被清晰地证明,而且尤其是从地上的微小距离使我们所见的现象产生巨大差异这一事实中得以证明。例如,在拜占庭不可见的星辰,在亚历山大里亚却显现出来,正如被称为老人星的星位于猎户座的脚下,紧邻南方的地平线。它是最明亮的,比大犬座天狼星更大且更显目,尽管它正好在地平线附近并通过多雾的空气显现,但其极度的明亮仍使它可以与天狼星相匹敌。由此显而易见,诗人在希腊时并不知晓这颗星,以致关于天狼星说:“人们将其称为猎户座的犬,它确实是最明亮的。”同样,在拜占庭显现得极高以致似乎几乎位于中天的大熊座,在亚历山大里亚则擦过地平线,而在迪奥斯波利斯,该星座的许多星辰甚至落下;若非地的体积微小,这是绝不会发生的。当面对最外层天球体积的巨大超越性,地被证明相对于它具有一个点与中心的比例时,我又何必谈论它的体积呢?因为设有一个圆ΑΒΓ,其中心为Δ,其直径为ΑΕ。这一直径必然将圆分成两个相等的半圆。围绕同一中心再画另一个圆,它显然比外面的圆小。设外面的圆为恒星天,里面的圆为地。如果你从地的表面向东方地平线和西方地平线引一条直线ΖΗ,它就会把恒星天分成两个不相等的部分:地上的部分小于半圆,假定为五个黄道星座,地下的部分则较大,例如七个,或无论如何,地上的部分为ΖΒΗ,地下的部分为ΖΓΗ。因此,穿过中心的那条线,由于无部分者对体积没有任何比例,将外面的圆分成了相等的两半;而穿过内部圆的表面所引的线则将其分成了不相等的部分。因此,如果地的体积相对于恒星天存在任何比例,那么地之上、被我们所见的天空部分必然小于半圆。但如果我们在任何时刻都准确地在地之上看到六个黄道星座,显而易见,正如中心对恒星天没有比例一样,地对它也没有任何比例,尽管地是极大的,并因其体积被称为“大陆”(epeiros),宛如“无边”(apeiros),正如“我们驶入了无边的大陆”这句话。因此,地丝毫没有遮蔽恒星天,正如无部分的点没有遮蔽一样;因为如果它的体积对恒星天具有某种比例,我们所看到的地之上部分本将小于半圆,填满上方半圆的其余部分本将被地的体积所遮蔽,正如在所绘制的圆中,在东方地平线上是从Α到Ζ的部分,在西方地平线上是从Ε到Η的部分。因此,如果地相对于外面的天空等于无,那么去探究它是否比某些星辰更小是不合情理的,而应当探究它究竟是否比某些星辰更大。至少数学家们已经证明,太阳是地的一百七十倍。

语法注3 条
  1. 1.16θεωρήσαντες ἂν τὰ νῦν δεικνύμενα διὰ τῶν μαθημάτων ἱκανῶς ἴσως ἂν ἐπαύσαντο

    修饰主动词 ἐπαύσαντο(不定过去时直陈式)的 ἄν 提前置于句首分词 θεωρήσαντες 之后,并在主动词前再次重复。该分词结构充当与过去事实相反的虚拟条件从句(相当于 εἰ ἐθεώρησαν)。

  2. 1.16καὶ τί λέγω μέγεθος, ὅτε... δείκνυται

    τί λέγω 为深思熟虑虚拟式或直陈式现在时,属修辞性表达:“关于体积我又何必多言呢?”后面的 ὅτε 从句引导表示情况或原因的状语从句(“既然/在此种情况下……”),强调讨论地球绝对大小之无意义。

  3. 1.16ἔλαττον τὸ ὑπὲρ γῆν ἡμικυκλίου ὁρᾶν ἐμέλλομεν

    承接前置与事实相反的条件从句 εἰ γὰρ εἶχε λόγον... 的归结分句。未完成过去时动词 ἔμελλον 与不定式 ὁρᾶν 结合,无需小词 ἄν 即可表达非现实的归结(虚拟式结果)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:18.17-19.33