← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§16.33-18.16

批判意见无限循环说与以太的词源

斐洛庞努斯批判了亚里士多德关于在无始宇宙中相同意见会循环产生无限次的论点,指出这会导致无限持续增加的谬误。随后他考察了以太的词源、有关亚历山大大帝书信的传说,以及柏拉图在《克拉底鲁篇》中关于大洪水后人类如何逐步发展出宇宙论与神学观念的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15

" Οὐ γὰρ δὴ φήσομεν ἅπαξ οὐδὲ δὶς οὐδ’ ὀλιγάκις τὰς αὐτὰς δόξας ἀνακυκλεῖν γινομένας ἐν τοῖς ἀνθρώποις, ἀλλ’ ἀπειράκις." Συμφώνως μὲν τοῦτο τῇ αὐτοῦ δόξῃ γέγραφεν ἄναρχον εἶναι τὸ πᾶν καὶ ἀγένητον ὑποτιθέμενος, οὐκ ᾔσθετο δὲ τοῖς ἑαυτοῦ περιπίπτων δικτύοις. εἰ γὰρ ἀπειράκις διὰ τὸ ἀρχὴν τοῦ εἶναι μὴ ἔχειν τὸν κόσμον αἱ αὐταὶ γίνονται δόξαι, καὶ οὐκ ἀπειράκις μόνον, ἀλλὰ καὶ τοῦ ἀπείρου πολλαπλασιόνως1 τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας ἀνάγκη. οὐ γὰρ μέχρις Ἀριστοτέλους ἀπειράκις αἱ αὐταὶ δόξαι ἀνεκυκλήθησαν, ἀλλὰ καὶ πρὸ αὐτοῦ λίαν χρόνον πολὺν ἀπειράκις ἦσαν ἀνακυκληθεῖσαι· εἰ γὰρ μὴ ἀπειράκις, ἀρχὴν ἔσχε τὸ πᾶν. εἰ δὲ ἔσχεν ἀρχήν, ὁποῖον ἂν χρόνου μόριον τοῦ παρεληλυθότος λάβοις ἀναποδίζων, ἐπ’ ἄπειρον τὰς αὐτὰς ἀνάγκη πάντως ἀπειράκις ἀνακυκληθῆναι μέχρις ἐκείνου δόξας, οὐ μόνον ὅτι ἄναρχος, ἀλλ’ ὅτι καὶ ἀρχὴν ἔσχεν ὁ κόσμος· καὶ οὕτως ὁ ἑκάτερον δοξάζων ὁμοίως ἐκ τοῦ χρόνου τὸ ἀξιόπιστον ἕξει. δεύτερον, εἰ ἄπειρον τὸ παρωχημένον, προστιθεμένων τῶν ἐφεξῆς αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μηδέποτε λήγειν αὐξόμενον τοῦ χρόνου προϊόντος ἐπ’ ἄπειρον. εἰ οὖν καὶ αὐτὸ μόνον τὸ γεγονέναι τὸ ἄπειρον ἀδύνατον, ὡς αὐτὸς ἔδειξε, πολλῷ μᾶλλον ἀδυνατώτερον τοῦ ἀπείρου μεῖζόν τι γίνεσθαι καὶ ἀπειρότερον. εἰ οὖν ἀδύνατον ἀπειράκις τὰς αὐτὰς ἀνακυκλεῖσθαι δόξας, οὐδεὶς δὲ τῶν πρὸ αὐτοῦ τὴν δόξαν φαίνεται ταύτην προϋποθέμενος, πρῶτος ἄρα ταύτης Ἀριστοτέλης κατήρξατο. ὅτι μὲν οὖν ἑαυτῷ περιπέπτωκεν ἐναργῶς ἐδείχθη· διὰ τούτων δ’ ὅμως ὡς ἀρχαιοτέρα ἐστὶ δόξα τὸ ἑτέρας οὐσίας εἶναι τῶν ὑπὸ σελήνην τὸν οὐρανὸν καὶ ὡς ἔστιν ἀίδιος συλλογίσασθαι βούλεται. τοῦτο γὰρ περὶ αὐτοῦ φησιν· οἱ πρὸ ἡμῶν ὑπολαμβάνοντες αἰθέρα τοῦτο τὸ σῶμα προσαγορεύουσιν ἐκ τοῦ ἀεὶ θέειν καὶ παῦλαν τῆς κινήσεως μὴ ἔχειν καὶ θεῖον εἶναι οὕτως αὐτὸν ὀνομάσαντες, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην ἁρμόζει, τὸ ἀεὶ καὶ ἀπαύστως κινεῖσθαι. ταύτης δὲ χρόνῳ, φησί, τῆς δόξης ἀφανισθείσης τὸ ὄνομα μεμένηκεν ἐπ’ ἄλλην σημασίαν, τὸ αἴθειν, ὑπὸ τῶν ὕστερον γενομένων μετενεχθέν, ὡς πῦρ ὄντα τὴν οὐσίαν. οὐ γὰρ μόνον πόλεις τε καὶ ἔθνη, φησίν, ἀρχὰς καὶ τέλη λαμβάνουσιν, ὡς εἰς παντελῆ λήθην ἐκπεσεῖν, ἀλλὰ καὶ δόξαι καὶ τέχναι καὶ ἐπιστῆμαι τοῦτο πάσχουσιν, ἃς συμβαίνει πάλιν ἀνακυκλεῖσθαι τῷ μακρῷ χρόνῳ. καὶ γὰρ ἡ μουσικὴ καὶ ἡ ἀνδριαντοπλαστικὴ καὶ ἕτεραί τινες εὕρηνται μὲν ὑπὸ τῶν πρὸ ἡμῶν, ἠμβλύνθησαν δὲ νῦν καὶ τῷ χρόνῳ πάλιν ἴσως ἀκμάσουσιν· εἰκὸς οὖν καὶ τὰς περὶ τῶν πραγμάτων δόξας τὸ αὐτὸ πάσχειν. λέγουσι δὲ καὶ Ἀλέξανδρον ἐξ Ἰνδῶν Ἀριστοτέλει γράψαι, ὡς ἕτεροί φασιν, ἐκ Βαβυλῶνος ὡς καὶ οἱ ἐνταῦθα σοφοὶ σώματος ἑτέρου φασὶν εἶναι τὸν οὐρανόν. τοῦτο μὲν οὖν ὅπως ἀληθείας ἔχει, λέγειν οὐκ ἔχω· παρ’ Ἕλλησι δὲ τοῦτο φρονῶν φαίνεται τῶν πρὸ Ἀριστοτέλους οὐδείς. ὁ Πλάτων ἐν τῷ Κρατύλῳ περὶ ὀρθότητος ὀνομάτων διαλεγόμενος τὸν αἰθέρα παρὰ τὸ ἀεὶ θεῖν ἠτυμολόγηκε. τοὺς γὰρ μετὰ τὸν κατακλυσμόν φησιν ὑπολειφθέντας ἐν τοῖς ὑψηλοτάτοις διάγειν ὄρεσι καὶ τέως βοσκηματώδη βίον ζῆν καὶ περὶ τὴν συλλογὴν ἐνασχολεῖσθαι καὶ μόνον τῶν τροφῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, ἀνανήψαντας δὲ τῷ χρόνῳ μικρὸν ἐκ τῆς τοῦ κατακλυσμοῦ ταραχῆς εἰς ἔννοιαν ἐλθεῖν τοῦ εἶναί τι τῶν φαινομένων αἴτιον· κατανοήσαντες δὲ τὰ οὐράνια καὶ ἀεὶ ταῦτα κινούμενα βλέποντες αἰθέρα καὶ θεὸν αὐτὰ ὠνόμασαν, τὸ μὲν παρὰ τὸ αἴθειν, τὸ δὲ παρὰ τὸ ἀεὶ θέειν. καὶ ἐπειδὴ τοῦτον μὲν ἑώρων μήτε γινόμενον μήτε φθειρόμενον, τῇ κινήσει δὲ αὐτοῦ τὰ ἐντὸς μεταβάλλοντα, αἴτιον εἶναι τούτων καὶ δημιουργὸν ὑπετόπασαν. εἶτα τοῦ λόγου κατὰ μέρος προϊόντος ἐπὶ τὸ λεπτότερόν τε καὶ ζητητικώτερον καὶ αὐτοῦ λοιπὸν τοῦ οὐρανοῦ τὸ αἴτιον τῆς τοιᾶσδε κινήσεώς τε καὶ διαμονῆς περιεργαζόμενοι ἐπὶ τὴν ἀφανῆ καὶ ἀσώματον μετῆλθον αἰτίαν· μηδὲ γὰρ ἂν διαρκεῖν ἐς ἀεὶ σῶμα ὄντα πεπερασμένον μένειν τε καὶ κινεῖσθαι μὴ ὑπὸ δυνάμεως ἀπείρου συνεχόμενον2 ἀσωμάτου πάντως, οὐχ ὁρωμένης μέν, ἐκ δὲ τῶν ἔργων αὐτῆς νοουμένης· μὴ γὰρ εἶναι δύναμιν ἐν σώμασιν ἄπειρον· καὶ οὕτως ἀνέδραμον ἐπὶ τὴν μίαν τῶν πάντων ἀρχὴν κἀκείνην τῷ ὀνόματι τοῦ τῶν φαινομένων κρείττονος θεῖον ὠνόμασαν.

“因为我们确实不会说,相同的意见在人类之中循环产生仅是一次、两次或少数几次,而是无限次。” 他写下这话是符合他自己的见解的,因为他设定宇宙是无始且非生成的;但他没有察觉到自己正落入他自己所设的网罗中。因为,如果由于世界没有其存在的开端,相同的意见便产生无限次,那么不仅是无限次,而且相同的意见必然要循环无限的倍数次。因为相同的意见不仅直到亚里士多德时代循环了无限次,甚至在远早于他的极久远时期就已经循环了无限次;因为如果不是无限次,宇宙就曾有过一个开端。但即使它曾有过开端,无论你倒退着选取过去时间的哪一部分,直到那个时候,相同的意见全然必然已无限次地循环,不仅关于宇宙是无始的意见如此,关于宇宙曾有开端的意见亦是如此;这样一来,持有这两种意见的人都将同样从时间中获得其可信性。其次,如果过去已逝的时间是无限的,随着后续时间的添加,无限必然增加,并且随着时间向无限行进,增加永不止息。因此,正如他自己所表明的,如果仅仅是无限本身生成都是不可能的,那么产生某种比无限更大且更无限的东西就更是绝不可能了。由此可见,如果相同的意见不可能循环无限次,并且在他之前似乎没有任何人预先假设过这一意见,那么正是亚里士多德第一个开创了这一意见。他显然被自己击败,这一点已经被清楚地证明了。然而通过这些论述,他想要推论出:天空属于与月下之物不同的实质这一意见是更为古老的,并且天空是永恒的。因为他关于这一点说:我们之前的人假定这一物体为以太,由其“永恒奔行”、运动没有止息并且属于神圣事物而如此命名它,而这一点——即永远不停歇地运动——是不适用于任何月下之物的。他说,随着时间的推移,这一意见消逝了,但该名称保留了下来,被后世之人引申用于另一种含义,即“燃烧”,认为其在实质上是火。他说,因为不仅城邦与民族历经开端与终结以致陷入彻底的遗忘,意见、技艺与科学也是如此,它们在漫长的时间中又再次循环。因为音乐、雕塑术以及某些其他技艺固然曾被我们之前的人所发明,但如今却已衰颓,随着时间推移也许会再次繁盛;因此,关于各事物的意见遭遇同样的情况也是合乎情理的。人们还说,亚历山大大帝曾从印度——或如其他人所言,从巴比伦——写信给亚里士多德,说那里的智者也称天空属于另一种物体。关于此事的真相如何,我无法评说;但在希腊人中,在亚里士多德之前似乎没有任何人持这种看法。柏拉图在《克拉底鲁篇》中讨论名称的正确性时,将以太的词源归于“永恒奔行”。他说,在大洪水之后留存下来的人生活在最高的山峰上,暂时过着如牲畜般的生活,仅仅忙于采集食物以及其他维持生存所必需之物;但在漫长岁月中从洪水的混乱中稍得清醒后,他们便产生了一种观念,即在显现的诸现象背后必定有某种原因。他们在考察了天体并看到它们永远运动之后,便将其命名为以太和神,前者源于“燃烧”,后者源于“永恒奔行”。既然他们看到天空既不生成也不毁灭,而是通过其运动改变其内部的诸事物,他们便猜想它是这些事物的原因和工匠。随后,随着理性思维逐步向更精微、更具探究性的方向推进,并在探究天空本身获得这种运动与存续的原因时,他们转向了不可见且非物体的原因。因为一个有限的物体若非被某种全然非物体的无限潜能所维系——这一潜能虽不可见,却能从其作用中被思知——就绝不可能永远保持留存与运动;因为在物体之中并不存在无限的潜能;于是他们追溯到了统摄万物的唯一始原,并以显现诸物中最优异者的名称将其命名为“神圣者”。

语法注2 条
  1. 1.15τοῦ ἀπείρου πολλαπλασιόνως

    τοῦ ἀπείρου 是由表示倍数的副词 πολλαπλασιόνως 所支配的比较属格,意为“无限的倍数倍”或“比无限还要多许多倍”。

  2. 1.15μηδὲ γὰρ ἂν διαρκεῖν ἐς ἀεὶ σῶμα ὄντα πεπερασμένον μένειν τε καὶ κινεῖσθαι μὴ ὑπὸ δυνάμεως ἀπείρου συνεχόμενον

    间接引语中的潜势/非实在条件不定词结构。ἄν 搭配不定词 διαρκεῖν 相当于直接引语中的 ἂν διήρκει(或 ἂν διαρκέσειεν),带有宾格补足语分词 σῶμα ὄντα πεπερασμένον 以及条件分词 μὴ ... συνεχόμενον(“若非被维系”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:16.33-18.16