- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:15.1-16.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德借助天文学定理论证了大地的微小,并提出大地与最外层天之间空间的构成问题。斐洛波诺斯补充了大地的测量史(厄拉托色尼等),纠正了亚历山大关于“最外层星辰”的解释,并批评了亚里士多德关于“以太”词源的论证。
" Ὁ μὲν γὰρ δὴ τῆς γῆς ὄγκος πηλίκος ἄν τις εἴη πρὸς τὰ περιέχοντα μεγέθη, οὐκ ἄδηλον· ἤδη γὰρ ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων ἡμῖν ὅτι πολὺ καὶ τῶν ἄστρων ἐνίων ἐλάσσων ἐστί." Πρὸς μὲν τὸν πάντα οὐρανὸν σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται. καὶ τὴν περίμετρον αὐτῆς εὗρον· δύο γὰρ ἀστέρας μετρίαζον ἀπέχοντας ἀλλήλων διάστημα λαβόντες1 καὶ τὴν ὑποτείνουσαν τούτους γραμμὴν ἐν τῇ γῇ μετρήσαντες πεντακοσίων σταδίων ἔχουσαν ταύτην εὗρον διάστημα· τοῦ μεγίστου δὲ κύκλου εἰς τριακοσίας ἑξήκοντα μοίρας διαιρουμένου ταύτας ἐπὶ τοὺς πεντακοσίους σταδίους πολυπλασιάσαντες δέκα ὀκτὼ μυριάδων σταδίων τὴν πᾶσαν αὐτῆς περίμετρον εὗρον ὑπάρχουσαν, δηλονότι συναπειλημμένου καὶ τοῦ παντὸς ὕδατος συνερρυηκότος ἐν τοῖς αὐτῆς κοιλώμασιν. Ἀρριανὸς δὲ ἐν τῷ Περὶ μετεώρων φησὶν ὡς Ἐρατοσθένης ὁ Κυρηναῖος ἰσχυρίζεται εἴκοσι καὶ πέντε μυριάδας σταδίων ἔχειν τὴν περίμετρον τοῦ μεγίστου τῆς γῆς κύκλου. εὑρεθείσης δὲ τῆς περιμέτρου καὶ ἡ διάμετρος αὐτῆς ἐστιν δήλη· κύκλου γὰρ παντὸς ἡ περίμετρος τριπλασιεφέβδομός ἐστι2 τῆς διαμέτρου. ἐξ ὧν καὶ τὸ στερεὸν αὐτῆς ἅπαν κατείληπται. ἀλλ’ ὅμως τηλικαύτη οὖσα μόνου τοῦ ἡλίου πολλῷ λίαν ἐλάττων ὑπάρχουσα δέδεικται καί τινων ἀστέρων τοῦ κυνός, φασί, καὶ τοῦ Κανώβου καὶ εἴ τινες εἶεν ἕτεροι τοῦ μεγέθους αὐτοῦ, οὐ μὴν ἁπάντων ἐλάττων. τῆς γοῦν σελήνης μείζων φαίνεται· εἰς τὸ σκίασμα γὰρ τῆς γῆς ἐμπίπτει πᾶσα καὶ χρόνον ἐν ταῖς ἐκλείψεσιν ἐν αὐτῷ τινα ποιεῖται, μέχρις ἂν αὐτὸ παραλλάξῃ. εἶπον δὲ ἤδη ὅτι συμπεριείληφε τοῖς κοιλώμασιν ἑαυτῆς τὴν οὐσίαν ὅλην τοῦ ὕδατος· ἀφωρισμένον γὰρ ὕδωρ καὶ καθ’ ἑαυτὸ συνεστὸς ἔξω τοῦ κέντρου οὔτε ἔστιν οὔτε εἶναι τῶν ἐνδεχομένων ἐστί· δεῖται γὰρ στερεμνίου τοῦ συνέχοντος, οὐδὲν δὲ τοιοῦτόν ἐστιν ἕτερον παρὰ τὴν γῆν. ὡς ἓν οὖν τι σῶμα καὶ ὄγκος εἰς τὸ συναμφότερον ἐμετρήθη.
“因为大地的体积与包围它的诸宏大体量相比到底有多大,并非不明确;因为通过天文学的诸定理,我们已经看出它甚至远小于某些星辰。” 已经表明,大地相对于整个天空具有一个点和一个中心的比例。人们也测出了它的周长;因为他们选取了彼此相隔适度距离的两颗恒星,测量了大地上下垂于它们的连线弦长,发现它具有五百斯塔迪昂的距离;既然最大圆被划分为三百六十度,将这些度数乘以五百斯塔迪昂,他们便发现大地的整个周长有一十八万斯塔迪昂,显然汇聚在其各凹处的水之全体也一并包含在内。但阿里安在《气象学》中说,昔兰尼的厄拉托色尼断言大地最大圆的周长有二十五万斯塔迪昂。而一旦求得周长,其直径也是显明的;因为任何圆的周长都是直径的三又七分之一倍。根据这些数据,其全部立体体积也被把握了。但尽管如此巨大,大地已被证明远小于太阳本身,并且小于某些恒星——人们说如大犬座天狼星和老人星,以及若有其他与其大小相当的恒星——当然并非小于所有的星辰。至少它显然大于月球;因为月球在月食时全部落入大地的阴影中,并在其中停留一定时间,直到它越过该阴影。我此前已经说过,大地在自身的凹处包容了水的全部实质;因为独立存在且自立于中心之外的水既不存在,也不属于可能存在的事物之列;因为它需要一个支撑它的坚固承载物,而除大地之外再无此类物体。因此,二者作为一个单一物体和一个单一质量被测量。
"Τὸ δὲ δὴ μεταξὺ τῆς γῆς καὶ τῶν ἐσχάτων ἄστρων πότερον ἕν τι νομιστέον εἶναι σῶμα τὴν φύσιν ἢ πλείω, καὶ εἰ πλείω, πόσα, καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις;" Δήλου φανέντος, φησί, τοῦ ὄγκου τῆς γῆς μετὰ τοῦ συναπειλημμένου ὕδατος, τὸ ἐντεῦθεν μέχρι τῶν ἐσχάτων ἄστρων διάστημα ζητοῦμεν, τίνων πεπλήρωται σωμάτων. ἐσχάτων δὲ ἄστρων ὁ μὲν Ἀλέξανδρος ἀκούει τῶν πρὸς ἡμᾶς ἐσχάτων,3 τουτέστι τῆς σεληνιακῆς σφαίρας. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ περὶ αὐτῶν γὰρ τῶν οὐρανίων ἐζήτησεν, εἴτε ὅλα συνέστηκεν ἐκ πυρὸς εἴτε τὰ ἄστρα μόνα. ἐσχάτων οὖν ἄστρων ἀκουστέον τὸ μέχρι τῆς κυρτῆς ἐπιφανείας τῆς ἀπλανοῦς. τὸ δὲ καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις φησίν, ὡς εἰ πλείω εἴη, ζητητέον μέχρι τίνος ἕκαστον αὐτῶν τοῖς τόποις διώρισται.
“那么在大地与最外层星辰之间的空间,应当认为其在本性上是一个单一的物体还是多个;若是多个,有几个,以及在空间位置上各划分至何处?” 他说,既然大地的质量连同包含于其中的水已显明,我们便探究从那里直到最外层星辰的距离是由何种物体所充满的。亚历山大将“最外层星辰”理解为相对于我们而言最外限的星辰,也就是指月球天球。但这并非真实;因为亚里士多德对天体本身也作了探究,即它们究竟是整体皆由火构成,还是仅星辰如此。因此,“最外层星辰”必须理解为直到恒星天球的凸表面。他说“以及在空间位置上各划分至何处”,意思是若是多个,就必须探究它们各自在空间位置上被划界至何处。
"Ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσηγορίαν, ὃν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι· κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισε, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν,4 καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρ’ ἡμῖν τὸ αὐτό." Εἰπὼν ὡσαύτως πάντα τὸν περὶ τὴν ἄνω φορὰν κόσμον τῶν παρ’ ἡμῖν μὲν εἶναι τὸν αὐτὸν οὐδενί, ἑτέρας δέ τινος οὐσίας τῆς κυκλοφορουμένης, καὶ ὅτι ἡ ὑπόληψις αὕτη καὶ τῶν προτέρων γέγονεν ἀνθρώπων, αὐτό γε τοῦτο διὰ τῶν προκειμένων κατασκευάζειν ἐπιχειρεῖ διὰ τῆς ἑτερότητος τοῦ ὀνόματος αὐτοῦ πρὸς τὰ λοιπά. ἀποδέχεται δὲ καὶ Ἀναξαγόραν οὕτως αὐτὸν ὀνομάζοντα, μέμφεται δὲ ὅτι παρὰ τὸ αἴθειν, τουτέστι καίειν, αἰθέρα καλεῖσθαι νενόμικε· τὰ γὰρ ἄνω, τουτέστι τὰ οὐράνια, πλήρη πυρὸς εἶναι λέγει. καίτοι γε οὐ μόνος αὐτός, ἀλλὰ καὶ Πλάτων ταύτης ἐστὶ τῆς ὑπολήψεως ἐκ πυρὸς μὲν εἶναι τὰ ἄστρα λέγων, τὸν δὲ ὅλον οὐρανὸν ἐκ πλείστου μὲν πυρός, ὀλίγων δὲ τῶν ἄλλων. καὶ Ἡράκλειτος δὲ τῆς τοιαύτης ὑπολήψεως ἦν· οὐδεὶς δὲ τῶν πρὸ Ἀριστοτέλους ἑτέρας οὐσίας εἶναι σώματος τὸν οὐρανὸν εἰρηκὼς φαίνεται. τὴν αὐτῷ οὖν καινοτομηθεῖσαν δόξαν τοῖς πρὸ αὐτοῦ περιτίθησι μάτην. ἔστι δὲ μὴ παρὰ τὸ αἴθειν· καίτοι γε τὰ τῆς ἐτυμολογίας ἐγγίζει μᾶλλον ἐκείνῳ. τοῦτο δὲ πῶς ἕτερον αὐτὸν δείκνυσι τῶν παρ’ ἡμῖν· οὐ γὰρ ἀπὸ τῆς οὐσίας ἡ τοῦ ὀνόματος θέσις, ἀλλ’ ἀπὸ τοῦ ἀεὶ κινεῖσθαι γέγονεν. οὐκ ἀναγκαίως οὖν ἐκ τοῦ ὀνόματος ἕτερον εἶναι τὸν οὐρανὸν τῶν παρ’ ἡμῖν ὑπονοεῖν αὐτοὺς κατεσκεύασε. τὰς δὲ ἀπὸ τῆς κυκλοφορίας ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ διεσκευασμένας ἐπιχειρήσεις αὐτῷ τοῦ πέμπτης εἶναι σωμάτων οὐσίας τὸν οὐρανὸν ἐν ἑτέροις διελευσόμεθα.
“因为所谓的以太获得了古老的称谓,阿那克萨哥拉在我看来似乎认为它与火意指同一事物;因为他说上方区域充满了火,并认为那里的潜能被称为以太,在这点上他固然认为得对;因为古人似乎认为永恒奔行的物体在自然本性上同时也是某种神圣之物,并划定将这种物体命名为以太,因其与我们身边的任何事物都不是同一的。” 同样,在说明了关于上方运行的整个世界与我们身边的任何事物都不是同一的、而是属于作圆周运动的另一种各别的实质,并且这一看法在早期的人类中也已产生之后,他试图通过眼前所设立的论述,借由其名称与其余各物的差异来确立这一事实本身。他也认可阿那克萨哥拉将其如此命名,但责难他认为以太得名于燃烧(aithein),即灼烧;因为阿那克萨哥拉说上方、即天体区域充满了火。然而,不仅他一人,柏拉图也持这种见解,说星辰是由火构成的,整个天空绝大部分由火构成,其余元素仅占少数。赫拉克利特也持有这种见解;而在亚里士多德之前,似乎没有任何人说过天空属于另一种物体的实质。因此,他徒劳地将由他本人所首创的观点强加给了前人。以太并非得名于燃烧;尽管从词源学来看它确实更接近后者。但这一名称又如何表明它不同于我们身边的诸物呢?因为名称的制定并非依据其本质,而是源于其永恒运动。因此,他并未必然地从名称中论证出古人猜想天空不同于我们身边的诸物。至于他在《论天》第一卷中从圆周运动所准备的、用以论证天空属于第五种物体实质的论驳和论证,我们将在其他论述中详加考查。
- 1.12δύο γὰρ ἀστέρας μετρίαζον ἀπέχοντας ἀλλήλων διάστημα λαβόντες
分词 μετρίαζον 用作状语或修饰两星之间的间隔(“相隔适度距离”)。λαβόντες 与 μετρήσαντες 均为伴随主句动词 εὗρον 的环境分词,按顺序表述天文观测与地面测量的步骤。
- 1.12τριπλασιεφέβδομός ἐστι
该复合形容词(τριπλάσιος + ἐπί + ἕβδομος)表示阿基米德圆周率近似值(3又1/7),作为谓词接属格 τῆς διαμέτρου(表比例或比较的属格)。
- 1.13ἐσχάτων δὲ ἄστρων ὁ μὲν Ἀλέξανδρος ἀκούει τῶν πρὸς ἡμᾶς ἐσχάτων
ἀκούει 在此表示“理解/阐释”,以引用的属格短语 ἐσχάτων ἄστρων 为对象,并与表述语属格 τῶν πρὸς ἡμᾶς ἐσχάτων 构成解释关系。后文的 ἐσχάτων οὖν ἄστρων ἀκουστέον τὸ μέχρι... 也是同类构作(非人称动形容词接宾语)。
- 1.14τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν
ἐοίκασιν 的主语是由上下文暗示的古人(与后文的 καὶ διώρισαν 同一主语)。此句反映了将“永恒奔行”(ἀεὶ θέον)与“神圣”(θεῖον)相联系的词源学联想(αἰθήρ < ἀεὶ θεῖν)。τὴν φύσιν 为关系/方面宾格。
