- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:14.1-14.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德就空气的本性与位置提出的疑难(339b2),注释者就充满宇宙空间的诸元素构成提出了详尽的划分法,并梳理了接下来的论证脉络。
" Πρῶτον μὲν οὖν ἀπορήσειεν ἄν τις περὶ τὸν καλούμενον ἀέρα, τίνα τε χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν ἐν τῷ περιέχοντι κόσμῳ τὴν γῆν, καὶ πῶς ἔχει τῇ τάξει πρὸς τὰ ἄλλα τὰ λεγόμενα στοιχεῖα τῶν σωμάτων." Διδάξας καθόλου περὶ τῶν τοῦ κόσμου στοιχείων ὅτι πέντε τὸν ἀριθμόν εἰσιν, ἓν μὲν τὸ τῶν κυκλοφορουμένων, τὰ δὲ λοιπὰ τέσσαρα τῶν ὑπὸ σελήνην, ἐν οἷς πᾶσα γένεσις θεωρεῖται καὶ φθορά (ταῦτα γὰρ εἶπε τὰς ἐξ ἀρχῆς θέσεις, ἃς δεῖ προχείρους ἔχειν πρὶν εἰσβαλεῖν εἰς τὸ προκείμενον), ἀπορίαν τινὰ χρησιμεύουσαν εἰς τὰ λεχθησόμενα προαπορεῖ τε καὶ ἐπιλύεται, ποίων σωμάτων ὁ ἀπὸ γῆς τόπος μέχρι τῆς ἐσχάτης ἐπιφανείας τῆς ἀπλανοῦς πεπλήρωται, πότερον ἑνὸς ἢ πλειόνων, καὶ εἰ πλειόνων, πόσων τε καὶ τίνων καὶ ποίαν ἐχόντων τάξιν πρὸς ἄλληλα. περιεχομένης γὰρ τῆς γῆς ὑπὸ τῶν οὐρανίων καὶ τῆς τοῦ πυρὸς οὐσίας καὶ τοῦ ἀέρος, τῆς δὲ αἰσθήσεως ἡμῶν ἀέρος ἀντιλαμβανομένης καὶ μόνου, ζητήσειεν ἄν τις εἰκότως, τίς ἡ τούτου τοῦ ἀέρος παρὰ τἄλλα φύσις καὶ τίς ἡ πρὸς τὰ λοιπὰ τούτου τάξις καὶ μέχρι τίνος διήκει. καλῶς δὲ εἶπε τὰ λεγόμενα στοιχεῖα· οὐ γάρ ἐστι ταῦτα στοιχεῖα κυρίως, ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἐξ ὧν ἁπλῶν ὄντων συνετέθη ταῦτα. τὸ δὲ τίνα χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν οἶμαι μὴ περὶ τῆς οὐσίας αὐτοῦ τίς ποτέ ἐστι, λέγειν1 (οὐδὲ γὰρ φαίνεται τοῦτο νῦν ζητῶν ἐν τῷ Περὶ γενέσεως ἤδη καὶ φθορᾶς εἰρημένον) ἀλλὰ περὶ τοῦ ποσοῦ τοῦ μεγέθους αὐτοῦ, καὶ μέχρι τίνος ἀφικνεῖται, ὡς τὸ συνεχὲς τῆς διδασκαλίας συμβαίνει. αὐτὸς γὰρ ἤδη τὰ δοκοῦντα περὶ τούτων ἐδίδαξεν, ὡς πέντε μέν εἰσι τοῦ παντὸς κόσμου τὰ στοιχεῖα, καὶ τίς ἡ φύσις αὐτῶν καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα τάξεως· ἐπειδὴ δὲ ἄλλως περὶ αὐτῶν τινες δοξάζουσιν, εὔλογον ἡγεῖται τὰς ἐκείνων πρότερον ὑπονοίας ἐλέγξαι. ἐκ διαιρέσεως δὲ πρόεισιν ὁ λόγος αὐτῷ.2 ὁ μὲν γὰρ τῆς γῆς ὄγκος, φησί, δῆλος ὑπάρχει καὶ τὸ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεῦσαν ὕδωρ, ἐξ ὧν ἁπτομένων εἷς ὄγκος γίνεται ἐξ ἀμφοῖν σφαιροειδὴς τὸ τοῦ παντὸς ἐπέχων μέσον. τὸ δὲ μετὰ τοῦτο λοιπὸν ἕως τοῦ ἐσχάτου οὐρανοῦ ἢ πῦρ εἶναι καὶ μόνον ἀνάγκη ἢ ἀέρα μόνον ἢ ἀμφότερα ἀέρα καὶ πῦρ, ἢ τὸ λειπόμενον καὶ αὐτῷ δοκοῦν ἐξ ἀέρος τε καὶ πυρὸς καὶ τρίτου τινὸς ἑτέρου, τοῦ πέμπτου σώματος. ταύτης οὖν οὕτως ἐχούσης τῆς διαιρέσεως δείξει προϊὼν ὡς οὔτε ἐκ μόνου πυρὸς ἀπὸ τῆς γῆς συνέστηκεν οὔτε ἐξ ἀέρος μόνου οὔτε ἐκ μόνων τῶν δύο πυρὸς καὶ ἀέρος, ἀλλὰ τὸν μὲν ἀέρα καὶ τὴν τοῦ πυρὸς ἐφεξῆς οὐσίαν, πῦρ δὲ τὸ στοιχειῶδές φημι, μέχρι σελήνης διήκειν, τὸ δὲ λοιπὸν διάστημα τὸ μέχρι τῶν ἄστρων, ἐκ τοῦ πέμπτου συνεστηκέναι σώματος. τὰ δὲ καθ’ ἕκαστα τῶν ἀποδείξεων τὴν λέξιν ἐπιόντες εἰσόμεθα.
“因此首先,人们可能会就所谓的空气提出疑难:在包围大地的世界中应当将其本性理解为何物,以及它在秩序上与被称为物体诸元素的其余各物相比处于何种状态。” 在总体上说明了世界的元素在数目上有五种——一种是作圆周运动之物的元素,其余四种是月下区域的元素,在其中观察到一切生成与消灭(因为他说过这些是最初的预设前提,在进入本题之前应当准备在手)——之后,他预先提出并解决了一个对即将论述的内容大有裨益的疑难:从大地直到恒星天球最外表面的空间是由何种物体所充满的,是由一种还是由多种;若是多种,是由多少种、何种物体所充满,并且它们彼此之间具有何种秩序。因为当大地被天体、火的实质以及空气所包围,而我们的感觉却只感知到空气时,人们便自然会探究:这空气相比于其他事物的本性是什么,它相对于其余事物的秩序是什么,以及它延伸到何处。他说“所谓的元素”是恰当的;因为这些严格说来并不是元素,质料与形式才是,它们是单纯的,而这些[物体]是由它们复合而成的。至于“应当将其本性理解为何物”,我认为他并非在谈论其本质究竟是什么(因为他现在显然并未探究这一点,这一点在《论生成和消灭》中已经谈过),而是在谈论其量的大小以及它到达何处,正如其讲授的承接脉络所显明的。因为他本人此前已经讲授了关于这些问题的见解:即整个世界的元素有五种,它们的本性是什么,以及它们彼此之间的秩序如何;但由于某些人对它们持有不同的见解,他认为首先驳斥那些人的臆想是合理的。而他的论证乃是依循划分法进行的。因为他说,大地的质量以及汇聚在其凹处的水是显而易见的,二者相互接触,由二者构成单一的球状质量,占据整个宇宙的中心。在此之后直到最外层天的其余空间,必然要么仅是火,要么仅是空气,要么是空气与火二者,要么是剩余的且由他本人所主张的可能,即由空气、火以及第三种各别的存在——即第五种物体——共同构成。既然这一划分如此确立,他将在后文展示:从大地起始的空间既非仅由火构成,亦非仅由空气构成,亦非仅由火与空气这二者构成;而是空气以及接续其后的火的实质——我指的是元素之火——一直延伸到月球,而通往星辰的其余间隔,则由第五种物体构成。至于各项论证的具体细节,我们将在检阅原文时得知。
- 1.11τὸ δὲ τίνα χρὴ λαβεῖν αὐτοῦ τὴν φύσιν οἶμαι μὴ περὶ τῆς οὐσίας αὐτοῦ τίς ποτέ ἐστι, λέγειν
主句动词为 οἶμαι(“我认为”),不定式 λέγειν 的逻辑主语由上下文确定为亚里士多德。否定词 μή 虽置于介词短语 περὶ τῆς οὐσίας 之前并支配不定式结构,但逻辑上修饰的是讨论的对象(“并非谈论其实质”),而非说话动作本身。
- 1.11ἐκ διαιρέσεως δὲ πρόεισιν ὁ λόγος αὐτῷ
与格 αὐτῷ 作关涉或所属与格(“对他而言,论证……”即“他的论证”)。介词短语 ἐκ διαιρέσεως 指明其论证方式(“依照划分法/穷举分类”)。
