← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§12.38-13.38

生成消灭中的四元素与天体作因

亚里士多德(339a27)指出了月下生成与消灭中的质料因(四元素)与第一作因(天体力量)。斐洛庞奴斯解释了为何元素被称为“在质料形态上”而非严格意义上的第一质料,提及亚历山大将此种天体力量视作“自然”,并阐明诸元素凭借单一的基础质料而相互转化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

" Ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν καὶ τὰ συγγενῆ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γινομένων αἴτια χρὴ νομίζειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον), τὸ δ’ οὕτως αἴτιον, ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν.1" Τίνος ἕνεκεν ἐμνήσθη τῶν πρότερον εἰρημένων ἐν τοῖς Περὶ οὐρανοῦ καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, διδάσκει νῦν· ἵνα δείξῃ, τίς μὲν ἡ τῶν γινομένων καὶ φθειρομένων ἁπάντων ὕλη, ὅτι2 τὰ τέσσαρα στοιχεῖα, τί δὲ τὸ πρώτως ποιητικὸν αἴτιον αὐτῶν, ὅτι τὰ κύκλῳ κινούμενα. τὸ γὰρ ὅθεν ἡ ἀρχὴ τῆς τινων κινήσεως τὸ ποιητικὸν αὐτῶν ἐστιν αἴτιον· δῆλον οὖν ὅτι τὰ αὐτὰ ταῦτα καὶ τῶν ἐν τῷ μετεώρῳ συμβαινόντων παθῶν ἐστιν αἴτια. συγγενῆ δὲ τῷ πυρὶ καὶ τῇ γῇ τὸν ἀέρα φησὶ καὶ τὸ ὕδωρ. περὶ αὐτὸν δὲ λέγει τὸν περὶ τὴν γῆν δηλονότι κόσμον, τουτέστι τὸν ὑπὸ σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστι καὶ φθορά. εἰπὼν δὲ ὡς ἐν ὕλης εἴδει σαφηνίζει τὸ εἰρημένον, ὡς μὴ λίαν ἔτι γνωρίμου τοῦ τῆς ὕλης ὄντος ὀνόματος·3 ὅτι γὰρ ἄν, φησίν, ὑπόκειταί τινι εἰς τὸ καταδέξασθαι παθεῖν ἅπερ ἂν ἐκεῖνο ποιῇ, ὕλην τοῦτο προσαγορεύομεν, ὡς τὸν χαλκὸν ὕλην ὑποκεῖσθαι τῷ ἀνδριαντοποιῷ φαμεν εἰς τὸ ποιῆσαι καὶ ἐνθεῖναι τούτῳ τὸ τοῦ ἀνδριάντος εἶδος· αὐτὸ δὲ τὸ ποιοῦν καλοῦμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸν ἀνδριαντοποιόν. τῶν δὲ φυσικῶν τὸ πρῶτον αἴτιόν ἐστιν ὡς ἐν σώμασι τὰ κύκλῳ κινούμενα καὶ ἡ ἀπ’ αὐτῶν ἐγγινομένη δύναμις εἰς τὰ γειτνιάζοντα σώματα καὶ τούτων ἁπτόμενα. ταύτην δὲ τὴν δύναμιν, φησὶν ὁ Ἀλέξανδρος, εὐλόγως ἄν τις ὀνομάζοι φύσιν, αἰτίαν οὖσαν πάντων τῶν φύσει καὶ κατὰ φύσιν γίνεσθαι πιστευομένων. τὸ δὲ ὡς ἐν ὕλης εἴδει φησίν, ὅτι ἡ κυρίως ὕλη ἐστὶ τὸ εἰς ὃ ἔσχατον ἀναλύεται τὰ σώματα, ὃ καὶ ἀμετάβλητόν ἐστι, τὰ δὲ στοιχεῖα μεταβάλλει εἰς ἄλληλα. μετὰ δὲ ταῦτα πάλιν ἀναλαμβάνει τὰ πρότερον εἰρημένα περὶ τῶν τεσσάρων στοιχείων, ὡς ἐξ ἀλλήλων ἔχει τὴν γένεσιν καὶ ἐν ἑκάστῳ δυνάμει ἐστὶ τὰ λοιπὰ τρία, μιᾶς αὐτοῖς ὑποκειμένης ὕλης· οὐ γὰρ ἂν εἰς ἄλληλα μετέβαλλον μὴ οὕτως ἔχοντα. καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἴσα ποιεῖται τὴν εἰς ἄλληλα μεταβολήν, οἷον χαλκοῦς ἵππος εἰ εἰς ἀνδρείκελον μεταβάλοι σχῆμα, μίαν καὶ τὴν αὐτὴν ὕλην τὸν χαλκὸν ἔχουσιν ὑποκείμενον. ὁμοίως καὶ ἐπὶ τῶν ἐκ χρυσοῦ συνεστώτων καὶ κηροῦ καὶ τῶν τοιούτων· τὸ γὰρ χρυσοῦν πινάκιον γένοιτ’ ἂν ξέστης χρυσοῦς καὶ οὗτος εἰς κρατῆρα μεταβάλοι, καὶ ὁ κήρινος κύβος γένοιτ’ ἂν κηρίνη σφαῖρα. τὸ δὲ εἰς ὃ ἀναλύεται ἔσχατόν φησι, διότι τὸ ζῷον φέρε πρῶτον ἀναλύεται εἰς τὰ ὁμοιομερῆ, καὶ ταῦτα πάλιν εἰς τοὺς τέσσαρας χυμούς, τὰ δὲ στοιχεῖα εἰς ἔσχατον τὴν ὕλην καὶ τὸ εἶδος. τούτων δὲ ἡμᾶς ὑπέμνησεν, ἵνα τὴν μνήμην αὐτῶν ἔναυλον ἔχοντες τοῖς λεχθησομένοις ῥᾷον δυναίμεθα παρακολουθεῖν.

“因此,关于环绕它的区域中所发生的事情,应当把火与土以及与这些同类的东西,视为在质料形态上生成诸物的原因(因为受动的基础主体我们乃是以这种方式称呼的);而作为运动开端由此而起这一意义上的原因,则应当把始终运动之物的力量归为原因。” 他为何提及此前在《论天》与《论生成和消灭》中所说的话,他现在予以说明:为了指明凡生成和消灭之物的质料是什么(即四元素),以及它们的原初作因是什么(即作圆周运动之物)。因为某些事物运动开端由此而起者,乃是它们的作因;由此明了,正是这同样的一些东西,亦是发生在高空中的受动诸现象的原因。他所说的与火和土同类的东西,是指空气与水。而“环绕它”,他显然指的是环绕大地的世界,即月下世界,在其中存在着一切生成与消灭。在说了“在质料形态上”之后,他阐明了所言之意,仿佛“质料”这一名称尚未十分为人所熟知;因为他说,无论何物为了承受彼者所造之作用而作为基础服从于某物,我们便将此物称作质料,正如我们说青铜乃是服从于雕塑家的质料,用以造成并将雕像的形态灌注于其中;而造成者本身,即雕塑家,我们则称作“运动开端由此而起者”。而在自然事物中,在物体之中作为第一原因的,乃是作圆周运动之物,以及从它们产生而进入邻接并接触它们的物体之中的力量。亚历山大说,人们完全有理由把这种力量命名为“自然”,因为它是被确信依自然且循自然而生成的一切事物的原因。他说“在质料形态上”,是因为严格意义上的质料乃是物体最终分解归于之物,它亦是不可变的,而诸元素则彼此相互转化。在这些之后,他又重新提起此前关于四元素所说的话,即它们如何由彼此而生成,其余三种元素如何潜在地存在于每一种元素之中,因有单一的质料作为它们的基础;因为若非如此,它们便不可能彼此转化。事实上,在其他事物上,彼此之间的转化亦是同样进行的:例如,若青铜马在形状上转化为人形雕像,它们具有青铜作为单一且同一的基础质料。在由金、蜡及此类物质构成的事物上亦同样如此:金碟可以变成金壶,金壶又可转化为调酒缸,蜡立方体亦可变成蜡球。而[注释者]说“最终分解归于之物”,是因为例如动物首先被分解为同质部分,这些部分又分解为四种体液,而诸元素则最终分解为质料与形式。他之所以向我们提醒这些,是为了使我们对它们的记忆保持鲜活,从而能够更轻松地跟上即将论述的内容。

语法注3 条
  1. 1.10τὸ δ’ οὕτως αἴτιον, ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν

    动词性形容词 αἰτιατέον 支配宾格宾语 τὴν ... δύναμιν(“应当将……的力量归为原因”)。句首的 τὸ δ’ οὕτως αἴτιον 及其关系从句 ὅθεν... 与前面的 πῦρ μὲν καὶ γῆν ... αἴτια χρὴ νομίζειν 构成对比,作为话题性的宾格(或主格)置于句首,统摄全句结构:“至于运动开端由此而起这一意义上的原因,则应当把始终运动之物的力量归为原因”。

  2. 1.10τὸ δὲ ὡς ἐν ὕλης εἴδει φησίν, ὅτι

    短语 τὸ δὲ ὡς ἐν ὕλης εἴδει 引用了亚里士多德的词句作为宾语性质的短语(“至于他说‘在质料形态上’……”),后面的 ὅτι 从句则充当说明性从句,解释其使用该限定表达的原因。

  3. 1.10ὡς μὴ λίαν ἔτι γνωρίμου τοῦ τῆς ὕλης ὄντος ὀνόματος

    此为带有 ὡς 的属格独立结构(τοῦ ... ὀνόματος 为逻辑主语,ὄντος 为分词),表示说话者(亚里士多德)的主观动机或假定理由(“仿佛‘质料’一词尚未十分为人所熟知”),用作副词性成分修饰主动词 σαφηνίζει。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:12.38-13.38