← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§123.27-124.38

依低空云与巨雹反驳阿那克萨戈拉说

亚里士多德举出紧贴地面伴有巨响移动的云以及由此产生的巨大且非球形的雹等现象,论证了冻结发生在近地面而非高空,以此驳斥阿那克萨戈拉的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.106

" Ἔτι δὲ πολλάκις ὦπται νέφη φερόμενα σὺν ψόφῳ πολλῷ παρ’ αὐτὴν τὴν γῆν, ὥστε φοβερὸν εἶναι τοῖς ἀκούουσι καὶ ὁρῶσιν ὡς ἐσομένου τινὸς μείζονος.1 ὁτὲ δὲ καὶ ἄνευ ψόφου τοιούτων ὀφθέντων νεφῶν χάλαζα γίνεται πολλὴ καὶ τὸ μέγεθος ἄπιστος, καὶ τοῖς σχήμασιν οὐ στρογγύλη, διὰ τὸ μὴ πολὺν χρόνον γίνεσθαι τὴν φορὰν αὐτῆς ὡς πλησίον τῆς γῆς γενομένης τῆς πήξεως." Καὶ ταῦτα πρὸς ἔνδειξιν τοῦ μὴ πόρρω τῆς γῆς, ὡς Ἀναξαγόρᾳ δοκεῖ, τὴν χάλαζαν γίνεσθαι. ὤφθη γάρ, φησί, πολλάκις περιγειότατα νέφη μετὰ πολλοῦ κτύπου φερόμενα, δηλονότι βροντῶν ἐξαισίων γινομένων, ὡς ἐκδειματῶσαι τοὺς ἀκούοντας καὶ ἐλπίδας ὑποθεῖναι διὰ τὸ δέος ὡς χαλεπῶν τινων ἐσομένων. καὶ χωρὶς δὲ κτύπου τῶν τοιούτων νεφῶν ὀφθέντων περὶ τὴν γῆν ἐπηκολούθησεν εὐθέως χάλαζα τηλικαύτη τὸ μέγεθος, ὡς ἄπιστον εἶναι τοῖς ἀκούουσι, καὶ τὸ σχῆμα ταύτης οὐ στρογγύλον. ταῦτα δὲ πάντα σημεῖα τοῦ πλησίον τῆς γῆς αὐτὴν συστῆναι· ὁ γὰρ πολὺς κτύπος τὴν ἐγγύτητα σημαίνει τοῦ νέφους. πόρρωθεν γὰρ τῆς πρώτης γινομένης πληγῆς καὶ τῆς διαδόσεως κατὰ μέρος φερομένης πρὸς ἡμᾶς ἐκλύεται τῷ διαστήματι τὸ μέγεθος τοῦ ψόφου, ὡς καὶ τῶν ὁρατῶν ἡ ἀντίληψις διὰ πολλοῦ γινομένη τοῦ μεταξὺ διαφανοῦς ἀμβλύνεται προϊοῦσα· οὔτε γὰρ τὸ διαφανὲς ἐπὶ πολὺ διαβιβάζειν τὰ χρώματα δύναται οὔτε τὸ διηχὲς τοὺς ψόφους. καὶ τὸ μέγεθος δὲ καὶ τὸ μὴ στρογγύλον ἔχειν τὸ σχῆμα τὴν περὶ τὴν γῆν αὐτῆς σημαίνει γένεσιν. ῥᾳδία γὰρ αὐτῆς ἡ διάλυσις, ἅτε δὴ καὶ θερμοτέρου τοῦ καιροῦ ἢ τῆς χώρας οὔσης· εἰ μὲν οὖν πόρρωθεν φέροιτο, εἰκὸς αὐτῆς τινα μέρη τὰ ἐξέχοντα παραναλίσκεσθαι, καὶ τῆς ἐξ ἀρχῆς συστάσεως ἐλάττονα γίνεσθαι, ἐξ ὀλίγου δὲ τοῦ διαστήματος ἄθραυστος μένουσα μείζων φαίνεται. τὸ αὐτὸ καὶ τοῦ μὴ στρογγύλην ὑπάρχειν αἴτιόν ἐστι. πόρρωθεν γὰρ πολλὴν ὁδὸν διανύουσα, τῶν ἄκρων αὐτῆς τῇ πρὸς τὸν ἀέρα τρίψει θραυομένων, σφαιροῦται ὡς ὁ ἐξ ὄρους κορυφῆς ὠθούμενος ὑφ’ ὁτουοῦν λίθος καὶ τῇ φορᾷ τὰ ἄκρα πάντοθεν περιθραυσθεὶς καὶ γενόμενος καθ’ Ὅμηρον ὀλοοίτροχος,2 καὶ οἱ ἐν θαλάσσῃ ταῖς παλιρροίαις φερόμενοι λίθοι· ἐξ ὀλίγου δὲ κινηθεῖσα μένει ἀπαθὴς ὡς συνέστη τὴν ἀρχήν, μὴ γενομένη περιφερής. καὶ αὕτη δὲ τῆς ὄψεως ἡμῶν ἡ ἀντίληψις κρίνειν τὰ περιγειότερα τῶν νεφῶν οὐκ ἀδύνατος, ὅτε καὶ τούτων ἄλλα ἄλλοις τὰ μὲν ἐπικείμενα, τὰ δὲ ὑποτρέχοντα φαίνεται, ἀλλ’ οὐχ ὥσπερ ἐκεῖνοί φασιν.

“此外,人们屡次看见云伴随着巨大的声响紧贴着大地本身运行,以至于对听者和见者而言是可怕的,仿佛某种更大的[灾祸]即将发生。有时甚至在没有声响的情况下,当这类云被看见时,也会产生大量且大小令人难以置信、在形状上也不是圆形的雹,这是由于它的降落时间不长,因为冻结发生在大地附近。” 这些也是为了指明,雹并非如阿那克萨戈拉所认为的那样在远离大地的地方产生。因为他说,人们屡次看见极其靠近大地的云伴随着巨大的撞击声运行——显然伴随着异常剧烈的雷暴发生——以至于使听者陷入惊骇,并因恐惧而怀有仿佛某种可怕之事即将发生的预期。而且即使没有撞击声,当这类云在大地周围被看见时,也随即伴随着如此巨大以致听闻者难以置信、且形状并非圆形的雹。所有这些都是它在大地附近凝聚的迹象;因为巨大的撞击声表明云的邻近。因为当最初的撞击发生在远处,且其传播逐部分地传到我们这里时,声响的大小因距离而消散,正如对可见物的感知如果穿过大量居间的透明介质而发生,随着行进而变得迟钝一样;因为透明介质既不能将颜色远距离传递,传声介质也不能将声响远距离传递。而且具有巨大的体积和非圆形的形状,也表明它是在大地周围生成的。因为它的融化是容易的,特别是由于时令或地区较为温暖;因此,如果是从远处运移而来,其突出的某些部分自然会在途中损耗,变得小于最初凝聚时的状态,但由于距离很短,它保持不破碎,显得更大。这也是它不是圆形的原因。因为若从远处穿过漫长的路程,其边缘因与空气的摩擦而破碎,它就会变得球圆,就像任何人从山顶推下的石头,因降落而各处的边缘被碰碎,并成为荷马所谓的‘滚圆巨石’,又像海中被潮汐运移的石头一样;但若只移动了很短的距离,它就保持如最初凝聚时的状态而不受损,没有变成圆球状。而且我们视力的感知在辨别更靠近大地的云时并非不可能,既然甚至能看到这些云中有的覆盖在另一些之上,有的在下方穿过,但并非如那些人所说的那样。

§1.107

"Ἀλλὰ μὴν ἀναγκαῖον ὑπὸ τοῦ μάλιστα αἰτίου τῆς πήξεως μεγίστας γίνεσθαι χαλάζας." Ἐδείχθη διὰ τῶν εἰρημένων ὅτι πλησίον τῆς γῆς ἡ τῆς χαλάζης γίνεται σύστασις καὶ οὐχ, ὡς οἱ περὶ Ἀναξαγόραν, εἰς τὸν ἄνω τόπον. εἰ γὰρ ὁ ἄνω τόπος ὡς ψυχρότερος ἐποίει χάλαζαν, ἐχρῆν ἐκ τοῦ μᾶλλον ἄνω πολλήν τε καὶ μείζονα γίνεσθαι· ὅσῳ γὰρ τῷ αἰτίῳ καὶ ποιητικῷ τὸ γινόμενον πλησιάζει, τοσούτῳ γίνεται μᾶλλον. νῦν δὲ τοὐναντίον φαίνεται συμβαῖνον· ἐκ γὰρ τῶν περιγειοτέρων πλείους τε καὶ μείζους γίνονται χάλαζαι καὶ οὐ στρογγύλαι, διὰ τὸ μὴ περιθραύεσθαι κατιούσας· τοῦτο δὲ διὰ τὸ μὴ πολλὴν διάστασιν φέρεσθαι. οὕτως ἐλέγξας τὴν Ἀναξαγόρου δόξαν αὐτὸς λοιπὸν τὰ αὑτῷ περὶ τούτων δοκοῦντα διδάσκει.

“然而,由冻结的最大原因产生最大的雹是必然的。” 通过前述诸点已经表明,雹的凝聚发生在大地附近,而不是像阿那克萨戈拉派所说的那样发生在上方区域。因为如果上方区域作为更冷的地方产生了雹,那么它本应当从更高处产生大量且更大的雹;因为生成物越接近原因和能生物,它就越发生成。然而现在看来情况正好相反;因为正是从更靠近大地的云中,产生了数量更多、更大且不是圆形的雹,这是因为它们在下落时周围没有被碰碎;而这是由于它们没有被运移很长的距离。在如此驳斥了阿那克萨戈拉的学说之后,他在余下的部分中阐明了自己关于这些问题的见解。

语法注2 条
  1. 1.106ὡς ἐσομένου τινὸς μείζονος

    连词 ὡς 与属格独立结构(ἐσομένου τινὸς μείζονος)连用,表示目击者和听者主观上的预期或担忧(“仿佛某种更大的灾祸即将发生”),而非客观事实。

  2. 1.106ὡς ὁ ἐξ ὄρους κορυφῆς ὠθούμενος ὑφ’ ὁτουοῦν λίθος καὶ τῇ φορᾷ τὰ ἄκρα πάντοθεν περιθραυσθεὶς καὶ γενόμενος καθ’ Ὅμηρον ὀλοοίτροχος

    在由 ὡς 引导的比喻分句中,主语为主格(ὁ ... λίθος),省略了谓语动词(如 σφαιροῦται,“变圆”)。名词 λίθος 受到现在分词 ὠθούμενος 以及两个并列的过去分词 περιθραυσθείς 和 γενόμενος 的连续修饰,描述了坠落的过程与结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:123.27-124.38