← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§122.29-123.26

蒸气与云的中介性及对阿那克萨戈拉雹说的反驳

斐洛庞诺探讨了水与空气相互转化中关于中介物(蒸气与云)的疑难,论证云只是蒸气的凝聚,并依据极高之处不降雹的事实驳斥了阿那克萨戈拉关于雹之生成的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.104

" Ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δὲ ἐξ ἀέρος εἰς ὕδωρ νέφος." Ἀπορήσειεν ἄν τις εἰκότως ἐν τούτοις, εἰ τὸ ὕδωρ καὶ ὁ ἀὴρ εἰς ἄλληλα μεταβάλλουσι, διὰ τί μὴ τὸ μεταξὺ τούτων ἕν ἐστι καὶ ἡ ὁδὸς 〈ἡ〉 αὐτὴ καὶ μία, ἀλλ’ εἰ μὲν τὸ ὕδωρ1 εἰς ἀέρα μεταβάλλει, διὰ μέσης μεταβάλλει τῆς ἀτμίδος (δεῖν γὰρ αὐτό φησι πρότερον λεπτυνόμενον ἀτμίδα γενέσθαι, εἶθ’ οὕτως ἐκ ταύτης ἀέρα), εἰ δὲ τοὔμπαλιν ὁ ἀὴρ γένοιτο ὕδωρ, οὐκ ἀτμὶς πρότερον ὁ ἀὴρ ἀλλὰ νέφος γίνεται. μίαν γὰρ εἶναι δεῖ τὴν μεταξὺ τῶν ἐναντίων ὁδὸν τῶν μεταχωρούντων εἰς ἄλληλα. οἷον εἰ τὸ θερμὸν εἰς ψυχρὸν μεταβάλοι, οὐκ ἀθρόον ἐκ τοῦ ἄκρως θερμοῦ γίνεται ψυχρόν, ἀλλὰ δεῖ πρῶτον αὐτὸ γενέσθαι χλιαρόν, εἶτα ἐκ τούτου ψυχρὸν εἰλικρινές· ὁμοίως καὶ εἴ τι ψυχρὸν γίνοιτο θερμόν, πρότερον γίνεται χλιαρόν. πάλιν εἰ τὸ λευκὸν καὶ τὸ μέλαν ἀντιμεταβάλλοιεν εἰς ἄλληλα, δεῖ τὸ μεταξὺ τῆς ἑκατέρου μεταβολῆς εἰς θάτερον τὸ αὐτὸ εἶναι χρῶμα, οἷον τὸ φαιόν. καὶ εἰ τὸ ἄνω καὶ τὸ κάτω τοὺς τόπους ἀντιπαραχωροῖεν ἀλλήλοις, διὰ τοῦ μέσου τοὺς ἀλλήλων ἀντιμεταλήψονται τόπους. πῶς οὖν ἐπὶ τῆς εἰς ἄλληλα μεταβολῆς ἀέρος τε καὶ ὕδατος οὐχ ἓν τὸ μεταξύ, ἀλλ’ ὕδωρ μὲν εἰς ἀέρα μεταβάλλον διὰ μέσης ἀτμίδος, ἀλλὰ διὰ νέφους μέσου γίνεται ὕδωρ; πρὸς ταῦτα τοίνυν ἐροῦμεν ὡς καὶ ἡ ἐξ ἀέρος εἰς ὕδωρ μεταβολὴ πρῶτον ἀτμίδα ποιεῖ παχυνομένου τοῦ ἀέρος μετρίως, καὶ ἡ ἀτμὶς ἐπὶ πλεῖον παχυνομένη γίνεται ὕδωρ, τὸ δὲ νέφος οὐχ ἑτέρας οὐσίας ἐστὶ γένεσις, ἀλλὰ πολλῆς ἀτμίδος σύγκρισίς τε καὶ σύστασις. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς ἡ γενομένη ἀτμὶς εἰς νέφος συγκρίνεται πρότερον, ἀλλ’ εὐθὺς ἐξαεροῦται λεπτυνομένη; φημὶ τοίνυν ὡς ἡ ἐξ ὕδατος κάτω γινομένη ἀτμὶς κατὰ βραχὺ γινομένη κάτω μένειν οὐκ ἀνέχεται, ἕως ἂν πολλῆς γενομένης ἀτμίδος ἅπασα συγκριθῇ καὶ γένηται νέφος, ἀλλ’ εὐθέως μετεωρίζεται. * * * " Συμβαίνει δ’ ἐν τοῖς σφόδρα ὑψηλοῖς ἥκιστα γίνεσθαι χάλαζαν· καίτοι ἔδει,2 ὥσπερ καὶ τὴν χιόνα ὁρῶμεν ἐπὶ τοῖς ὑψηλοῖς μάλιστα γινομένην." Ἐντεῦθεν λοιπὸν τῆς Ἀναξαγορείου δόξης ὁ ἔλεγχος, καὶ τέως ὅτι τοῖς φαινομένοις ἡ ὑπόθεσις μάχεται. οὐδὲ γὰρ ἐν τοῖς ὑψηλοτάτοις τόποις ὦπται γινομένη χάλαζα. καίτοι γε εἰ ἠλήθευεν Ἀναξαγόρας, ἐκεῖ μᾶλλον αὐτὴν ἔδει συνίστασθαι, ἔνθα καὶ τὸ νέφος ὠθεῖτο· καὶ γὰρ ἡ χιὼν ἐκ τῶν ὑψηλοτέρων ὀρέων κατιοῦσα φαίνεται. ψευδὴς ἄρα ἡ Ἀναξαγόρου ὑπόθεσις καὶ τοῖς φαινομένοις ἀσύμφωνος.

“来自水的气化是蒸气,而从空气到水的气化则是云。” 人们在此合理地会产生疑难:如果水和空气相互转化,为什么它们之间的中介不是同一个,道路也不是同一条,反而若是水转化为空气,它就通过蒸气这一中介转化(因为他说它必须先被稀薄化而成为蒸气,然后由此成为空气),相反若是空气变成水,空气却并非先成为蒸气,而是成为云?因为在相互转化的对立物之间,道路必须是一条。例如,若热转化为冷,并非从极热一下子变成冷,而是必须先变成温,然后由此变成纯粹的冷;同样,若某种冷变成热,它也先变成温。又如,若白与黑相互转化,那么各自转化为对方之间的颜色必须是同一种,例如灰色。而且若上方与下方相互让出各自的位置,它们必将通过中间来互换彼此的位置。那么,为什么在空气和水的相互转化中,中间物不是一个,而是水转化为空气时通过蒸气这一中介,[空气]变成水却通过云这一中介?对此我们便要说:从空气到水的转化,在空气适度变稠时同样首先产生蒸气,而蒸气进一步变稠则成为水;云并不是另一种实体的生成,而是大量蒸气的结合与凝聚。那么,为什么在从水到空气的转化中,生成的蒸气不也是先结合为云,而是变微薄并立即化为空气?因此我说:在下方由水生成的蒸气由于是逐渐微量生成的,因而不能耐受留在下方,直到生成大量蒸气并全部结合成为云,而是立即升至高空。 * * * “在极高之处反而最少产生雹;然而本应当产生,正如我们看到雪也最多产生在高处一样。” 自此以下是对阿那克萨戈拉观点的驳斥,首先指出该假说与现象相冲突。因为在最高之处根本未曾见过产生雹。然而如果阿那克萨戈拉说的是真话,那么雹本应当更多地在云被推挤到达的地方凝聚;因为雪也被看到是从较高的山脉落下的。因此,阿那克萨戈拉的假说是错误的,且与现象不符。

语法注2 条
  1. 1.104ἀλλ’ ὕδωρ μὲν εἰς ἀέρα μεταβάλλον διὰ μέσης ἀτμίδος, ἀλλὰ διὰ νέφους μέσου γίνεται ὕδωρ

    前半句“ὕδωρ μὲν εἰς ἀέρα μεταβάλλον διὰ μέσης ἀτμίδος”中,与分词 μεταβάλλον 相对的限定动词(即 μεταβάλλει)被省略;而在后半句“ἀλλὰ διὰ νέφους μέσου γίνεται ὕδωρ”中,主语(ὁ ἀήρ)须根据语境补出。这在对照结构(μὲν ... ἀλλὰ ...)中构成了破格句(anacoluthon),理解时须补全前半句的动词并识别后半句主语的转换。

  2. 1.105καίτοι ἔδει

    非人称动词 ἔδει(未完成过去时直陈式)表示与事实相反的应当性或必然性,即“本应当[产生雹](而实际上并未产生)”。此处省略了不定词短语 χάλαζαν γίνεσθαι,须依前文补出。随后的 ὥσπερ 从句则通过雪在高处最易形成这一观察到的事实提供对比性类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:122.29-123.26