- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:125.1-126.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德关于冷热相互反包围原理的论述(348b2),通过地下水与洞穴的温度变化、动物的消化、北方民族的体质以及呼吸时的热气等例证,论证了这种现象是客观的物理事实而非感觉的主观错觉。
" Ἀλλ’ ἐπειδὴ ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις,1 διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις, τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστε ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ, ὁτὲ δὲ χάλαζαν. διὸ καὶ αἱ ψεκάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ γίνεται, ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως." Ἀξίωμά τι προείληφε τῆς αἰτίας τῶν συμβαινόντων ἐπὶ χαλάζης γνώριμόν τε καὶ αὐτῷ πολλάκις εἰρημένον. ἐν γὰρ τοῖς ὑπὸ σελήνην τόποις ἐμπολιτευομένων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, συμβαίνει ταῦτα διὰ τὴν μάχην ἀλλήλοις ἀντιπερίστασθαι· ἅμα γὰρ εἶναι τὰ ἐναντία οὐκ ἐνδέχεται, διόπερ ἀντιπαραχωρεῖν τοὺς τόπους ἀλλήλοις εἰώθασιν. ἐν μὲν γὰρ τῷ θέρει τοῦ περιέχοντος θερμαινομένου τὸ ψυχρὸν εἰς τὸ βάθος τῆς γῆς ὑποχωρεῖ, ὅθεν τὰ σπήλαια καὶ τὸ ἐν βάθει ὕδωρ λίαν ἐστὶ τότε ψυχρά, ἐν χειμῶνι δὲ τοὐναντίον κατεψυγμένου τοῦ περιέχοντος ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ θερμότερα γίνεται. καὶ ὁ σοφώτατος ποιητὴς τοῖς φαινομένοις ὁμολογῶν περὶ τοῦ ἐν βάθει φησὶν ὕδατος “τὸ μέν ποθι δυομένησι θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.” καὶ οὐχ ὡς ἄν τις ὑποτοπήσειε, πρὸς τὴν ἡμετέραν αἴσθησιν ταῦθ’ οὕτως ἔχειν νομίζεται· ὁμοίως γὰρ ἐχόντων ἐκείνων, φαίη τις ἄν, θέρους τε καὶ χειμῶνος, τῷ μὲν θέρει διὰ τὸ λίαν ἡμᾶς ἐκ τοῦ περιέχοντος τεθερμάνθαι ψυχρὰ εἶναι δοκεῖ τὰ ὑπὸ γῆν, ἐν δὲ τῷ χειμῶνι διὰ τὸ λίαν κατεψῦχθαι ἧττον ψυχρὰ εἶναι φαίνεται, ὡς ὁμοίως ἐχόντων ἐκείνων ἐν θέρει τε καὶ ἐν χειμῶνι, ἡμῶν δὲ διὰ τὰ ἐκ τοῦ περιέχοντος ἡμῖν ἐγγινόμενα πάθη περὶ τὴν ἐκείνων πλανωμένων διάκρισιν.2 τί οὖν φαμεν; ὡς ψευδὴς μὲν ἡ τοιαύτη ὑπόνοια, ἀληθὴς δὲ λίαν ἡ ἀντιμετάστασις τοῦ θερμοῦ τε καὶ τοῦ ψυχροῦ. ὁρῶμεν γὰρ ἐν χειμῶνι τὰ σπήλαια καὶ τὰ βαθέα τῶν φρεάτων ἀτμίζοντα φανερῶς, τοῦ ἐν βάθει θερμοῦ τὸ ἐκεῖσε ὑγρὸν ἐξατμίζοντος. πόθεν γὰρ ἡ τῶν ἀτμῶν ἀνάδοσις, εἰ μὴ τὸ ἐναποκεκλεισμένον ἐκεῖ θερμὸν αἴτιον ἦν τοῦ γινομένου. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων θέρους μὲν τὰ ἔνδον ἐστὶ ψυχρά, χειμῶνος δὲ μᾶλλον θερμότερα, διόπερ ἐν θέρει μὲν ἥττονα τροφὴν προσφερόμεθα καὶ βραδύτερον αὐτὴν πέττομεν καὶ πλημμελέστερον, χειμῶνος δὲ καὶ τροφῇ πλείονι χρώμεθα καὶ πέττομεν αὐτὴν κατὰ λόγον. ἐντεῦθεν καὶ τὰ βόρεια σώματα μείζονά τέ ἐστι καὶ ἀκμαιότερα, ἐναποκλειομένου τοῦ ἐμφύτου θερμοῦ διὰ τὴν ἐκ τοῦ ψυχροῦ γινομένην τῆς ἐπιφανείας τοῦ σώματος αὐτῶν πύκνωσιν. καὶ πλείονα τὴν πέψιν τῆς τροφῆς καὶ τὴν πρόσθεσιν ποιοῦντος καὶ τὴν εἰς μέγεθος ἐπίδοσιν.3 ἐν ἀκμῇ μὲν οὖν τῆς ἡλικίας ἐρρωμένα λίαν ἐστίν· ἐπειδὰν δὲ καὶ παρακμάσῃ καὶ ῥέπῃ πρὸς γῆρας, καὶ τὸ ἔμφυτον αὐτῶν διὰ τοῦτο μειωθείη θερμόν, πολλῆς γινομένης παρ’ αὐτοῖς ἐν τῷ χειμῶνι τῆς ψύξεως σβέννυται ῥᾷον, καὶ διὰ τοῦτο ταχέως αὐτῶν καταπίπτει τὰ σώματα καὶ ἀπόλλυται, καὶ καταγηρῶντας λίαν ἐν αὐτοῖς ἐστι σπάνιον εὑρεῖν. ὅθεν καὶ παροιμία τις ἐπιχωριάζει παρ’ ἡμῖν ἐπὶ τῶν οὐκ ἀγαθὸν κτησαμένων τὸ † πέρας “τὰ πρὸς ἐσχάτην Γότθου πεποίηκε”· Γότθους γὰρ τοὺς βορείους πάντας βαρβάρους προσαγορεύειν εἰώθασιν. οὕτω δὲ ἐν χειμῶνι τὸ βάθος ἡμῶν ἐστι θερμότερον, ὥστε καὶ πολλοὺς ἔνδοθεν διὰ τοῦ στόματος ἡμῶν ἐξιόντας τοὺς ἀτμοὺς ὁρῶμεν καὶ ἐκ τῶν διαχωρημάτων καπνὸς ἀναδίδοται πολύς, ὅπερ ἐν θέρει μὴ γίνεται. οὐκοῦν παναληθές ἐστι τὸ ἀντιπερίστασθαι τὸ ψυχρὸν ἀλλήλοις καὶ τὸ θερμόν.
“然而,既然我们看到热与冷相互之间发生反包围——因此在暖和时大地的地下部分是冷的,而在冰冻时则是温暖的——所以必须认为这也发生在上方区域,以至于在较温暖的时节,冷由于周围的热而向内反包围,有时迅速由云产生水,有时产生雹。因此,温暖日子的雨滴也比冬天的雨滴大得多,雨水也更猛烈;因为当雨水更密集时变得更猛烈,而更密集是由于凝缩的迅速。” 他预先设定了关于雹所发生之事的一个原因公理,这一公理既是为人熟知的,也是他常常论述的。因为当冷和热在月下区域共同支配时,由于它们的争斗,必然会导致它们彼此反包围;因为对立物不可能同时存在,所以它们习惯于相互让出位置。因为在夏季,当周围环境变热时,冷退入大地的深处,因此那时的洞穴和深处的水极其寒冷;但在冬季正好相反,当周围环境变冷时,地下的空气和水变得更温热。最智慧的诗人也赞同这些现象,论及深处的水说:“当昴宿星团下沉时它在某处变暖,而在它们升起时又轮换着像水晶一样从凹陷的岩石中喷涌而出”。而且,并不如某人可能怀疑的那样,这些情况只是相对于我们的感觉才被认为如此;因为有人可能会说,虽然那些事物在夏季和冬季处于同样的状态,但由于我们在夏季因周围环境而极度受热,地下之物才显得寒冷,而在冬季由于极度受冷,地下之物才显得较不寒冷,仿佛那些事物在冬夏都处于同样的状态,而我们则是由于周围环境在我们身上产生的情感,而在对它们的辨别上产生了迷误。那么我们该说什么呢?说这种怀疑是虚妄的,而热与冷的相互转换极其真实。因为我们在冬季看到洞穴和深井明显在冒气,深处的热使那里的湿气蒸发。因为如果不是禁闭在其中的热成了所发生之事的原因,蒸汽的散发又是从何而来的呢?不仅如此,在动物身上,夏季体内也是冷的,而冬季则更为温热;因此在夏季我们摄入较少的食物,消化得更慢且更不充分,而在冬季我们享用更多的食物并能正常消化它。由此,北方人的身体也更加庞大强壮,这是由于生来的热因冷所造成的身体表面凝缩而被禁闭在内部,并带来了食物更充分的消化、吸收以及体格的增长。因此,在壮年时期他们极其强健;但每当过了壮年而倾向于衰老,其生来的热因此减少时,由于冬季在他们那里产生严寒,热就更容易被扑灭,身体也因此迅速倒下并衰亡,在他们中间很难发现达到极高寿命的人。因此在我们这里,关于那些没有获得善终的人流传着一句谚语:“他落得了哥特人的极境”;因为人们习惯把所有北方蛮族称为哥特人。而在冬季我们的深处(体内)是如此温热,以至于我们看到许多蒸汽从内部经由我们的口中呼出,排泄物也散发出大量的气雾,这在夏季是不会发生的。因此,冷与热相互发生反包围是完全真实的。
- 1.108ἀντιπερίστασις τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις
与格 τῷ θερμῷ καὶ τῷ ψυχρῷ 是表关涉的与格,指明动名词 ἀντιπερίστασις 的逻辑主语/能事者;而相互代词 ἀλλήλοις 是表示相互关系的与格(“彼此相对”)。
- 1.108ὡς ὁμοίως ἐχόντων ἐκείνων ἐν θέρει τε καὶ ἐν χειμῶνι, ἡμῶν δὲ διὰ τὰ ἐκ τοῦ περιέχοντος ἡμῖν ἐγγινόμενα πάθη περὶ τὴν ἐκείνων πλανωμένων διάκρισιν
连词 ὡς 引导主观假定或设想的论调,统摄了两个并列的属格独立结构(ὁμοίως ἐχόντων ἐκείνων 与 ἡμῶν δὲ ... πλανωμένων)。前者表示地下事物本身的状态,后者描述做出判断的主体的状态。
- 1.108ἐναποκλειομένου τοῦ ἐμφύτου θερμοῦ ... καὶ πλείονα τὴν πέψιν τῆς τροφῆς καὶ τὴν πρόσθεσιν ποιοῦντος καὶ τὴν εἰς μέγεθος ἐπίδοσιν
在属格绝对结构中,介词短语 διὰ τὴν ... πύκνωσιν 插入表原因,而属格分词 ποιοῦντος 与 τοῦ ἐμφύτου θερμοῦ 保持一致作为其主语,并统辖三个宾格宾语(τὴν πέψιν、τὴν πρόσθεσιν 和 τὴν ... ἐπίδοσιν)。
