← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§121.13-122.28

湿气因热蒸发与遇冷凝结的循环

斐洛庞努斯依据亚里士多德的文本,阐明了地表湿气如何受太阳光线及上方热力的作用而蒸发上升,随后由于热的离散(散逸与熄灭)及高空寒冷的环境而重新冷却凝结为水并降回地面的循环过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.103

" Μενούσης δὲ τῆς γῆς1 τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολειπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης2 διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ τῆς γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ καὶ τὸν τόπον, καὶ γίνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ φέρεται πάλιν πρὸς τὴν γῆν." Ἐπειδὴ τὴν τοῦ ἡλίου φορὰν αἰτίαν τῆς γενέσεως καὶ τῆς φθορᾶς εἴρηκε τῶν ἐν τῷ ἀέρι γινομένων παθῶν περὶ ὧν ὁ λόγος, πῶς αἰτία ἐστί, λέγει νῦν. εἰ δὲ ἐν τοῖς ἔμπροσθεν καὶ τὴν γῆν εἶπεν ὑπὸ τῆς θερμότητος διακρινομένην τὴν ξηρὰν γεννᾶν ἀναθυμίασιν, πῶς ἐνταῦθά φησι μενούσης δὲ τῆς γῆς τὸ περὶ αὐτὴν ὕδωρ ἀτμιδούμενον φέρεσθαι ἄνω, ὡς αὐτῆς μὴ διακρινομένης καὶ φερομένης ἄνω; εἰ γὰρ τὸ μενούσης ἀκούσειέ τις κατὰ τὴν ὁλότητα, καὶ τὸ ὕδωρ οὐδὲν ἧττον κατὰ τὴν ὁλότητα μένει τὴν αὑτοῦ. μήποτε οὖν ἐπειδὴ φθάσας ἐδίδαξε περὶ τῶν ἐκ τῆς ξηρᾶς ἀναθυμιάσεως γινομένων παθῶν, νῦν δὲ 〈περὶ〉 τῶν ἀπὸ τῆς ὑγρᾶς μόνης συμβαινόντων διδάξαι βούλεται, διὰ τοῦτο τὴν γῆν ὑπέστειλε τοῦ λόγου. μενούσης οὖν τῆς γῆς ἀκουστέον οἱονεὶ τῷ λόγῳ καὶ ἐν ὑποθέσει νῦν μενούσης ἀμεταβλήτου. τὸ οὖν περὶ τὴν γῆν ὑγρόν, φησίν, ὑπὸ τῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω. πῶς μὲν ἡ ἐκ τῶν ἀκτίνων γίνεται θερμότης, ἐδίδαξεν, ὅτι ὁ ἐναπολαμβανόμενος μεταξὺ τῆς ἀνακλάσεως αὐτῶν ἀὴρ τῇ ἐξ αὐτῶν κινήσει τε καὶ παρατρίψει θερμαίνεται, οἷόν τι πάσχει καὶ ὁ ἐν τοῖς λίθοις, ἐξ ὧν ἅπτουσι τὸ πῦρ, ἐναπολαμβανόμενος ὑπ’ αὐτῶν καὶ τῇ ἐξ αὐτῶν παρατρίψει λεπτυνόμενος, καὶ ὁ μεταξὺ πάλιν τῶν ἀνακλωμένων ἀκτίνων ἐξ ὕδατος ἢ τῶν πυρίων ἢ ἄλλων τινῶν λείων καὶ στεατίνων σωμάτων. ποίαν δὲ ἄλλην ἄνωθεν θερμότητά φησιν ἢ τὴν κατὰ ποιότητα τοῖς ἐφεξῆς σώμασιν ἐξ ἡλίου καὶ τῶν ἄστρων μεταδιδομένην; καὶ γὰρ ἐκ πυρὸς μεταδίδοται θερμότης τοῖς ἐφεξῆς σώμασιν, ὡς ἐπὶ τῶν ἑψομένων πρῶτον τῷ λέβητι, εἶτα ἐκ τούτου τοῖς μετ’ αὐτὸν ὑγροῖς ἢ ξηροῖς, καὶ ἐπὶ τῶν βαλανείων πρῶτον ταῖς πλίνθοις, εἶτα τῷ μετ’ αὐτὰς ἀέρι κἀκ τούτου τοῖς ὑπ’ αὐτοῦ περιεχομένοις σώμασι. τοῦτο δὲ θερμῆς ἄντικρυς οὐσίας τὸν ἥλιον καὶ τὰ ἄστρα δείκνυσι, καὶ διὰ τοῦτο τῆς τοῦ πυρὸς οὐσίας κατὰ Πλάτωνα καὶ οὐ πέμπτης, ὡς Ἀριστοτέλει δοκεῖ, εἰ μή τις ἄνωθεν λέγοι θερμότητα τὴν ἀπὸ τοῦ ὑπεκκαύματος τῷ ἀέρι μεταδιδομένην· καὶ γὰρ ἐξ ὕδατος καὶ γῆς κάτωθεν ψύξεως μεταλαγχάνει. μετὰ οὖν τὸ ἀπενεχθῆναι, φησί, τὴν ἀτμίδα καὶ πόρρω γενέσθαι τῆς γῆς ἀπολιμπάνει αὐτὴν ἡ θερμότης καὶ ψύχεται, ἀπολιμπάνει δὲ κατὰ δύο τρόπους. ἡ μὲν γὰρ αὐτῆς διακρινομένη τῆς συναναφερομένης ὑδατώδους οὐσίας βαρείας οὔσης σκεδάννυται καὶ ἀκωλύτως τῇ ἐμφύτῳ κουφότητι ἐπὶ τὴν ἑαυτῆς ὁλότητα φέρεται τὸ ὑπέκκαυμα, ἡ δὲ ὑπολειπομένη βραχεῖα οὖσα δηλονότι καὶ ἄτονος διὰ τὸ μετεωρισθῆναι πόρρω τῆς γῆς ὡς ἐν ψυχρῷ γινομένη τόπῳ σβέννυται παντελῶς. ὁ γὰρ τόπος ἐκεῖνος, ὡς εἶπεν ἤδη καὶ μετ’ ὀλίγον ἐρεῖ, ψυχρός ἐστιν, εἰς ἀχανὲς τῶν ἀνακλασθεισῶν ἀκτίνων διισταμένων καὶ θερμαίνειν τὸν μεταξὺ ἀέρα πολὺν ὄντα τῇ κινήσει τε καὶ παρατρίψει μηκέτι δυναμένων. καὶ διὰ τὴν ἀπόλειψιν οὖν τοῦ θερμοῦ καὶ διὰ τὸν τόπον ἐκεῖνον ἡ ἀτμὶς ψυχομένη γίνεται πάλιν ὕδωρ ἐξ ἀέρος, καὶ τὸ γενόμενον κάτω φέρεται. ὡς γὰρ διὰ τὴν θερμότητα ὁ ἐξ ὕδατος μανωθέντος ἀτμὸς ἥλατο πρὸς τὸ μετέωρον, οὕτως ἔμπαλιν ἡ ἀτμὶς ἄνω ψυχθεῖσα καὶ πεπυκνωμένη παλινδρομεῖ πρὸς τὰ βαρέα τῶν σωμάτων, τὴν γῆν καὶ τὸ ὕδωρ.

“在大地留驻的同时,其周围的湿气受到光线以及来自上方的其他热的作用而化为蒸气,向上运行;但是随着将它带上去的热离散而去,其中一部分向着上方的场所消散,另一部分也因被升举到大地之上更高的空气中而熄灭,蒸气由于热的缺失和场所两方面的缘故冷却下来并再度凝聚,从空气生成水;而生成的水又再次朝向大地运行。” 既然他曾说太阳的运行是空气中所产生的诸现象(即当前论述的主题)之生成与消灭的原因,那么他现在便说明它是如何成为原因的。但是,如果在前面的论述中他也说过大地在热的作用下发生分化并产生干燥的呼气,那么他在这里怎么会说“在大地留驻的同时,其周围的水化为蒸气而向上运行”,就好像大地本身并不发生分化并向上运行似的?因为如果有人把“留驻”理解为就其总体而言,那么水就其自身总体而言也同样是在留驻的。因此,难道不是因为他此前已经讲解了由干燥呼气所产生的诸现象,而现在希望讲解仅由湿润呼气所产生的事态,所以才把大地从论述中抽离出去的吗?因此,“在大地留驻的同时”应当被理解为,宛如在论述中且出于假定,它目前保持不变。他说,“因此,大地周围的湿气受到光线以及来自上方的其他热的作用而化为蒸气,向上运行”。关于来自光线的热是如何产生的,他此前已经指明:处于其反射之间的空气由于来自光线的运动和摩擦而变热,正如处于用于生火的石块中的〔空气〕被其截留并通过其摩擦而变微薄时所遭受的那样,又如处于从水面、取火镜或其他光滑油质物体反射的光线之间的空气所遭受的那样。然而,所谓“来自上方的其他热”,他指的除了按性质从太阳和诸星辰传递给相继诸物体的热之外,还能是什么呢?因为从火那里热也是传递给相继诸物体的,正如在被煮之物中首先传递给锅釜,然后由此传递给在其后的湿润或干燥之物;又如在澡堂中首先传递给砖石,然后传递给在其后的空气,再由此传递给被其所包裹的物体。这表明太阳和星辰径直具有热的实体,因此按照柏拉图的看法属于火的实体,而非如亚里士多德所认为的那样属于第五元素——除非有人将“来自上方的热”解释为从可燃层传递给空气的热;因为在下方,[空气]也分有来自水和大地的冷。他说,当蒸气被带走且远离大地之后,热便脱离它,它因而冷却下来;而脱离乃是通过两种方式。因为热的一部分从与之共同上升的沉重的水性实体中分化出来,消散而去,并凭借其天赋的轻盈无碍地朝向其自身的总体——即可燃层——运行;而留下的另一部分热显然微少且无力,由于被高举到远离大地的位置,处于寒冷的场所中,因而完全熄灭。因为正如他已经说过且稍后也将言明的那样,那个场所是寒冷的,因为反射的光线向着广袤空旷之处散开,不再能够通过运动和摩擦来加热处于其间的数量庞大的空气。因此,由于热的缺失以及那个场所的缘故,蒸气冷却下来,又从空气变为水,而生成之物则向下运行。因为正如由于热的缘故,由稀疏化之水所产生的蒸气跃升至高空,相反地,在高处被冷却并凝聚的蒸气亦同样往复回转,朝向沉重的物体,即大地和水运行。

语法注2 条
  1. 1.103Μενούσης δὲ τῆς γῆς

    属格独立结构。斐洛庞努斯指出,在干燥呼气上升的情形中大地同样参与了上升,因而设问为何此处称大地“留驻”,并将其解释为一种论述上的预设,即在单独考察湿润呼气时,出于假定将大地视为保持不变。

  2. 1.103τῆς δὲ θερμότητος ἀπολειπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης ... τῆς δὲ καὶ σβεννυμένης

    在统领性的属格独立结构 τῆς δὲ θερμότητος ἀπολειπούσης ... 之后,通过连词 καί 引出两个并列的划分性属格独立成分(τῆς μὲν διασκεδαννυμένης ... τῆς δὲ καὶ σβεννυμένης),具体说明热的离散方式:一部分向高处消散,另一部分则因升至更高冷处而熄灭。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:121.13-122.28