- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:119.34-121.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯注疏亚里士多德《气象学》346b20,阐明了天体圆环及太阳沿黄道的运行如何作为首要作因,通过临近与远离带来冷热,从而引发月下物体的分化与凝集以及普遍的生成与消灭。
" Ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν,1 ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι." Κινοῦσαν αἰτίαν καὶ ἀρχὴν εἴωθε λέγειν τὴν ποιητικήν· ταύτην δὲ εἶναι τὸν κύκλον. καὶ κύκλον δὲ λέγοι ἂν ἢ καθόλου τὴν τῶν οὐρανίων κυκλοφορίαν ἢ κύκλον τὸν ζῳδιακόν, ὡς καὶ τὸ ἐπαγόμενον ἐδήλωσεν· ἐν ᾧ, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα τὰ ὑπὸ σελήνην σώματα καὶ συγκρίνουσα. πλησιάζων μὲν γὰρ θερμαίνει τὰ οἷς ἐπλησίασε,2 καὶ τῇ θερμότητι διακρίνει πάντως ἐκ παχυτέρων λεπτύνουσα, οὐ τὰ ὑγρὰ μόνον εἰς ἀτμούς, ὡς καὶ ἐπὶ τῶν ἑψομένων ὑγρῶν ὁρῶμεν γινόμενον, ἀλλὰ καὶ τὰ ξηρά, λέγω τὴν γῆν, ἀναθυμιῶσα· καὶ τοῦτο πάλιν ἐπὶ τῶν θυμιωμένων ἁπάντων φαίνεται συμβαῖνον· ἀφιστάμενος δὲ τοὐναντίον ψύχει καὶ συγκρίνει τὰ διακεκριμένα καὶ εἰς παχύτερα μεταβάλλει, παλινδρομούσης αὐτῶν τῆς μεταβολῆς ὁμοίως τῇ κινήσει τοῦ μεταβάλλοντος. καλῶς δὲ κυρίαν καὶ πρώτην εἶπεν ἐκείνην· προσεχὴς γὰρ καὶ δευτέρα τῶν μὲν ἐν τῷ ἀέρι θερμότης ἐκ τοῦ πλησιάζειν τὸν ἥλιον γινομένη, τῶν δὲ ἡ ψῦξις ἐκ τοῦ πάλιν αὐτὸν διεστάναι τούτων καὶ ἣν ἔδωκε παρὼν ἀφαιρεῖσθαι θερμότητα. ἐπεὶ οὖν καὶ τῶν προσεχεστέρων αἰτιῶν ἡ κυκλοφορία ἐστὶν αἴτιον, εἰκότως πρώτην αὐτὴν τῶν ἀρχῶν εἴρηκεν. ἢ πρώτην ἁπλῶς ἀκουστέον ὡς ποιητικήν, ἐπεὶ καὶ ἡ ὕλη αἰτία ἐστὶ καὶ ἀρχή, ἀλλ’ οὐ πρώτη ἀλλὰ δευτέρα ὡς συναιτία. καὶ γὰρ τῆς γενέσεως τοῦ οἴκου φέρε καὶ ἡ ὕλη αἰτία, λίθοι καὶ ξύλα καὶ τὰ σὺν αὐτοῖς, καὶ ὁ οἰκοδόμος, ἀλλὰ πρώτη ὁ οἰκοδόμος, ἐκεῖνα δ’ ὡς συναίτια δεύτερα. καὶ αὐτὴν γὰρ τὴν ὕλην τὸ ποιητικὸν αἴτιον προπαρασκευάζει· οὐ γὰρ ἁπλῶς λίθοι καὶ ξύλα τῆς οἰκίας εἰσὶν ὕλη, ἀλλὰ τὰ τοιῶσδε παρασκευασθέντα. οὕτως οὖν καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων οὐχ ὕλη προσεχὴς τὰ ὑγρὰ καὶ ξηρὰ σώματα, ἀλλὰ τὰ τοιῶσδε συγκρινόμενα τούτων ἢ διακρινόμενα. συγκρίσεως δὲ καὶ διακρίσεως θερμότης αἴτιον καὶ ψῦξις, τούτων δὲ πλησιάζων ὁ ἥλιος καὶ ἀφιστάμενος, τοῦ δὲ πλησιάζειν τὸν ἥλιον καὶ ἀφίστασθαι καὶ ἡ ἐπὶ τοῦ ζῳδιακοῦ φορὰ τούτου καὶ κίνησις. πρῶτον οὖν αἴτιον ὁ κύκλος, πρῶτον δὲ ὡς ἐν φυσικοῖς δηλονότι· εἰ γάρ τις καὶ ἐπὶ τὴν αἰτίαν τῆς κύκλῳ κινήσεως ἀναδράμοι, τὸ ἐξῃρημένον αἴτιον ζητεῖ καὶ οὐ φυσικόν· φυσικοῦ δὲ φυσικὰς αἰτίας ἀποδιδόναι. εἰπὼν δὲ πάλιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον, καὶ ὀφείλων ἐπαγαγεῖν αἰτία τῶν ἐν τοῖς μετεώροις ἐστὶ παθῶν, περὶ ὧν καὶ ἡ προκειμένη φυσιολογία, ἐπὶ τὸ καθολικώτερον ἀναδραμών φησιν αἰτία τῆς γενέσεώς ἐστι καὶ τῆς φθορᾶς· οὐ γὰρ μόνον τούτων περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ πάσης γενέσεως ἁπλῶς καὶ πάσης φθορᾶς ἐστιν αἰτία. πλησιάζων μὲν γὰρ τῆς γενέσεώς ἐστιν αἴτιος· ἡ γὰρ τῶν καρπῶν γένεσις τότε πλήθει καὶ τὸ οἰκεῖον ἀπολαμβάνει τέλος, λέγω δὴ τὸ εἶδος, ἕκαστον τὸ ἑαυτοῦ (καὶ τὰ ζῷα γὰρ τότε μάλιστα ζωογονεῖ) ἢ ὅτι ἐκ τῶν καρπῶν τροφαί, ἐκ δὲ τούτων ζωή, καὶ τὸ σπέρμα τὸ τῆς διαδοχῆς αἴτιον· ἀφιστάμενος δὲ φθορὰν ποιεῖ· φθίνει γὰρ τότε πάντα σχεδὸν καὶ τῆς βλάστης καὶ τῆς γενέσεως παύεται. ὡς γὰρ τὸ θερμὸν ζωῆς, οὕτω τὸ ψυχρὸν φθορᾶς ἐστιν αἴτιον. εἰ δὲ βούλει καθολικώτερον καὶ ἀνενδοίαστον ποιῆσαι τὸν λόγον, λέγε τὸν ἥλιον πλησιάζοντα μὲν γενέσεως αἴτιον, διότι τὰ παχύτερα τότε καὶ βαρύτερα σώματα εἰς λεπτότερα μεταβάλλει καὶ κοῦφα, ἀφιστάμενον δὲ φθορᾶς· τοὐναντίον γὰρ εἰς παχύτερα καὶ βαρέα τὰ λεπτομερῆ καὶ κοῦφα μεταποιεῖ. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτὰ ἔξωθεν περιεκτικά ἐστι τῶν βαρέων καὶ οἷον συνέχει ταῦτα, τὸ δὲ συνέχον καὶ κοσμοῦν εἶδός ἐστι, τὸ δὲ συνεχόμενον ὕλη· γένεσις δέ ἐστιν ἐπὶ τὸ εἶδος ἐκ τῆς ὕλης μεταβολή, φθορὰ δ’ ἡ ἐκ τοῦ εἰδοπεποιημένου εἰς τὴν ὕλην ἀνάλυσις. διόπερ ἡ μὲν ἀπὸ τῶν βαρυτέρων ἐπὶ τὰ κουφότερα μεταβολὴ ἀνάλογόν ἐστι γενέσει, ἡ δὲ τοὔμπαλιν τῶν κουφοτέρων εἰς τὰ βαρύτερα φθορᾷ. δυνατὸν δὲ τὸ αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς διὰ τὸ ἄρθρον μὴ καθολικῶς ἀκούειν3 πάσης γενέσεως καὶ φθορᾶς, ἀλλὰ ὑετοῦ, χιόνος καὶ τῶν λοιπῶν. τοῦτο δὲ οἶμαι καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν εἰπών·
“因此,作为促动性的、主导的且居于首位的本原,乃是圆环;在其中显然太阳的运行通过临近或远离而发生分化与凝集,构成了生成与消灭的原因。” 他习惯于将促动性的原因与本原称为“作因”;并且[他说]这就是圆环。所谓圆环,他指的既可以说是普遍而言的天体圆周运转,也可以说是黄道带之环,正如接下来的文句所表明的那样;他说,“在其中显然有太阳的运行”,它对月下的物体进行分化与凝集。因为当它临近时,它加热它所临近之物,并通过热完全将其分化,使之从粗厚变得细薄——不仅把湿润之物分化为蒸气,正如我们在被煮沸的液体上所见的那样,而且把干燥之物,即大地,加以发散;而这一点在所有被焚烧熏香之物上又被显现出来。反之,当它远离时,它冷却并凝集那些被分化之物,将它们转变为较粗厚的物体,它们的变化正如同使之转变者的运动一样往复循环。他说那个本原是“主导的且居于首位的”,极为妥切;因为较近的第二位[原因],对于某些事物而言是太阳临近而在空气中产生的热,对于另一些事物而言则是太阳再度远离它们并夺走其在场时所赋予的热而产生的冷却。既然圆周运转甚至是较近诸原因的原因,他理所当然称其为“诸本原中居于首位的”。或者,应当直接将“居于首位的”理解为作因,因为质料也是原因和本原,但不是首位的,而是作为协从原因居于第二位。正如对于一座房屋的生成而言,质料(石头、木材及其随附之物)和建筑师固然都是原因,但建筑师居于首位,而前者作为协从原因居于第二位。因为作因也预先准备了质料本身;因为并非任意的石头和木材就是房屋的质料,而是以如此这般的方式被准备好的才是。因此,对于在高空发生的事物而言,直接的质料也不是湿与干的物体本身,而是它们之中以如此这般的方式被凝集或分化的部分。而凝集与分化的原因是热与冷,它们的原因则是临近与远离的太阳,太阳临近与远离的原因则是其在黄道上的运转与运动。因此,首要的原因是圆环,但显然是自然事物中的首位;因为如果有人还要追溯圆周运动本身的原因,他所探寻的就是超越自然的、而非自然学的原因了;但自然哲学家的本分是提出自然学的原因。他又说“太阳的运行通过临近或远离而发生分化与凝集”,原本应当接着说“构成了高空诸现象的原因”(这正是当前自然学考察的论题),但他却上升到更为普遍的事物,说“构成了生成与消灭的原因”;因为太阳的运行不仅是论述所关涉的这些[气象现象]的原因,而且径直是所有生成与所有消灭的原因。因为临近时它是生成的原因:因为此时作物的生成充裕茂盛,并获得其固有的终极,即各自的形相(因为动物也在此时繁育最多),或者说因为从作物产生食物,从食物产生生命,以及构成繁衍传承原因的种子;远离时它则导致消灭:因为此时几乎万物都在凋零,并停止萌芽与生成。因为正如热是生命的原因,冷同样是消灭的原因。但如果你希望使这一论证更为普遍且无可置疑,你就当说,太阳临近时是生成的原因,因为此时它把较粗厚较沉重的物体转变为较细薄较轻盈的物体;远离时则是消灭的原因,因为相反,它把细微轻盈之物转变为较粗厚较沉重的物体。因为轻盈细薄之物从外部包裹沉重之物,并可以说是维系着它们;而维系并赋予秩序者是形相,被维系者则是质料;生成是从质料向形相的转变,消灭则是从被赋予形相之物向质料的分解。因此,从较沉重之物向较轻盈之物的转变类似于生成,反过来,较轻盈之物向较沉重之物的转变则类似于消灭。不过,由于定冠词的存在,也可以不把“生成与消灭的原因”普遍地理解为一切生成与消灭,而是理解为雨、雪及其他现象[的生成与消灭]。我认为,他通过接下来的文句也表达了这一点,他说:
- 1.102Ἡ μὲν οὖν ὡς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστίν
阴性冠词/代词 Ἡ 作为主语,承前省略了阴性名词 ἀρχή(本原)或与属格部分词 τῶν ἀρχῶν 在性上取得一致,而表语名词 ὁ κύκλος 则为阳性。系词 ἐστίν 连接了阴性主语短语与阳性表语。
- 1.102τὰ οἷς ἐπλησίασε
中性复数宾格冠词 τά 作为省略的先行词(相当于 ταῦτα),充当主句动词 θερμαίνει 的直接宾语,同时统辖关系分句 οἷς ἐπλησίασε。动词 πλησιάζω 支配与格,故关系代词为与格 οἷς。
- 1.102διὰ τὸ ἄρθρον μὴ καθολικῶς ἀκούειν
斐洛庞诺斯指出,针对引文中的 τῆς γενέσεως καὶ τῆς φθορᾶς,由于定冠词(τῆς)的存在,既可以作类指理解(即一切普遍的生成与消灭),也可以作特指/照应理解,即指代上下文中所讨论的特定气象(雨、雪等)的生成与消灭。
