- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:11.16-12.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解亚里士多德的原言(339a24),阐明圆周运动因其永恒且自我完满(始终处于完成态)而成为下界生成变化的初因,并讨论了天体作为中介的地位以及引证普罗提诺关于圆周运动模仿理智的学说。
" Πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως,1 ἀλλ’ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀπ’ ἀλλήλων." Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοῦ πρῶτον αἴτιον εἶναι τῆς τῶν ἐντὸς μεταβολῆς καὶ κινήσεως τὰ κύκλῳ κινούμενα. τοῦ γὰρ γινομένου καὶ φθειρομένου τὸ μήτε γινόμενον μήτε φθειρόμενον αἴτιόν ἐστι καὶ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ [τε] ἀεὶ ὡσαύτως ἔχον τοῦ μὴ τοιούτου. τέλειος δὲ ἡ κύκλῳ καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀρχὴν ἔχει καὶ τέλος καὶ ἠρεμίᾳ διαλαμβάνεται. τῆς γὰρ τῶν ὄντων φύσεως ἐν τάξει προϊούσης μεταξὺ τῶν ἀσωμάτων καὶ νοητῶν καὶ παντάπασιν ἀμεταβλήτων καὶ τῶν ἀεὶ γινομένων καὶ φθειρομένων μέσα πως τὰ οὐράνια τέτακται σώματα· τῷ μὲν 〈γὰρ〉 σώματα εἶναι καὶ τῷ μὴ παντελῶς ἀκίνητα καὶ ἀμετάβλητα (μεταβάλλει γὰρ κατὰ τόπον) καὶ ὑφεῖται τῶν πρώτων καὶ ἠλάττωται· τῶν δὲ κατὰ πάντα μεταβαλλόντων, οὐσίᾳ τε καὶ ποιότητι καὶ τόπῳ, οἷά ἐστι τὰ ὑπὸ σελήνην, προσεχῶς ὑπερανέστηκε τὰ κατὰ τόπον κινούμενα καὶ μόνον. ἀλλὰ καὶ τῷ συνεχεῖ καὶ ἀδιακόπῳ τῆς κινήσεως ἕστηκε τῷ ἀεὶ κινεῖσθαι καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα2 καὶ τῷ τὴν ὁλότητα τοῦ οὐρανοῦ τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχειν καὶ μὴ μεταβαίνειν ἐξ ἑτέρου εἰς ἕτερον. μεσότης οὖν τῶν τε πρώτων ἐστὶ καὶ τῶν ἐσχάτων ὁ οὐρανός, οὔθ’ ὡς ἐκεῖνα τὸ ἀμετάβλητον ἔχων οὔθ’ ὡς ταῦτα τὸ πάντῃ μεταβάλλειν, καὶ ὡς ἐξ ἐκείνων ἔχει τὸ ἀμετάβλητον ἐν κινήσει, οὕτω τὸ μετ’ αὐτὸν τὸ ἀεὶ μεταβάλλεσθαι διὰ τῆς ἀεικινησίας τῆς ἑαυτοῦ δίδωσι. τέλος γὰρ οὐκ ἔχει, φησί, τῷ τόπῳ τῆς κινήσεως, τουτέστι τῆς κατὰ τόπον κινήσεως· οὐ γάρ ἐστι τόπος, ἐφ’ ᾧ ἐλθὼν ὁ οὐρανὸς στήσεται, ὥσπερ τὰ ἐπ’ εὐθείας κινούμενα τὰ κοῦφα μὲν ἀρχὴν ἀπὸ τοῦ μέσου ποιούμενα τῆς κινήσεως, εἰς δὲ τὸ ἄνω τῆς εὐθείας ἐλθόντα πέρας ἵσταται, τὴν κοίλην ἐπιφάνειαν λέγω τῆς σεληνιακῆς σφαίρας, καὶ τὰ βαρέα τοὔμπαλιν ἐκεῖθεν ἀρξάμενα φέρεσθαι κάτω τὸ μέσον τοῦ παντὸς ἵσταται κατειληφότα. εἰπὼν δὲ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἵνα μήτις διὰ τούτου νομίσειεν αὐτὸν ἀτελῆ εἶναι τὴν κύκλῳ λέγειν, ἐπήγαγεν ἀλλ’ ἀεὶ ἐν τέλει ἐστί, τουτέστι τὸ τέλειον ἔχει τῆς κινήσεως ἀεί· οὐ γὰρ ὥσπερ ἡ ἐπ’ εὐθείας ἄρχεται μὲν ἀπό τινος σημείου, λήγει δὲ εἰς ἕτερον, οὕτω καὶ ἡ κύκλῳ, οἷον ἄρχεται μὲν τυχὸν ἀπὸ κριοῦ, λήγει δὲ εἰς ἰχθύας, ἀλλ’ ἕκαστον σημεῖον καὶ ἀρχὴν καὶ πέρας ἔχει καὶ μεσότητα,3 πρὸς μὲν τὸν ἤδη διηνυσμένον αὐτῇ κύκλον τέλος, πρὸς δὲ τὸν διανυσθησόμενον αὖθις κατὰ συνέχειαν στάσεως καὶ ἠρεμίας χωρὶς ἀρχήν, καὶ πρὸς ἄλλο τι σημεῖον μεσότητα, ἐν ᾧ τοῦ τεθέντος κατ’ ἐπίνοιαν κύκλου τὸ ἥμισυ διήνυσεν ἀκριβῶς. ἀλλ’ οὐδ’ ἔστιν εἰπεῖν ὡς ἀνατολὴ μὲν ἀρχὴ τῆς τοιαύτης ἐστὶ κινήσεως ἢ δύσις ἢ τὸ μεσουράνημα, ἢ τέλος τούτων τι ἢ πάλιν μεσότης· ἡ γὰρ ἡμῖν ἀνατολὴ παρ’ ἑτέροις ἐστὶ μεσουράνημα καὶ δύσις παρ’ ἄλλοις· καὶ ἐπὶ ἑκάστου τῶν κύκλῳ σημείων τὸ αὐτό. ὥστε εἰ ἐν οἱῳδήποτε σημείῳ τὸ κινούμενον λάβοις, ἐκεῖ πάντως τὸ τέλειον ἔχει καὶ ἀρχὴν καὶ τέλος ἅμα καὶ μεσότητα συνειλημμένα, οἷς τὸ τέλειόν τινες ὁρίζουσι. κἀκεῖνο δὲ προστίθεμεν ὡς οὐδέν ἐστιν ἐνεργείᾳ σημεῖον ἐν τῷ οὐρανῷ, ἀλλὰ μόνῃ δυνάμει· συνεχὴς γὰρ ὅλος ἐστὶ δι’ ὅλου. εἰ οὖν μήτε σημεῖόν ἐστιν ἐκεῖ ἐνεργείᾳ μήτε στάσις τῶν κινουμένων, ἀλλὰ συνεχὴς καὶ ἀδιάκοπός ἐστιν αὐτῶν ἡ κίνησις, ἀδύνατον ἄρα ἢ ἀρχὴν κινήσεως ἐν αὐτοῖς ἢ πέρας εὑρεῖν. διὰ τί δὲ κύκλῳ κινεῖται; φησὶν ὁ Πλωτῖνος· ὅτι νοῦν μιμεῖται. ὡς γὰρ ὁ θεῖος νοῦς καὶ δημιουργικὸς εἰς ἑαυτὸν ἐπιστρεφόμενος θεωρεῖ πάντα καὶ ἑαυτὸν ἐν ἐκείνοις, οὕτω κατὰ τὸ δυνατόν, φησί, μιμούμενα τοῦτον τὰ κατ’ οὐρανὸν εἰς ἑαυτὰ τὴν ἐπιστροφὴν ποιεῖται· καὶ ὡς ἐκεῖνος οὐδαμοῦ μέν ἐστι τῇ οὐσίᾳ, πανταχοῦ δὲ ταῖς ἐνεργείαις, οὕτω καὶ οὐρανὸς ἅμα πανταχοῦ εἶναι σῶμά γε ὢν μὴ δυνάμενος κατὰ μέρη πανταχοῦ γίνεται· καὶ ὅτι τῇ οὐσίᾳ τῶν ἐντὸς ἐξῃρημένος κυβερνᾷ πάντα ταῖς ἑαυτοῦ ἐνεργείαις. τοιαύτη μὲν οὖν ἡ κύκλῳ, τῶν ἄλλων δὲ κινήσεων οὐδεμία. ἐπειδὴ γὰρ ἄπειρος, εὐθεῖα οὐκ ἔστι· δέδεικται γὰρ 〈ὅτι〉 ἐπειδὰν τὰ εὐθυπορικὰ ἐπὶ τὸ πέρας ἀφίκηται τῆς εὐθείας ἐφ’ ἧς κινοῦνται, ἵσταται πάντως κατειληφότα τὸ οἰκεῖον τέλος, εἰς ὃ γενέσθαι κατὰ φύσιν διὰ τῆς κινήσεως ἠπείγοντο· ὥστε ἀδύνατον τελείαν ἢ ἀΐδιον εἶναι τὴν ἐπ’ εὐθείας κίνησιν, ἀλλ’ ἀτελῆ καὶ ἀρχὴν ἔχουσαν πάντως καὶ πέρας.
“除这些之外,一方面,一种[运动]是永恒的,且在其运动的场所中没有终点,而是始终处于终点[完成态]中;另一方面,这些物体彼此之间都相隔着有限的处所。” 这也是为了论证圆周运动之物乃是内部事物之变化与运动的第一原因。因为对于生成与消灭之物而言,既不生成亦不消灭之物乃是原因,完全之物乃是不完全之物的原因,始终保持同一状态之物乃是非如此之物的原因。而圆周运动是完全的且始终保持同一状态,沿直线的运动则具有开端与终点,并被静止所截断。因为既然存在者的本性是依序演进的,在无形体、理智且完全不变之物,与始终生成和消灭之物之间,天体便以某种方式被置于中介。一方面,由于是物体,并且并非全然不动与不变(因为它们依位置而变化),它们落后并逊色于第一者;另一方面,对于那些在一切方面——即实体、性质和场所——皆发生变化之物(如月下之物),仅依场所运动的它们则直接居于其上。不仅如此,由于运动的连续与不间断,它们因始终运动而得以驻立,并且可以说是处在运动之中的不动者,亦由于整个天的总体始终占据着同一个处所,而不从一处迁往另一处。因此,天乃是第一者与最后者之间的中介,既不像前者那样具有不可变性,亦不像后者那样在一切方面变化;并且正如它从前者那里获得了运动中的不变性一样,它亦通过自身的永动将始终承受变化赋予其后的事物。因为他说,它在运动的场所中没有终点,即在依场所的运动中没有终点;因为并不存在一个场所,当天到达其上时便会停驻,并不像沿直线运动之物那样——轻者从中心开始运动,到达直线的上方界限,即我说的是月球天球的凹表面,便告停驻;重者反之从那里开始向下运动,占据了万物的中心便告停驻。在说了“在运动的场所中没有终点”之后,为了不使任何人因此认为他说圆周运动是不完全的,他接着补充道“而是始终处于终点[完成态]中”,即它始终具有运动的完全性。因为并不是说,正如沿直线的运动从某一点开始而在另一点终止那样,圆周运动亦是如此,例如偶然从白羊座开始而终止于双鱼座;相反,每一个点都同时具有开端、界限与中介:相对于它已经走过的圆周而言是终点,相对于没有停顿与静止而将再次连续走过的圆周而言是开端,相对于另一处在思想上设定的圆周恰好走完一半的某一点而言则是中介。不仅如此,甚至不能说日出是此类运动的开端,或日落或中天是开端,亦不能说其中某一个是终点或又是中介;因为对于我们而言的日出,在他人看来是中天,在另一些人看来则是日落;对于圆周上的每一个点亦皆如此。因此,无论你在哪一个点上把握运动之物,它在那里都全然具有完全性,同时统摄了开端、终点与中介,而有些人正是以此来定义完全之物的。此外我们还要补充这一点:在天之中,现实上并不存在任何点,而仅仅潜在地存在;因为天通体皆是连续的。因此,如果那里在现实上既不存在点,运动之物亦无停驻,其运动乃是连续且不间断的,那么在它们之中发现运动的开端或界限便是不可能的。“然而,它为何作圆周运动呢?”普罗提诺说:“因为模仿理智。”因为正如神圣且具造物性的理智反躬自身而观照万物并在其中观照自身一样,他说,天上的事物亦在力所能及的范围内模仿它,而行其自身的转向;并且正如那个理智在实体上无处可在而在现实活动上无处不在一样,天作为一个物体虽然不能同时在一切地方,却依各部分而存在于一切地方;并且因为它在实体上超越于内部事物,却以自身的现实活动治理万物。圆周运动固然如此,其他运动则无一如此。因为并不存在无限的直线;盖已证明,沿直线行进的事物一旦到达其所运动的直线的界限,便完全停驻,占据了其固有的终点——它们依本性曾通过运动急迫地欲达到该终点。因此,沿直线的运动绝不可能是完全的或永恒的,而是不完全的,且必定具有开端与界限。
- 1.9τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως
τῷ τόπῳ 为表示限定或方面的与格(关系与格),意为“就处所而言”。与后面的属格 τῆς κινήσεως 结合,表示“在运动的场所中(在依场所的运动中)”,指天体运动没有空间上的终界。斐洛波诺斯在下文紧接着明确将其转述为 τουτέστι τῆς κατὰ τόπον κινήσεως(“即在依场所的运动中”),指出了这一句法理解的依据。
- 1.9ἕστηκε τῷ ἀεὶ κινεῖσθαι καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα
主语为前文提及的天体(τὰ οὐράνια σώματα)。τῷ ἀεὶ κινεῖσθαι 为定冠词加不定词构成的与格短语,表示手段或原因(“通过/在始终运动中”)。它与主要动词 ἕστηκε(完成时表现在义:“停立、静止”)构成意义上的对比,表达了运动与不动的悖论性共存。紧接的 καὶ ἵν’ οὕτως εἴπω ἐν κινήσει ἐστὶν ἀκίνητα(“可以说是处在运动之中的不动者”)则是对此种悖论性谓述关系的补充性同格解释。
- 1.9ἀλλ’ ἕκαστον σημεῖον καὶ ἀρχὴν καὶ πέρας ἔχει καὶ μεσότητα
ἕκαστον σημεῖον(“每一个点”)为主语,ἔχει 为主动词,καὶ ἀρχὴν καὶ πέρας... καὶ μεσότητα 为三个并列的宾格直接宾语。其后跟从的介词短语配宾格词(πρὸς μὲν... τέλος,πρὸς δὲ... ἀρχήν,以及 καὶ πρὸς ἄλλο τι σημεῖον μεσότητα)构成述语性同格,分别呼应上述三个宾语(“相对于……而言是终点,相对于……而言是开端,相对于……而言是中介”),语序呈现交叉对应(先说终点,再说开端,最后说中介)。
