← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§118.27-119.33

从上层燃质现象向下层水气气象的过渡

针对亚里士多德《气象学》346b10–16,斐洛波诺斯注解了从上层引火物中的彗星、银河等现象向其下空气与水共存层中的雨、雪等气象现象的过渡,并厘定了这些领域的边界。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.100

" Περὶ μὲν οὖν τῶν γινομένων ἐν τῷ περὶ τὴν γῆν κόσμῳ τῷ συνεχεῖ ταῖς φοραῖς1 εἴρηται, περί τε τῆς διαδρομῆς τῶν ἀστέρων καὶ τῆς ἐκπιμπραμένης φλογός, ἔτι δὲ περί τε κομητῶν καὶ τοῦ καλουμένου γάλακτος· σχεδὸν γὰρ τοσαῦτά εἰσι τὰ πάθη τὰ φαινόμενα περὶ τὸν τόπον τοῦτον." Δύο φέρεσθαι κάτωθεν ἀναθυμιάσεις ἐδίδαξε πολλάκις ἤδη πρότερον, τῶν ὑπὸ σελήνην σωμάτων εἰς αὐτὰς διακρινομένων ἐκ τῆς τῶν οὐρανίων περιφορᾶς, καὶ μάλιστα τῆς τοῦ ἡλίου κινήσεως, ἐκ τῶν ξηρῶν μὲν τὴν καπνώδη θερμὴν οὖσαν καὶ ξηράν, ἐκ τῶν ὑγρῶν δὲ τὴν ἀτμιδώδη, μετρίως μὲν καὶ αὐτὴν οὖσαν θερμὴν ὡς ἐξ ὕδατος ἀναλυθεῖσαν διὰ θερμότητα, ὑγρὰν δ’ ὅμως ἔτι καὶ κατὰ τοῦτο μάλιστα μαχομένην θατέρᾳ· καὶ τὴν μὲν προτέραν ὡς πυρώδη μᾶλλον μετεωρίζεσθαι καὶ τοῖς κυκλοφορουμένοις συνάπτειν σώμασιν, ἐξ ἧς ἴσχει τὴν γένεσιν τὸ ὑπέκκαυμα, τὴν δὲ λοιπὴν ὡς βαρυτέραν ὑφίστασθαι ταύτῃ κατωτέρω τοῦ ὑπεκκαύματος. εἰπὼν οὖν περὶ τῶν ἐκ τῆς προτέρας γινομένων παθῶν τῷ ὑπεκκαύματι, διαττόντων λέγω, φλογῶν, κομητῶν καὶ τοῦ γάλακτος, μέτεισι νῦν διδάξων τὰ ἐκ τῆς ἑτέρας ἐν τῷ τόπῳ συμβαίνοντα τῷ μετὰ τὸ ὑπέκκαυμα, τουτέστιν ἐν αὐτῷ τῷ ἀέρι, ὑετῶν, χαλάζης, χιόνος, δρόσου, πάχνης. εἰπὼν δὲ τῶν γινομένων ἐν τῷ κόσμῳ τῷ περὶ τὴν γῆν, ἐπειδὴ μὴ περὶ πάντων τῶν ὑπὸ σελήνην τέως ἐδίδαξεν, ἀλλὰ περὶ μόνων τῶν ἐν τῷ ὑπεκκαύματι παθῶν, καλῶς προσέθηκε τῷ συνεχεῖ ταῖς φοραῖς, τουτέστι τοῖς κυκλοφορουμένοις σώμασιν, οὕτω καλέσας αὐτὰ διὰ τὸ συνεχὲς αὐτῶν καὶ ἀδιάκοπον τῆς κινήσεως, ἐπεὶ καὶ τῶν ὑπὸ σελήνην φέρεται τὰ κοῦφα μὲν ἄνω, τὰ βαρέα δὲ κάτω, ἀλλ’ οὐ συνεχῶς οὕτως, ὥστε διαλείπειν μηδένα χρόνον· ἔχουσι γὰρ καὶ ἠρεμίαν, ὅταν ἕκαστον ἀπολάβῃ τὸν ἴδιον τόπον. σχεδὸν δὲ εἶπε τοσαῦτα εἶναι τὰ πάθη ὡς πρὸς τὰς ἐκ τῶν σχημάτων γινομένας2 ἔν τε κομήταις καὶ ἐν ταῖς ἐκπυρώσεσι· δαλῶν μὲν γὰρ ἐπὶ ταύταις ἐμνήσθη καὶ αἰγῶν, εἰκὸς δὲ πρὸς τὴν θέσιν τῆς ἐξαπτομένης ἀναθυμιάσεως καὶ ἕτερα πλείονα γίνεσθαι σχήματα, καὶ ἐπὶ κομητῶν ὁμοίως.

“那么,关于在环绕大地的世界中与[天体的]旋转运行相连续之处所发生的事物,即关于星辰的疾驰、燃起的火焰,以及关于彗星和所谓银河的论述,已经讲过了;因为在这一区域周围显现的诸现象大约也就这么多。” 他在此前已经多次指教过,有两种发散物从下方升起,因为月下的物体由于天体的回旋、特别是太阳的运动而分化为它们:从干燥之物中升起烟状的发散物,它是热且干的;从潮湿之物中升起蒸气状的发散物,由于是因热而从水中分解出来的,它本身也适度地发热,但仍然是潮湿的,并且正是在这一点上与另一种发散物极度对抗;前者由于更具火性而升得更高,并与作圆周运动的物体相接,引火物由此获得其生成;而剩下的一种由于更重,则沉落于其下,位于引火物之下。因此,在讲述了引火物中由前者产生的诸现象——我指的是流星、火焰、彗星和银河——之后,他现在进而指教在引火物之后的区域中(即在空气本身中)由另一种发散物所发生的事物:雨、雹、雪、露、霜。他说“在环绕大地的世界中发生的事物”,鉴于他此前并未讲授月下的所有事物,而仅仅讲授了引火物中的诸现象,他极好地补充了“与旋转运行相连续之处”,也就是说与作圆周运动的物体[相连续之处],由于其运动的连续和不间断,他才这样称呼它们;因为在月下的事物中,轻者向上运移,重者向下运移,但并非如此连续以至于毫无时间间隔,因为当各自获得其固有场所时,它们也具有静止。他说诸现象“大约也就这么多”,是就彗星和发火现象中由形态产生的[差异]而言的;因为就后者而言他提到了火炬和山羊,而且很可能根据被点燃的发散物的排列还会产生更多其他的形态,在彗星的情形中同样如此。

§1.101

"Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ.3" Ὅλος γὰρ ὁ μετὰ τὸ ὑπέκκαυμα τόπος μέχρι γῆς κοινός ἐστιν ἀέρος τε καὶ ὕδατος. καὶ γὰρ ἐν μὲν ἀέρι συνίσταται ὕδωρ ὡς ὑετὸς καὶ ἐν ὕδασιν ἀήρ, ὡς αἱ ἐν τούτοις γινόμεναι δηλοῦσι πομφόλυγες, καὶ μέχρι τῶν ἐπιφανειῶν τῆς τε γῆς καὶ τοῦ ὕδατος ὁ ἀὴρ διατέταται. διδάξει δὲ καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ συμβαίνοντα πάθη, καὶ ἔτι περὶ γῆν καὶ ὑπὸ γῆν. ἀλλ’ ἐπειδὴ νῦν περὶ μόνων τῶν ἐν ἀέρι γινομένων ἐστὶν ἡ πρόθεσις, ἀναγκαίως προσέθηκε καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ· ὑετοὶ γὰρ καὶ χιόνες καὶ χάλαζαι καὶ δρόσοι καὶ πάχναι, περὶ ὧν ἐδίδαξε νῦν, ἐν τοῖς μέρεσι τοῦ ἀέρος τοῖς μετεωροτέροις συμβαίνουσιν· ὧν τὰς ἀρχὰς καὶ τὰς αἰτίας διδάξαι βούλεται.

“但让我们来谈论在位置层次上次于这一个、但在大地周围居于第一的区域;因为这既是水与空气的共同区域,也是关乎它在上方的生成所发生的诸事物的共同区域。” 因为在引火物之后直到大地的整个区域,是空气和水所共有的。因为在空气中水凝结为雨,而在水中也有空气,正如水中生成的泡沫所表明的那样,而且空气一直延伸到大地和水的表面。他还将指教关乎空气和水所发生的诸现象,以及关于大地周围和地下的[诸现象]。但由于现在的旨趣仅关乎在空气中生成的事物,他必然地补充了“以及关乎它在上方的生成所发生的诸事物”;因为他现在指教的雨、雪、雹、露和霜,都发生在空气较高的部分,他希望指教这些事物的本原和原因。

语法注3 条
  1. 1.100τῷ συνεχεῖ ταῖς φοραῖς

    与格短语 ταῖς φοραῖς 作为形容词 συνεχεῖ 的补足语。虽然 φοραί 字面意为“运转/旋转”,但正如斐洛波诺斯用 τοῖς κυκλοφορουμένοις σώμασιν 所阐明的那样,此处通过转喻(以运动指代其承担者)指代“作圆周运动的天体本身”。

  2. 1.100σχεδὸν δὲ εἶπε τοσαῦτα εἶναι τὰ πάθη ὡς πρὸς τὰς ἐκ τῶν σχημάτων γινομένας

    介词短语 ὡς πρὸς ... 标明对 σχεδὸν εἶπε(“大约说了”)进行限定的缘由。在阴性分词 γινομένας 之后,承接上下文省略了被修饰的名词(如 διαφοράς“差异”);斐洛波诺斯借此解释亚里士多德之所以用“大约”,是因为彗星和发火现象在形状上还会派生出进一步的形态差异。

  3. 1.101περὶ τὴν ἄνω γένεσιν αὐτοῦ

    属格代词 αὐτοῦ 的先行词在紧邻的前文“水与空气”中,依文脉指代 ὕδατος(水的生成),或指代作为媒介的 ἀέρος(空气)。斐洛波诺斯在后文解释道雨雪等降水现象发生于“空气较高的部分”,因而一致解释为蒸气在上层空气中凝结生成为水的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:118.27-119.33