← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§117.13-118.26

批判达马斯基俄斯的银河说与承认无知

菲洛波庞引用了达马斯基俄斯关于银河的论述(诸神的天界整饬、恩佩多提摩斯关于灵魂之路的神话、以及微小星辰的密集),并彻底批判了在自然现象探究中诉诸神话与寓言虚构的做法及其内在矛盾。他进而遵循亚里士多德的态度,指出应当坦然承认在不可知事物上的无知,并就此结束对银河的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99#4

αὐτὸν δὲ τὸν κύκλον οὐράνιον εἶναι θεῶν διακόσμησιν ὁμολογητέον, εἴτε κατὰ τὸ γάλα τῆς Ἥρας ὑποστᾶσαν, ὥς φησιν ὁ μῦθος (διὸ καὶ πρὸς τὴν ἀναγωγὴν τῶν ψυχῶν οἰκείως ἔχειν, καὶ τοῦτο εἶναι τὸ μυθευόμενον ὡς οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ σπῶσα τοῦ Ἡραίου γάλακτος, ὅ ἐστιν εἰ μὴ τύχῃ τῆς ἐν τῷ γάλακτι τούτῳ κεχυμένης προνοίας αὐτῆς τῆς θεοῦ), εἴτε καὶ ἄλλον τρόπον διακοσμηθεῖσαν τὸν θεοῖς ἐγνωσμένον. εἶναι δ’ οὖν τοῦ οὐρανοῦ τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλακτίζουσαν. ψυχῶν δὲ ὀχήματα, φησί, λέγειν οὐκ εὔλογον τῆς συστάσεως αὐτοῦ λαμπρᾶς οὕτω καὶ ἀστροειδοῦς φαινομένης, καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης. διὰ τί δὲ μὴ μᾶλλον δαιμονίων ψυχῶν, διὰ τί δὲ μὴ πρῶτον θεῶν; ἀπὸ θεῶν γὰρ ἄρχεσθαι δεῖ καὶ ταύτην τὴν ἰδιότητα. ἄλλως τε εἰ ἐδείχθη μέρος ὢν τοῦ οὐρανοῦ, πῶς οὐκ ἂν εἴη θεὸς καὶ θεῶν πλήρης, ἅτε τὸν ὁρώμενον συμπληρῶν οὐρανόν; ταῦτα πρὸς λέξιν Δαμάσκιος τὸν Ἐμπεδοτίμου μῦθον ὡς λόγον κυρῶν ἀληθῆ. ὃν ἐχρῆν1 ὥσπερ τὰ ἀντικείμενα τῇ Ἀριστοτέλους ὑποθέσει συνιδεῖν καλῶς, οὕτω καὶ τῶν ἐν τῷ μύθῳ τούτῳ σκοπεῖν ἕκαστον, εἰ συμβαίνει τῇ φύσει τῶν ὄντων· φυσικῶν γὰρ πραγμάτων, περὶ ὧν πρόκειται, φυσικὰς δεῖ καὶ τὰς αἰτίας ἀποδιδόναι. ὁ δέ φησιν “ὁδός ἐστι τὸ γάλα ψυχῶν τῶν διαπορευομένων τὸν ἐν οὐρανῷ Ἅιδην”. εἰ οὖν τὸν γαλαξίαν διαπορεύονται, οὗτος ἂν εἴη ὁ ἐν τῷ οὐρανῷ Ἅιδης. καὶ πῶς Ἅιδης ὁ οὕτω φωτεινός; καὶ εἰ καθαίρονται ἐκεῖ ψυχαί, δηλονότι μὴ κεκαθαρμέναι ἀνῆλθον. οὐκοῦν μετὰ τῶν θνητῶν ὀχημάτων· ἀλλ’ ἀδύνατον ἐκείνοις θνητὸν συνεῖναι σῶμα, εἴπερ εἰσὶν ἄφθαρτα. καὶ σὺ γοῦν ἔφης ‘οὐκ ἄνεισιν ἀπὸ τοῦ κόσμου ψυχὴ μὴ πιοῦσα τοῦ Ἡραίου γάλακτος, τουτέστι τῆς ἐκκεχυμένης ἐν αὐτῷ τῆς θεοῦ προνοίας’. καὶ τίς αὕτη παρὰ τὴν τῶν λοιπῶν θεῶν, διαστέλλειν ἐχρῆν, καὶ μὴ φωναῖς ἀσήμοις θεολογεῖν, φενακίζειν δὲ μᾶλλον. καίτοι γε Πλάτων οὐδὲν εἶναι τὴν Ἥραν 〈ἢ〉 τὸν ἀέρα βούλεται. εἰ γὰρ συνεχῶς, φησίν, ἐπισυνάψεις τὸ Ἥρα, ἐπικαταλαμβάνοντος τοῦ Α τὴν ἀρχὴν τοῦ ὀνόματος, τὸ Ἥρα γίνεται ἀήρ, εἰ καὶ συντομώτερον ἐν ὑπερθέσει τοῦ Α τὸ Ἥρα γίνεται ἀήρ. διὸ καὶ τὸν Ἥφαιστον παρατριβόμενος ὁ ἀὴρ γεννᾷ, τουτέστι τὸ πῦρ, 〈καὶ〉 μήτηρ Ἡφαίστου ἡ Ἥρα. πῶς δὲ οὐκ ἄτοπον αἰσθητοῦ ὄντος τοῦ γαλαξίου καὶ τούτου τὴν φυσικὴν αἰτίαν ζητούντων εἰς ἀλληγορίαν τρέπεσθαι, δέον τὴν ἄγνοιαν μὴ ἐρυθριᾶν ὁμολογεῖν;2 καὶ αὐτὸς γοῦν τοῦ πλάσματος τῆς ἀτόπου θεολογίας αἰσθόμενος ἐπὶ φυσικὴν ἐτράπετο αἰτίαν ἀπίθανον καὶ αὐτήν· εἶναι γάρ φησι τὸν γαλαξίαν τοῦ οὐρανοῦ τινα διάθεσιν ἄφθαρτον, ἀστρῴαν, μικρῶν ἀστέρων πυκνότητι γαλακτίζουσαν. ἀλλὰ τὸ φῶς τοῦ γάλακτος πολλῷ καὶ οὐ τῶν τυχόντων ἀστέρων ἐστὶ λαμπρότερον,3 καὶ οὐκ ἂν ἔλαθεν ἡμᾶς αὐτῶν καὶ τὸ σχῆμα. ἀλλ’ ὡς αὐτὸς τοῦτο ἔχον οὕτως ἀποδείξας μέμφεται τοὺς λέγοντας ὀχήματα εἶναι ψυχῶν τὸ γάλα· λαμπρὰ γάρ, φησί, καὶ ἀστεροειδὴς ἡ σύστασις αὐτοῦ. τοῦτο δὲ οὐκ ἀναγκαῖον· καὶ γὰρ οἱ ὀχήματα τῶν ἡμετέρων ψυχῶν ὑποτιθέμενοι τὸ γάλα τῆς οὐσίας τῶν οὐρανίων αὐτά φασι, διόπερ ἀστροειδῆ καὶ αὐγοειδῆ ταῦτα καλοῦσιν, ἀϊδίως τῶν ἡμετέρων ἐξημμένα ψυχῶν συνανιόντα τε αὐταῖς καὶ συγκατιόντα. εἰ δὲ καὶ ψυχῶν ἐστι κατ’ αὐτὸν δίοδος πάντως που μετὰ τῶν ἰδίων ὀχημάτων διατρεχουσῶν, οὐκ οἶδα δι’ ἥντινα αἰτίαν τὴν ὁδὸν ἐκείνην τρίβουσι. καὶ αὐτὸ δέ σου τὸ διαστασιαζόμενον “διὰ τί δὲ ἀνθρωπίνων καὶ μὴ δαιμονίων ψυχῶν ὁδός, διὰ τί δὲ μὴ πρῶτον θεῶν;” τεκμήριον τοῦ μηδὲν τούτων εἰδότα λέγειν, ἀλλὰ μόνον τὸ ὑποπίπτον τῇ φαντασίᾳ τοῦ μὴ δοκεῖν ἀγνοεῖν.4 καίτοι γε 〈τὸ〉 τῷ Ἀριστοτέλει καλῶς ἐν τοῖς προοιμίοις εἰρημένον φυλάττειν εὔλογον· “ἐν οἷς τὰ μὲν ἀποροῦμεν”, φησί, “τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. διὸ καὶ ἡμεῖς ἐνταῦθα πέρας τῷ λόγῳ τούτῳ δεδωκότες τοῖς ἑξῆς ἀφ’ ἑτέρας ἀρχῆς ἐπίωμεν.

“必须承认,圆环本身是诸神的天界整饬,无论它是如神话所言依赫拉之乳而成立的(因此它也适于灵魂的上升,而这也是神话中所说的:若不吸吮赫拉之乳,灵魂便不能离开宇宙升起,也就是说,若不遇到流注于这乳汁中的女神本人的眷顾),还是以诸神所知的另一种方式整饬而成的。无论如何,[它是]天界的一种不朽的、由星辰构成的状态变容,因微小星辰的密集而闪烁着乳白色的光芒。他说,鉴于其构成显现得如此明亮且如星辰一般,并且始终处于同一状态并保持原样,称其为灵魂的载具是不合常理的。那么为什么不更是精灵灵魂的载具,为什么首先不是诸神的载具呢?因为这种固有特质也必须始于诸神。此外,如果它已被证明是天界的一部分,那么由于它充实了可见的天穹,它又怎能不是神且充满诸神呢?” 这些是达马斯基俄斯字对字地说出的话,他将恩佩多提摩斯的神话确认为真实的论辩。正如他极好地看出了反对亚里士多德假说的论据一样,他也理应审视这神话中的每一件事物,看其是否符合事物的本性;因为既然当前的主题关涉自然事物,就必须给出自然的原因。但他却说:“乳[银河]是穿越天界哈得斯的灵魂之路。”那么,如果它们穿越银河,银河就是天界的哈得斯了。而如此光明的所在又怎会是哈得斯呢?并且如果灵魂在那里得到净化,显然它们上升时是未受净化的。因此,它们是带着有朽的载具[上升的];但如果天界的事物是不朽的,有朽的身体绝不可能与它们同在。而且你自己无论如何也说过:“灵魂若不饮赫拉之乳,即流注于其中的女神之眷顾,就不能离开宇宙升起。”而这眷顾与其余诸神的眷顾有何不同,你本应当加以区分,而不是用毫无意义的词句来谈论神学,或者更确切地说是欺骗人。然而柏拉图却认为赫拉无非就是空气。因为他说,如果你连续地将“赫拉”衔接起来,当字母A赶上名字的开端时,“赫拉”就变成了“空气”,即使更简短地通过字母A的换位,“赫拉”也会变成“空气”。因此空气在相互摩擦时便生成赫淮斯托斯,即火,而赫拉就是赫淮斯托斯的母亲。既然银河是可感知的,而且人们正在探究其自然原因,本应当不以承认无知为耻,却转向寓言,这岂非荒谬?而他自己无论如何也察觉到了荒谬神学的虚构,于是转向了一个本身同样难以令人信服的自然原因;因为他说银河是天界的一种不朽的、由星辰构成的状态变容,因微小星辰的密集而闪烁着乳白色的光芒。然而银河的光芒甚至比非同寻常的星辰〔的光芒〕还要明亮得多,它们的形状也不会逃过我们的注意。但他却如同自己已经证明了事实确是如此一般,指责那些主张银河是灵魂载具的人;他说:“因为它的构成是明亮且如星辰般的。”但这并不是必然的;因为那些假定银河是我们灵魂之载具的人也说,这些[载具]属于天体的实质,因此称它们如星辰般且如光芒般,永恒地附着于我们的灵魂,与灵魂一同上升也一同下降。另一方面,如果依他所言,这是灵魂必定以某种方式与其自身载具一同奔驰穿过的通道,我不知道它们究竟因何原因频繁践踏那条道路。而你自己提出的质难——“为什么是人类灵魂之路而非精灵灵魂之路,为什么首先不是诸神之路?”——正证明了你对这些事一无所知而发论,只是说出脑海中浮现的东西以免显得无知。尽管如此,遵守亚里士多德在序言中所极好地说过的话是合乎情理的:“在这些事物中,”他说,“我们对某些事物感到困惑,而对另一些事物则以某种方式有所把握。”因此,我们在此也结束这一论述,从另一个起点走向后续的内容。

语法注4 条
  1. 1.99ὃν ἐχρῆν

    关系代名词 ὃν 作无人称动词 ἐχρῆν 的主格性宾语(主词),指涉前文的达马斯基俄斯(Δαμάσκιος)。它在相关句式 ὥσπερ ... οὕτω καί 中统辖两个平行的不定词 συνιδεῖν 与 σκοπεῖν。

  2. 1.99δέον τὴν ἄγνοιαν μὴ ἐρυθριᾶν ὁμολογεῖν

    由无人称动词 δεῖ 的中性宾格分词 δέον 构成的绝对宾格结构,在此充当表示情况或让步的状语从句(“本应当不以承认无知为耻”)。

  3. 1.99ἀλλὰ τὸ φῶς τοῦ γάλακτος πολλῷ καὶ οὐ τῶν τυχόντων ἀστέρων ἐστὶ λαμπρότερον

    主语为 τὸ φῶς τοῦ γάλακτος(“银河的光芒”)。与格 πολλῷ 作程度与格修饰比较级 λαμπρότερον(“……得多”),而属格短语 καὶ οὐ τῶν τυχόντων ἀστέρων 作比较属格从属于 λαμπρότερον(其中副词性 καί 意为“甚至”,οὐ τῶν τυχόντων 为曲言法,意为“非同寻常的”)。

  4. 1.99τοῦ μὴ δοκεῖν ἀγνοεῖν

    带冠词不定词属格 τοῦ μὴ δοκεῖν 表目的(“为了不显得无知”),从属于前文的分词短语及动词观念(λέγειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:117.13-118.26