- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:116.2-117.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证银河是天体固有的本性而非月下的升发物,指出了亚里士多德在天体热力与运动理论上的矛盾,并引述了达马斯基俄斯的批判以及恩佩多提摩斯将银河视为灵魂通路的主张。
τὰ γὰρ ἐκ ταύτης γινόμενα πάντα, φλόγες, διάττοντες, δαλοί, κομῆται, κεραυνοί, πνεύματα καὶ ὅσα ἐν τοῖς μετεώροις ἁπλῶς συμβαίνει, ῥᾳδίαν τε ἔχει τὴν μεταβολὴν καὶ γίνεται φανερῶς καὶ φθείρεται, ὧν οὐδὲν ὑπομένει τὸ γάλα. ἔοικεν ἄρα πάθος οὐσιῶδες εἶναι τοῦ οὐρανίου σώματος ἀχώριστον αὐτοῦ, καὶ ὥσπερ οὐκ ἔστιν αἴτιον εἰπεῖν τῆς διαφορᾶς τῶν ἄστρων κατά τε μέγεθος καὶ χροιὰν καὶ θέσιν αὐτῶν καὶ πρὸς ἄλληλα σχέσιν τε καὶ τάξιν, οὐδὲ τῆς διαφόρου τῶν σφαιρῶν κινήσεως, τίνος ἕνεκεν αἱ μὲν ἐπὶ τὰ ἑπόμενα, αἱ δὲ ἐπὶ τὰ ἡγούμενα φέρονται, ἢ τούτων αἱ μὲν θᾶττον, αἱ δὲ βραδύτερον, οὕτως οὐδὲ τοῦ γάλακτος τὴν αἰτίαν ἔστιν εἰπεῖν, τίνος ἕνεκεν ἐν μέρει τῆς οὐσίας συμβέβηκε τοῦτο ἐκείνης καθ’ αὑτό. μηδεμίας γὰρ ἐν αὐτῷ μήτε οὔσης μήτε γινομένης διαφορᾶς, ψευδὲς τὸ τῇ κινήσει τὰ ἄστρα θερμαίνοντα τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα τὴν ὕλην τῶν κομητῶν ἐκεῖθεν καὶ τοῦ γάλακτος εἰς ἑαυτὰ συνέλκειν.1 ἀνωμάλου γὰρ οὔσης τῆς τοιαύτης ἐκκρίσεως ἀδύνατον ἦν μὴ καὶ τὸν γαλαξίαν ἀνωμαλίαν ἔχειν πολλὴν ποιότητι καὶ ποσότητι, αὐτῆς τῆς ἀναφερομένης κάτωθεν ὕλης ἀνωμάλου οὔσης. πῶς δὲ ἡ τοσαύτη τῶν ἄστρων ἀπόστασις οὐδὲ λόγῳ ῥητὴ δρᾶν ἔμελλεν εἰς τὰ ὑπὸ σελήνην,2 ὡς τοσαύτην ὕλην διηνεκῶς ἀναφέρεσθαι καὶ τὴν αὐτὴν ἀεὶ χειμῶνος καὶ θέρους μετοπώρου τε καὶ ἔαρος, μηδεμιᾶς μηδὲ σμικροτάτης γινομένης ἐν τῷ γάλακτι διαφορᾶς, ὅπερ ἐν σώμασι θνητοῖς ἐστιν ἀδύνατον, ὡς δεικνύουσι τοῦτο καὶ οἱ κομῆται τῆς αὐτῆς ὕλης ὄντες τῷ γάλακτι κατ’ Ἀριστοτέλη. καίτοι πρότερον αὐτὸς ζητῶν, πόθεν ἐκ τῶν οὐρανίων τὰ ὑπὸ σελήνην θερμαίνεται, μόνην τοῦ ἡλίου τὴν κίνησιν αἰτίαν ταύτης ἔλεγεν εἶναι, καὶ οὔτε τὰ ἀπλανῆ οὔτε ἄλλο τι τῶν οὐρανίων. πῶς οὖν αἴτια τῆς ὕλης τῶν μετεώρων τὰ ἄστρα φησὶ τῇ θερμότητι τοσαύτην εἰς ἑαυτὰ ἐκ τῶν ὑπὸ σελήνην ἕλκοντα ὕλην, ὡς μὴ μόνον τοὺς κομήτας ποιεῖν, ἀλλὰ καὶ τὸν γαλαξίαν; ἢ πῶς ἐκείνους μὲν ποτε ποιεῖ καὶ ἄλλοτε ἄλλους, τὸν δὲ γαλαξίαν ἀεὶ τὸν αὐτὸν μήτε ἀρχὴν μήτε πέρας ἔχοντα μήτε τινὰ μεταβολὴν μικρὰν ἢ μείζονα πάσχοντα, εἴ τινα ὅλως καὶ κίνησιν ἰδίαν αὐτοῖς παράσχωμεν, δι’ ἧς τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα θερμαίνουσιν. εἰ δ’ ὅλως καὶ συγχωρηθεῖεν θερμαίνειν ποιότητι μόνῃ καὶ ἄλλῳ δρῶσιν οὐδενί, καθάπερ καὶ ἐπὶ τοῦ ἡλίου δεδείχαμεν, καὶ οὕτω κατὰ Πλάτωνα 〈ἐκ〉 στοιχειώδους τοῦ πυρὸς οὐσίας κατὰ τὸ πλεῖστον τὰ ἄστρα τὴν σύστασιν ἔχουσι, καὶ ὁ τοῦ φιλοσόφου λόγος αὐτὸς ἑαυτὸν συμπεπόδικεν. Καὶ Δαμάσκιος δὲ τῆς Ἀριστοτέλους περὶ τοῦ γάλακτος κατέγνωκεν ὑποθέσεως· μήτε γὰρ ἀναθυμίασιν εἶναι τὴν ὕλην αὐτοῦ μήτε ἐν τῷ ὑπὸ σελήνην τόπῳ συνίστασθαι. οὐδὲν γὰρ τῶν ἐξ ἀναθυμιάσεως ἐν τῷ ἀέρι καὶ τῷ ὑπεκκαύματι γινομένων παθῶν ἀεὶ τὸ αὐτὸ φαίνεται ἢ ἐν τῷ αὐτῷ τόπῳ συνίσταται ἀεί, μυρίας δὲ μεταβολὰς ὑπομένει καὶ ἄλλοτε ἐν ἄλλοις συνίσταται τόποις· ὁ δὲ γαλαξίας ἀεί ἐστιν ὁ αὐτὸς καὶ τὴν αὐτὴν ἀπαράβατον ἔχει θέσιν, τέμνων τὸν ζῳδιακὸν κατὰ τοξότην καὶ διδύμους· οὐκ ἂν δὲ οὕτως ἔχων ἐφαίνετο, εἰ περὶ γῆν εἶχε τὴν σύστασιν καὶ μὴ τῶν οὐρανίων ὑπῆρχε σωμάτων. καὶ ἄλλως εἰ ἐν τῷ αἰθέρι τὴν σύστασιν εἶχεν, ὁ δὲ αἰθὴρ ἐν τῇ κινήσει τῆς τῶν οὐρανίων ὑπολείπεται κινήσεως, ὑπελείπετο ἂν ταύτης καὶ ὁ γαλαξίας ἐξ ἀνάγκης· νῦν δὲ κατ’ οὐδὲν παντελῶς αὐτῶν ὑπολείπεται· οὐκ ἄρα ἐν τῷ αἰθέρι συνέστηκεν, ἀλλὰ τῶν οὐρανίων ἐστὶ σωμάτων. τούτοις καὶ τοῖς τοιούτοις τὴν περὶ τοῦ γάλακτος ὑπόθεσιν Ἀριστοτέλους ἀνελὼν καλῶς ὁ Δαμάσκιος τὴν Ἐμπεδοτίμου περὶ τοῦ γάλακτος οἰκειοῦται, ἔργον αὐτὴν οὐ μῦθον καλῶν. φησὶ γὰρ ἐκεῖνος ὁδὸν εἶναι ψυχῶν τὸ γάλα τῶν τὸν Ἅιδην τὸν ἐν οὐρανῷ διαπορευομένων. καὶ οὐ θαυμαστόν, φησὶν ὁ Δαμάσκιος, εἰ καὶ ψυχαὶ καθαίρονται ἐν τούτῳ τῷ κύκλῳ τῆς ἐν οὐρανῷ γενέσεως.3
因为凡是从这[干燥升发物]中产生的一切事物,火焰、流星、火把、彗星、雷电、狂风,以及在大气现象中发生的一切,都容易变化,并且显明地生成和毁灭,而银河绝不经受这些事物中的任何一种。因此,它似乎是天体的一种本然且与其不可分离的受动状态;正如人们无法说出星辰在大小、颜色、位置以及彼此之间的关系和秩序上的差异的原因,也无法说出诸天球不同运动的原因——究竟是为了什么,有些天球向后行方向运行,而有些则向前行方向运行,或者在这些天球中,有些运行较快,有些较慢——同样,人们也无法说出银河的原因,究竟是为了什么,这一现象在其自身中附随于那一天体实质的一部分。因为在银河之中既不存在也未曾产生任何差异,所以断言星辰通过其运动加热空气和可燃物[上层大气],并从那里将彗星和银河的质料引向自身,这是虚妄的。因为如果这样一种排泄物是不均匀的,那么由于从下方升起的质料本身是不均匀的,银河在质量和数量上也不可能没有极大的不均匀性。而且,星辰这般连言语也无法形容的遥远距离,又怎能作用于月下事物,以至于如此庞大的质料持续不断地上升,无论冬夏春秋始终保持一致,而在银河中连丝毫差异都不曾产生呢?这在有朽物体中是不可能的,正如依照亚里士多德,与银河具有相同质料的彗星也表明了这一点。然而此前他自己在探究月下事物究竟是由天体中的什么加热时,曾说唯独太阳的运动是这加热的原因,而恒星和天体的其他任何东西都不是。那么他怎能说星辰是气象现象之质料的原因,凭借其热量从月下领域将如此多的质料引向自身,以至于不仅产生彗星,而且产生银河呢?或者说,它们怎能有时产生彗星,且不同时间产生不同的彗星,而银河却始终保持同一,既无开始也无终结,且不经受任何微小或重大的变化呢——即使我们完全赋予星辰某种固有的运动,使它们借此加热空气和可燃物?但如果完全承认它们仅仅凭借性质来加热,而不通过其他任何东西发生作用,正如我们在太阳的情形中也已经表明的那样,并且如果这样依柏拉图之见,星辰主要由火的元素实质构成,那么即使如此,这位哲学家[亚里士多德]的论辩也陷入了自相矛盾。达马斯基俄斯也同样否定了亚里士多德关于银河的假说;因为它的质料既不是升发物,也不是在月下区域中构成的。因为凡是由升发物在空气和可燃物中产生的受动状态,没有任何一个是始终显现为同一的,或者始终在同一地点构成的,而是经受着无数的变化,并在不同时间形成于不同地点;然而银河却始终是同一的,并且保持着同一不可改变的位置,在射手座与双子座处与黄道带相交;如果它的构成是在大地周围而非属于天体,它就不会显现为如此状态。在另一方面:如果它是在以太中构成的,而以太在运动中落后于天体的运动,那么银河也必然会落后于这运动;但事实上它完全没有在任何方面落后于它们;因此它不是在以太中构成的,而是属于天体。达马斯基俄斯以这些以及诸如此类的论据极好地破除了亚里士多德关于银河的假说,转而采纳了恩佩多提摩斯关于银河的说法,称其为真实事实而非神话。因为那位哲人说,银河是穿越天界哈得斯的灵魂之路。达马斯基俄斯说,即使灵魂在天界生成的这一圆环中[或者说脱离天界的生成]得以净化,这也并不足为奇。
- 1.99ψευδὲς τὸ τῇ κινήσει τὰ ἄστρα θερμαίνοντα τὸν ἀέρα καὶ τὸ ὑπέκκαυμα τὴν ὕλην τῶν κομητῶν ἐκεῖθεν καὶ τοῦ γάλακτος εἰς ἑαυτὰ συνέλκειν
带有定冠词的不定式短语 τὸ ... συνέλκειν 整体作为主语,对应谓语形容词 ψευδές。带分词 θερμαίνοντα 的宾格 τὰ ἄστρα 是不定式 συνέλκειν 的逻辑主语,而 τὴν ὕλην 则是其直接宾语。
- 1.99πῶς δὲ ἡ τοσαύτη τῶν ἄστρων ἀπόστασις οὐδὲ λόγῳ ῥητὴ δρᾶν ἔμελλεν εἰς τὰ ὑπὸ σελήνην
οὐδὲ λόγῳ ῥητή 是修饰主语 ἡ τοσαύτη τῶν ἄστρων ἀπόστασις 的形容词短语(意为“连言语也无法形容的”)。ἔμελλεν 与不定式 δρᾶν 连用,引出过去的反事实或不可能的推论(“又怎能发生作用”)。
- 1.99εἰ καὶ ψυχαὶ καθαίρονται ἐν τούτῳ τῷ κύκλῳ τῆς ἐν οὐρανῷ γενέσεως
属格 τῆς ἐν οὐρανῷ γενέσεως 可以有两种语法分析:(1) 作为由动词 καθαίρονται 所支配的分离属格,意为“从天界的生成中得以净化”;(2) 作为修饰 τῷ κύκλῳ 的定语属格,意为“在天界生成的这一圆环中”。前者符合奥尔弗斯-柏拉图主义关于脱离生成之轮获得净化的传统用语,后者则说明了该圆环本身的性质。译文保留了这一结构的对应关系。
