← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§114.28-116.2

银河属于恒星天球性质的论证与批判

菲洛波庞论证银河并非空气的受动状态,而是恒星天球本身的性质,其依据是它从未引起星辰的视差或遮蔽,且保持着月下事物所不可能具备的永恒不变性,从而批评亚里士多德的学说包含着如同神话般的荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99#2

τὸ γὰρ ἀεὶ μένον καὶ ὡσαύτως ἔχον τῶν μὲν ὑπὸ σελήνην παντελῶς σώματι οὐδενί, μόνοις δὲ τοῖς οὐρανίοις, εἴπερ ἄρα καὶ τούτοις, ὑπάρχον φαίνεται. καὶ ἄλλως δὲ δεικνύειν εὐχερὲς ὡς οὐκ ἔστι τοῦ ἀέρος τὸ γάλα πάθος, ὑπέρκειται δὲ τούτων πολὺ καὶ αὐτοῦ τοῦ σώματός ἐστι τῆς ἀπλανοῦς ἡ τοιαύτη ποιότης· εἰ γὰρ ἦν τοῦ ἀέρος πάθος, κρύψεις τινὰς καὶ παραλλάξεις ἀστέρων, οὓς ὑποτρέχει, ποιεῖν ἔμελλεν,1 οἷόν τι λέγω, ὅταν νέφος ὑποδράμῃ τὸν ἥλιον, τοῖς μὲν τῶν ἀνθρώπων ἐπιπροσθεῖ καὶ κωλύει τοῦτον ὁρᾶν, τοῖς δὲ ἐνδοτέρους οἰκοῦσι τόπους οὐκ ἐπιπροσθεῖ παντελῶς, ἀλλ’ ὁρῶσιν ὅλον αὐτὸν ἐναργῶς πρὸς τὴν ποιὰν σχέσιν, ἣν ποιεῖται τὸ νέφος πρός τε τὰς ὄψεις ἡμῶν καὶ πρὸς αὐτὸν τὸν ἥλιον. τὸ αὐτὸ καὶ περὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, οὓς ὑποτρέχει νέφος, συμβαίνει. καὶ ἐπὶ τῶν ἡλιακῶν δὲ ὁμοίως ἐκλείψεων τοῦτο [δὲ ὁμοίως] γίνεται, τῆς ἐπιπροσθούσης τῷ ἡλίῳ σελήνης κατωτέρω κειμένης. οὐδὲ γὰρ πάντως πᾶσιν ἐπιπροσθεῖ πανταχοῦ οὐδὲ τὴν αὐτὴν οἷς ἐπιπροσθεῖ ποιεῖται σχέσιν, ἀλλὰ καὶ κατὰ τοὺς διαφόρους τόπους, ἐν οἷς ἐπιπροσθεῖ, ποιεῖται διαφοράν, καὶ τοῖς μὲν ὅλος ὁ ἥλιος σκεπόμενος ὑπὸ τῆς σελήνης φαίνεται, τοῖς δὲ οὐχ ὅλος. ἔστι δὲ οἷς τὰ μὲν ἐπιπροσθεῖ μόνα τούτου,2 ἡ δὲ ἔξωθεν περιφέρεια κρικοειδὴς ὁρᾶται περιγείου τῆς σελήνης οὔσης. εἰ τοίνυν καὶ ὁ γαλαξίας κατωτέρω τῶν ἄστρων ἦν, πάθος ὑπάρχων τοῦ ὑπεκκαύματος, παραλλάξεις ἔμελλε περὶ τὰ ἄστρα ποιεῖν καὶ τοῖς μὲν ἡμῶν τινα τούτων ἐπικαλύπτειν, τοῖς δὲ μή, καὶ καθόλου εἰπεῖν, εἰ κατωτέρω τῶν ἀστέρων ἦν ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων, ἐπειδὴ τὰ σημεῖα, καθ’ ἃ τέμνουσιν ἀλλήλους ὅ τε ζῳδιακὸς καὶ ὁ γαλαξίας, ὁ τοξότης ἐστὶ καὶ οἱ δίδυμοι, ἔδει τῶν πλανωμένων ἕκαστον ἐκεῖσε γινόμενον ὑπὸ τοῦ γάλακτος χρωματίζεσθαι· ἀλλὰ καὶ τῶν ἀπλανῶν πάλιν ἕκαστον τῶν ὄντων κατὰ κάθετόν τινι τῶν τοῦ γαλαξίου μερῶν τὸ αὐτὸ πάσχειν ἢ καὶ παντελῶς ἐπικρύπτεσθαι ὑπ’ αὐτοῦ. ὡς γὰρ ὁλοκλήρου τινὸς ἀστέρων κύκλου ὁ γαλαξίας ἐστὶ κόμη, εὔλογον καὶ ἑκάστου τῶν ἀποτελούντων τὸν κύκλον τοῦτον * * * ἡγούμεθα τὸν μῦθον τῷ ἐκ τοῦ γάλακτος τῆς Ἥρας φάσκοντι τοῦτον συστῆναι τὸν κύκλον, ὅτε τοῦ Ἡρακλέους ἀγνοούσης βίᾳ τὸ γάλα ταύτης ἐκμύζοντος (Ἀθηνᾶ γὰρ ὑπέβαλε, φησίν, αὐτὸν κοιμωμένῃ, ἵνα πιὼν ἀθάνατος γένοιτο), τὴν Ἥραν ὀδυνομένην ἀθρόον ἐκσπάσαι τὸν μαζόν, καὶ τοῦ γάλακτος ἐξακοντισθέντος τοῦτον γενέσθαι τὸν κύκλον. οὔτε γὰρ τὸ γάλα διηνεκῶς ἐξακοντίζεται οὔτε ὁ αὐτὸς ἀεὶ τῶν ψυχῶν ἀριθμὸς ἄνεισί τε καὶ κάτεισιν, ἵνα καὶ τὰ αὐγοειδῆ σώματα αὐτῶν τὸν αὐτὸν τόπον ἀναπληροῖ μήτε λείψαντα μήτε πλεονάσαντα πώποτε. τῶν μύθων δὲ τούτων οὐδὲν ἧττον καὶ ἡ Ἀριστοτέλους φυσιολογία τὸ μυθῶδες ἔχει, ἀίδιον πάθος ἐν τῷ ὑπεκκαύματι γίνεσθαι ὑποτιθεμένη μήτε ἀρξάμενον τοῦ εἶναι μήτε παυσόμενον, ὅπερ ἐν οὐδενὶ τῶν στοιχείων ὁρᾶται συμβαῖνον, ἐπεὶ καὶ ἡ οὐσία τούτων κατὰ μέρος γίνεται τε καὶ φθείρεται. εἰ οὖν μηδὲν στοιχείου μέρος ἄναρχόν ἐστι καὶ ἀτελεύτητον, πῶς ὁ γαλαξίας ἐστὶ τοιοῦτος ἐν βραχεῖ μέρει τοῦ ὑπεκκαύματος ὤν, εἴπερ ἀίδιος κατὰ τὸν Σταγειρίτην ὁ κόσμος ἐστίν. εἰ δὲ λέγει ὅτι καὶ τούτου τὸ μὲν γίνεται τὸ δὲ φθείρεται, ὡς καὶ ἐπὶ τῆς ὕλης τῶν κομητῶν εἴπομεν καὶ ἐπὶ τῶν τρεφομένων γίνεται, καὶ τὸ διαφορούμενον ἀναπληροῦται ὑπὸ τοῦ ἐπεισιόντος, ἀλλὰ τῶν τοιούτων οὐδὲν ὡσαύτως ἔχον ἀεὶ φαίνεται οὐδὲ ἑστάναι πάθους ἔστιν ἐκτός, ἀλλὰ πλείστας ἀλλοιώσεις καὶ διαφορὰς ὑπομένει μειώσεις τε καὶ αὐξήσεις, ὅπερ ἐπὶ τοῦ γάλακτος οὐ συμβαίνει. εἴρηται δὲ τῷ φιλοσόφῳ καλῶς μηδένα μηδενὶ λέγοντι συγχωρεῖν, ὃ μὴ ἐπὶ πάντων ἢ ἐπὶ τῶν πλειόνων οὕτως ἔχον ἢ γιγνόμενον φαίνοιτο. εἰ οὖν μηδὲν τῶν φερομένων ὡσαύτως ἔχον ἀεὶ διαμένει, μεταβολὰς δὲ ποιεῖται μυρίας, τὸ δὲ γάλα μεταβολὴν οὐδεμίαν ἔσχεν οὐδὲ σχήσει ποτέ, ἕως ἂν ᾖ τὸ πᾶν, οὐκ ἄρα ἐστὶ τοῦ ἀέρος πάθος οὐδὲ τοῦ ὑπεκκαύματος ἐκ τῆς ξηρᾶς συμβαῖνον ἀναθυμιάσεως.

因为始终留存且保持同一状态,似乎完全不属于任何月下物体,而唯独属于天体——如果说甚至属于天体的话。而且在另一方面也很容易证明,银河并不是空气的受动状态,而是远远高于这些,且这种性质属于恒星天球的物体本身。因为如果它是空气的受动状态,它理应造成对其下穿过的星辰的某些遮蔽和视差;我所说的是这样一类事情:每当云彩在太阳下方穿过时,它对某些人造成遮蔽并阻止看到太阳,但对居住在更内陆地方的人们则完全不造成遮蔽,而是根据云彩对我们的视线以及对太阳本身所形成的特定关系,他们清晰地看到太阳整体。同样的事情也发生在月亮以及云彩在其下穿过的其余星辰上。而在日食的情形中也是同样发生这种情况,因为遮蔽太阳的月亮位于更下方。因为它绝非在任何地方都对所有人遮蔽,也不是对它所遮蔽的人造成相同的关系,而是根据它所遮蔽的不同地方产生差异;对某些人而言,整个太阳显现为被月亮覆盖,而对另一些人而言则并非整个。还有一些人,月亮仅遮蔽太阳的某些部分,而在月亮处于近地点时外侧圆周显现为环状。因此,如果银河也位于星辰下方,作为可燃物的受动状态存在,它理应造成关于星辰的视差,并为我们中的一些人掩盖其中的某些星辰,而对另一些人则不掩盖;而且总的来说,如果它位于恒星或行星的下方,由于黄道带与银河彼此相交的点是射手座与双子座,那么出现在那里的每颗行星理应被银河所着色;不仅如此,与银河某个部分处于同一垂线上的每颗恒星,也理应遭受同样的情况,甚至被它完全遮盖。因为正如银河是星辰的某个完整圆环的发髯一样,构成这一圆环的每个星辰……我们认为那个断言这一圆环是从赫拉的乳汁中构成的神话……当时在赫拉不知情的情况下,赫拉克勒斯用力吸吮她的乳汁(因为神话说,雅典娜趁她入睡时将他置于其下,以便他吮饮后成为不朽者),赫拉因疼痛而突然拔开乳房,乳汁喷溅而出,这一圆环便由此形成。因为乳汁既不是不断地喷溅,灵魂的同一数目也不是始终升起和降下,以至于它们的光辉身体填满同一地方,从未有所短缺或过剩。而且比起这些神话来,亚里士多德的自然哲学同样具有神话色彩,因为它设定在可燃物中产生一种永恒的受动状态,既未开始存在也不会终止——而这种情况在任何元素中都不见发生,因为它们的实质也是部分地生成和毁灭。因此,如果元素的任何部分都不是无始无终的,那么当银河处于可燃物的狭小部分中时,又怎会是具有这种性质的呢——如果确实依照这位斯塔吉拉人,宇宙是永恒的。但如果他说这银河也是一部分生成而另一部分毁灭,正如我们在彗星的质料上所说的那样,并且正如在受滋养的事物上所发生的那样,耗散的部分被新进入的部分所补充,然而此类事物中没有任何一个显现为始终保持同一状态,也不可能停留在受动状态之外,而是经受着极多的变质与差异、减少与增加——而这种情况在银河上并未发生。这位哲学家说得很对,他告诫人们不要向任何人让步承认那些在所有情况或大多数情况下并不显现为如此存在或发生的事情。因此,如果运动的事物中没有任何一个始终保持同一状态,而是产生无数变化,而银河却未曾有过任何变化,并且只要宇宙存在就绝不会有变化,那么它就既不是空气的受动状态,也不是由干燥升发物所产生的可燃物的受动状态。

语法注2 条
  1. 1.99εἰ γὰρ ἦν τοῦ ἀέρος πάθος, κρύψεις τινὰς καὶ παραλλάξεις ἀστέρων, οὓς ὑποτρέχει, ποιεῖν ἔμελλεν

    在反事实条件句的结论从句中,使用了未完成过去式直陈语气 ἔμελλεν 加上不定式 ποιεῖν,针对与事实相反的假定(εἰ ἦν),表达“理应造成(但实际上并未造成)”这一非现实的必然性。

  2. 1.99ἔστι δὲ οἷς τὰ μὲν ἐπιπροσθεῖ μόνα τούτου

    此为 ἔστιν οἵ(有些人)句式的与格形式(ἔστιν οἷς),意为“对某些人而言……”。其后的 τούτου 为指代太阳的属格,与 τὰ μὲν ... μόνα(仅某些部分)构成部分属格关系,用以描述日环食的景象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:114.28-116.2