← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§113.10-114.28

亚里士多德银河论的结论与菲洛波诺斯的批判

亚里士多德借助图解并将银河定义为类似于彗星的升发物现象来结束论述,但菲洛波诺斯提出了诸多反驳,指出银河的不变恒常性以及它不受大气变化和行星运行影响的特征,与月下大气升发物之说完全不容。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.99#1

" Θεωρείσθω δὲ ὅ τε κύκλος καὶ τὰ ἐν αὐτῷ ἄστρα ἐκ τῆς ὑπογραφῆς. τοὺς δὲ σποράδας καλουμένους οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι1 διὰ τὸ μηδεμίαν διὰ τέλους ἔχειν φανερὰν ἕκαστον θέσιν, εἰς δὲ τὸν οὐρανὸν ἀναβλέπουσίν ἐστι δῆλον· ἐν μόνῳ γὰρ τούτῳ τῷ κύκλῳ τὰ μεταξὺ πλήρη τοιούτων ἀστέρων ἐστίν, ἐν δὲ τοῖς ἄλλοις διαλείπει φανερῶς. ὥστε εἴπερ καὶ περὶ τοῦ φαίνεσθαι κομήτας ἀποδεχόμεθα τὴν αἰτίαν ὡς εἰρημένην μετρίως, καὶ περὶ τοῦ γάλακτος τὸν αὐτὸν ὑποληπτέον τρόπον ἔχειν." Καὶ διὰ καταγραφῆς τῇ ὄψει τὰ εἰρημένα παρίστησιν, οὕτως αὐτὸν ὡς ἐν τῷ οὐρανῷ κεῖται τὸν γαλαξίαν ὑπογράφων, ἐν οἷς τε ἁπλοῦς ἐστι καὶ ἐν οἷς ἀναδίπλωσιν ἔχει, καὶ τὰ ἐν ἑκάστῳ τούτου μέρει τῶν ἄστρων εἰδωλοπεποιημένα. ἐπειδὴ δὲ μεταξὺ τούτων καί τινα τῶν σποράδων ἐστίν, ἃ καταγράφειν οὐκ ἦν εὐμαρὲς διὰ τὴν ἄτακτον αὐτῶν θέσιν, τούτους, φησί, θεωρητέον οὐκ ἐν τῷ διαγράμματι, ἀλλ’ εἰς αὐτὸν ἀναβλέποντας τὸν οὐρανόν. ὄψει γὰρ μεταξὺ τούτων κατεστηριγμένους πολλοὺς τῶν σποράδων, οὓς εἰδωλοποιῆσαι τοῖς παλαιοῖς οὐ γέγονεν εὔκολον. ἅπαντα γάρ, φησί, τὰ μεταξὺ τῶν εἰδωλοπεποιημένων ἄστρων ἐν τῷ γαλαξίᾳ πλήρη τῶν σποράδων ἐστὶν ἄστρων· ἐν δὲ τοῖς ἄλλοις κύκλοις πολλὰ μεταξὺ φαίνεται κενὰ καὶ ἄστρων χωρίς. ταῦτα εἰπὼν συμπεραίνει τὸν λόγον καί φησιν ὡς εἰ τὴν εἰρημένην περὶ τῶν κομητῶν αἰτίαν ἀποδεχόμεθα τὴν αὐτὴν εἶναι ταύτην καὶ περὶ τοῦ γάλακτος εὔλογον ὑπολαμβάνειν. ὡς εἴ τις ὁρίσειε, φησί, τὸν γαλαξίαν, εἴποι ἂν ‘γαλαξίας ἐστὶν ἡ τοῦ μεγάλου κύκλου κόμη διὰ τὴν εἰρημένην ἀναθυμίασιν ὑφισταμένη.’ τὰ μὲν οὖν Ἀριστοτέλει περὶ τοῦ γαλαξίου δοκοῦντά ἐστι τοιαῦτα· ἄτοπα δὲ πολλὰ τῷ λόγῳ καὶ ἀδύνατα συμβαίνει καὶ ἀποκλήρωσιν ἔχοντα μόνην.2 εἰ γὰρ ὡς ὁ κομήτης οὕτω καὶ ὁ γαλαξίας πάθος ἦν τοῦ ἀέρος, πῶς ὁ αὐτός ἐστιν ἀεὶ καὶ ὡσαύτως ἔχων, οὔτε καθόλου οὔτε κατά τι τῶν αὐτοῦ μερῶν ἀλλοιότερός ποτε γινόμενος, οὐ τὸ μῆκος, οὐ τὸ πλάτος αὐξήσας, οὐ μειώσας, οὐ τὴν θέσιν, οὐ τὸ σχῆμα μεταβαλών, οὐχ ὅπῃ ἀναδεδίπλωται γενόμενος ἁπλοῦς ἢ ἔμπαλιν ἐν οἷς ἁπλοῦς ἐστι, διπλόην ἔσχε, πλείονος ὕλης ἢ ἐλάττονος ἄλλοτε ἐν ἄλλοις μέρεσιν αὐτοῦ συνισταμένης,3 ὃ καὶ ἐπὶ τῶν κομητῶν, καθά φησι, συμβαῖνον φαίνεται ὁμοΰλων ὄντων αὐτοῦ; καὶ καθόλου γὰρ μυρίας ἐν τῷ ἀέρι μεταβολὰς ἐν χρόνῳ βραχεῖ γινομένας ὁρῶμεν, καὶ ἐν τοῖς ἀλεεινοτέροις τῶν τόπων ψῦχος πολὺ καὶ ἐν τοῖς ψυχροτέροις τὸ θερμὸν πολλάκις ἐπικρατοῦν. πῶς οὖν ἐν οὕτως ἀστάτῳ πράγματι τῇ ἀναθυμιάσει τὴν αὐτὴν εἰκὸς ἦν ἐν μόνῳ τῷ γαλαξίᾳ γίνεσθαι διηνεκῶς, μηδεμιᾶς μηδέποτε γινομένης διαφορᾶς, ἀλλὰ ἡ αὐτὴ καὶ ποσῷ καὶ ποιῷ φαίνεται ἀναθυμίασις, καὶ τῇ θέσει ὁμοίως ἔχουσα καὶ τῇ τάξει τῶν ἄστρων, μηδεμιᾶς μηδαμόθεν γινομένης αὐτῇ μεταβολῆς, ὅπερ οὐδενὶ τῶν ὑπὸ σελήνην φαίνεται συμβαῖνον, οὐδ’ ἐπ’ αὐτῶν τῶν κομητῶν, περὶ ὧν ὁ λόγος· οὔτε γὰρ ἐν τοῖς αὐτοῖς τόποις ἀεὶ γίνονται οὔτε μεγέθεσιν οὔτε σχήμασιν οὐ τῇ θέσει τῶν μορίων εἰσὶν οἱ αὐτοί. εἰ δὲ διὰ τὸ πλῆθος τῶν ἀστέρων τῶν ἐν τοξότῃ καὶ διδύμοις ὁ γαλαξίας ἐστὶν ἐκεῖ διαφανέστερος, διὰ τί μὴ καὶ ὑπὸ τὸν Ὠρίωνα τὸ αὐτὸ γίνεται, πολλῶν ὄντων ἀστέρων ἐκεῖ καὶ μεγίστων, ἢ καὶ ὑπὸ τὰς ἄρκτους; πῶς δὲ μετακινουμένων ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν πλανήτων καὶ ἄλλοτε ἐν ἄλλοις γινομένων μέρεσι τοῦ ζῳδιακοῦ μηδέποτε ἐν μηδενὶ μέρει τοῦ γαλαξίου βορειοτέρῳ τυχὸν ἢ νοτιωτέρῳ διαφορά τις ἐγένετο; καίτοι γε ἡ τοῦ ἡλίου μετάθεσις ἐπὶ τὰ νότιά τε καὶ ἐπὶ τὰ βόρεια μεγίστην περὶ τὸν ἀέρα ποιεῖ διαφορὰν τῷ ἀφεστηκέναι τινῶν αὐτοῦ μερῶν καὶ πλησιάζειν ἑτέροις. πῶς οὖν οὐδὲ τὴν τυχοῦσαν μεταβολὴν περὶ μόνα τὰ τοῦ γαλαξίου ποιεῖται μέρη πλησιάζων ὁ ἥλιος αὐτοῖς ἢ πάλιν αὐτῶν ἀφιστάμενος, ἀλλ’ ἡ αὐτὴ περὶ ἕκαστον τῶν αὑτοῦ μερῶν ἀναθυμίασις ἀεὶ γίνεται ποσῷ τε καὶ ποιῷ καὶ τῷ χρώματι;

“圆环及其中的星辰应当从图解中予以观察。至于所谓散在的星辰,则不可能这样配置在天球仪上,因为它们每一个都没有始终明白显见的位置,但对于仰望天空的人而言则是显然的;因为唯独在这一圆环中,[星辰之间的]间隔充满着此类星辰,而在其余圆环中则明显有空缺。因此,如果我们确实把关于彗星显现所陈述的原因作为适度之论加以接受,那么关于银河也必须认为具有同样的情形。” 他通过绘图把所说的事情呈现在视觉面前,将银河本身如其在天空中的位置描摹出来,包括它在哪些部分是单一的,在哪些部分具有重叠,以及在它的各个部分中构成为星座的星辰。然而,由于在这些星辰之间也有一些散在的星辰,因其无序的位置而不易描绘,他说,对于这些星辰不应在图解中观察,而应当通过仰望天空本身来观察。因为你会看到许多散在的星辰固定在它们之间,古代人要把这些星辰构成为星座是不容易的。他说,因为在银河中构成为星座的星辰之间的所有空间都充满着散在的星辰;但在其他圆环中,其间显现出许多空白且没有星辰。说了这些之后,他总结了论证,并说如果我们接受关于彗星所陈述的原因,那么认为关于银河也是这一同样的原因就是合乎情理的。他说,这就好像如果有人要定义银河,他会说:“银河乃是由于上述升发物而生起的大圆之发髯[彗尾]。”亚里士多德关于银河的看法固然是如此这般的;但伴随这一论述的却有许多荒谬和不可能之事,且仅仅具有武断的设定。因为如果银河如同彗星一样也是空气的一种受动状态,那么为何它始终同一且保持同一状态,无论在整体上还是在它的任何部分上都从未变得不同,既未在长度上也未在宽度上有所增减,既未改变位置也未改变形状,既未在重叠之处变为单一,也未相反地在单一之处具有双重性——尽管时而更多时而更少的质料凝聚在它的不同部分中(正如他所说,在与它同质料的彗星身上也可以看到这种情况发生)?而且总的来说,我们看到空气在短时间内发生无数变化,在较温暖的地方常常极度寒冷,在较寒冷的地方常常热量占优。那么,在升发物这样不稳定的事物中,怎么可能唯独在银河中不断产生同一事物,从未产生任何差异,反而在数量和质量上都显现为同一种升发物,并在位置以及星辰的秩序上同样保持不变,不从任何地方产生任何变化——而这种情况在任何月下事物中都不曾见发生,甚至在作为论证对象的彗星本身身上也不曾发生?因为彗星既非始终在同一地方生成,在尺寸、形状以及各部分的位置上也不是同一的。再者,如果由于射手座和双子座中星辰的众多,银河在那里更加清晰可见,那么为何在猎户座之下或者在二熊座之下不同样发生这种情况呢,既然那里也有许多星辰且是最大的星辰?又怎么会在太阳、月亮以及其余行星移动位置并时而出现在黄道带的不同部分时,银河的任何部分——无论碰巧是偏北还是偏南——从未产生过任何差异呢?况且太阳向南和向北的移位,通过远离空气的某些部分并接近另一些部分,对空气造成了极大的差异。那么,太阳在接近银河各部分或再次远离它们时,怎么会唯独对银河的这些部分连寻常的变化也不引起,反而在它〔银河〕的每个部分周围,无论在数量、质量还是颜色上都始终产生同一升发物呢?

语法注3 条
  1. 1.99οὕτω μὲν εἰς τὴν σφαῖραν οὐκ ἔσται τάξαι

    οὐκ ἔσται 充当无人称未来时(相当于 οὐκ ἔξεσται),支配不定式 τάξαι,意为“将不可能配置”。介词短语 εἰς τὴν σφαῖραν 指的是将星辰标绘或配置在人造天球仪之上。

  2. 1.99ἄτοπα δὲ πολλὰ τῷ λόγῳ καὶ ἀδύνατα συμβαίνει καὶ ἀποκλήρωσιν ἔχοντα μόνην

    主动词 συμβαίνει 支配与格 τῷ λόγῳ(“伴随着该论述”),其主语是由中性复数形容词与分词并列构成的 ἄτοπα καὶ ἀδύνατα καὶ ἀποκλήρωσιν ἔχοντα μόνην(“荒谬的、不可能的以及仅具有武断设定的事情”)。ἀποκλήρωσις 是哲学注疏中表示缺乏合理证明的“随意假定/武断决定”的专门术语。

  3. 1.99πλείονος ὕλης ἢ ἐλάττονος ἄλλοτε ἐν ἄλλοις μέρεσιν αὐτοῦ συνισταμένης

    属格独立结构,对于前面一系列带有否定词的分词(οὐ τὸ μῆκος... αὐξήσας, οὐ μειώσας, οὐ τὴν θέσιν... μεταβαλών 等)带有让步意味(“尽管时而更多或更少的质料凝聚在……”)。它借用亚里士多德彗星理论中升发物质料增减的前提,反诘为何银河自身的尺寸和形状从未发生任何改变。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:113.10-114.28