- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:111.24-113.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在346a16中关于银河形成条件(为大圆、超出回归线、大星与散在星聚集)的论述,斐洛庞奴斯解释了大圆上星辰的线速度及其生热机制、与黄道带的差异以及散在星的定义,并指出星辰的稠密程度与银河的亮度完全对应。
" Οὗτος δ’ ὁ κύκλος, ἐν ᾧ τὸ γάλα φαίνεται τοῖς ὁρῶσι, μέγιστος ὢν τυγχάνει καὶ τῇ θέσει κείμενος οὕτως ὥστε πολὺ τοὺς τροπικοὺς ὑπερβάλλειν. πρὸς δὲ τούτοις ἄστρων ὁ τόπος πλήρης ἐστὶ τῶν τε μεγίστων καὶ λαμπροτάτων, ἔτι καὶ τῶν σποράδων καλουμένων (τοῦτο δ’ ἐστὶ καὶ τοῖς ὄμμασιν ἰδεῖν φανερόν), ὥστε διὰ ταῦτα συνεχῶς καὶ ἀεὶ ταύτην πᾶσαν ἀθροίζεσθαι τὴν σύγκρισιν." Διὰ τί μὲν ὑπὸ τὸν ζῳδιακὸν τὸ γάλα μὴ γίνεται, δέδειχεν ἤδη, τίνος δὲ χάριν ἐν τούτῳ συνίσταται, διδάσκει νῦν· ὅτι τε μέγιστος, φησίν, οὗτος ὁ κύκλος ἐστὶ τὴν σφαῖραν διχοτομῶν, καὶ ὅτι τοὺς τροπικοὺς ὑπερβάλλει πολύ, τουτέστιν ἔξω τούτων πέπτωκε, κἀντεῦθεν οὐ ταὐτὸ τῷ ζῳδιακῷ πάσχει πάθος. τῷ γὰρ μηδένα τῶν πλανωμένων δι’ αὐτοῦ φέρεσθαι μήτε τὸν ἥλιον μήτε τὴν σελήνην ἡ ἐκεῖ φερομένη ἀναθυμίασις οὐ διαλύεται. καὶ πρὸς τούτῳ πλήρης ἐστὶν ἄστρων μεγίστων τε καὶ λαμπροτάτων, ὡς πολλὴν μὲν ἐξ αὐτῶν ἀναθυμίασιν ἕλκεσθαι, μὴ παντελῶς δὲ διαφορεῖσθαι ταύτην. οὐ γὰρ οὕτως ὑπερβάλλει τὸ θερμὸν ἐν τούτοις ὡς ἐν τῷ ζῳδιακῷ, διὸ καὶ ἡ ὑπὸ τοῦτον ζώνη τῆς γῆς διακέκαυται καὶ ἀοίκητός ἐστι. ταῦτα μὲν οὖν πιθανὰ λίαν· τί δὲ πρὸς τοῦτο λυσιτελεῖ καὶ τὸ μέγιστον εἶναι τὸν τοῦ γάλακτος κύκλον; τηλικοῦτος γάρ ἐστι καὶ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ πᾶς διχοτομῶν τὴν σφαῖραν. φημὶ τοίνυν ὡς τὰ ἐπὶ τῶν μεγίστων κύκλων ἄστρα φερόμενα θᾶττον κινεῖται συμπεριαγόμενα τούτοις ἤπερ τὰ ἐν σμικροῖς ὄντα κύκλοις. μιᾶς γὰρ οὔσης τοῦ παντὸς οὐρανοῦ τῆς περιφορᾶς, καὶ ἐν τῷ αὐτῷ χρόνῳ τῶν ἐν αὐτῷ κύκλων πάντων ἅμα ἀποκαθισταμένων μειζόνων τε καὶ ἐλαττόνων, ἀνάγκη πᾶσα τοὺς μείζονας κύκλους θᾶττον κινεῖσθαι τῶν ἐλαττόνων, καὶ ὅσον ὑπερβάλλουσι τῷ μεγέθει, τοσοῦτον καὶ ἡ ταχυτὴς αὐτῶν τῆς κινήσεως αὔξεται, ἵν’ οὕτως ἅμα πάντων ἡ ἀποκατάστασις γένηται. τοῦτο δὲ καὶ Ἄρατος περὶ τῶν ἄστρων τῶν ἐν τῷ ἰσημερινῷ κειμένων εἴρηκε μεγίστῳ ὄντι· αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.1 τουτέστιν οὐχ ὑπολείπεται ὁ κριὸς διὰ τὸ μέγεθος τοῦ ἰδίου κύκλου ἐν τῇ ἀποκαταστάσει τῆς τοῦ παντὸς κινήσεως τῆς ἐν τῷ ἐλαχίστῳ κύκλῳ κειμένης κυνοσούρας, ἀλλ’ ἰσοχρόνως ἀποκαθίστανται. τοῦτο δὲ διὰ τὸ τάχος τῆς κινήσεως τοῦ κριοῦ δηλονότι γίνεται. εἰ οὖν ἡ κίνησις θερμαίνει, ἡ δὲ θερμότης ἕλκει τὴν ἀναθυμίασιν, καὶ ἡ ταχυτέρα κίνησις δηλονότι μᾶλλον θερμαίνει, ἡ δὲ μείζων θερμασία πλείονα ποιεῖ ἀναθυμίασιν. ὅταν δὲ εἴπω τοὺς ἐν τοῖς μείζοσι κύκλοις ἀστέρας θᾶττον κινεῖσθαι τῶν ἐν τοῖς ἐλάττοσι, τοὺς κύκλους οἷς συμπεριάγονται λέγω.2 οἱ γὰρ ἐπὶ τοῦ ζῳδιακοῦ κείμενοι ἀστέρες οὐ πάντων τῶν ἄλλων ταχύτερον κινοῦνται (καίτοι μέγιστός ἐστιν οὗτος ὁ κύκλος), διότι μὴ διὰ τούτου μέσου πάντων τούτων ἡ κίνησις. οἱ γοῦν τοῖς σημείοις τοῖς τροπικοῖς πλησιάζοντες, ὅ τε καρκίνος καὶ ὁ αἰγόκερως τῶν ἄλλων εἰσὶ πάντων βραδύτεροι τῶν ὅσοι τοῦ ἰσημερινοῦ τυγχάνουσιν ὄντες πλησιέστεροι· ἐπὶ μειζόνων γὰρ παραλλήλων οὗτοι κινοῦνται, οἱ δὲ ἐν τοῖς τροπικοῖς σημείοις ἐπ’ ἐλαττόνων. εἰπὼν δὲ ὡς ὁ τοῦ γαλαξίου τόπος τῶν μεγίστων ἄστρων πλήρης ἐστὶ καὶ λαμπροτάτων, ἐπήγαγεν ἔτι καὶ τῶν σποράδων καλουμένων, ὡς ἐκείνων μὲν οὐκ ὄντων σποράδων, ἀλλ’ εἰδωλοπεποιημένων, τούτων δὲ κατὰ τὸ ἐπιτυχὸν διεσπαρμένων καὶ οὐκ ἀποτυπούντων εἴδωλα.3 οὕτω δὲ τοὺς τοιούτους καὶ Ἄρατος ὀνομάζει· ἄλλοι δὲ σποράδην ὑποκείμενοι ὑδροχοῆϊ κήτεος αἰθερίοιο καὶ ἰχθύος ἠερέθονται μέσσοι. σημεῖον δὲ καὶ τοῦτο ποιεῖται τοῦ καλῶς ἀποδεδόσθαι τὸν περὶ τοῦ γάλακτος λόγον· ὅλος μὲν γὰρ ὁ κύκλος οὗτος, φησί, μεγίστων καὶ λαμπροτάτων ἀστέρων πλήρης, τῶν τε ἄλλων καὶ τῶν καλουμένων σποράδων, καὶ αὐτοῦ δὲ τούτου τὸ μὲν ἕτερον ἡμικύκλιον, ἐν ᾧ πλεῖόν ἐστι τὸ φῶς τοῦ γάλακτος καὶ λαμπρότερον καὶ ἀναδιπλώσεις ἔχον, ἐν τούτῳ πυκνότερα τοῦ λοιποῦ καὶ μείζονά ἐστι τὰ ἄστρα καὶ λαμπρότερα, ἐν δὲ τῷ λοιπῷ, ἐν ᾧ μὴ τοιαῦτά ἐστι μηδὲ τοσαῦτα μηδ’ οὕτω πεπύκνωται τὰ ἄστρα, ἐν τούτῳ καὶ τὸ γάλα ἧττον ὑπάρχει καὶ ἀμυδρότερον καὶ ἀναδιπλώσεις οὐκ ἔχον. δῆλον οὖν ὅτι τὰ ἄστρα τοῦ γάλακτός ἐστιν αἴτια.
“而对于观察者而言乳白色显现于其中的这个圆环,碰巧是最大的,并且在位置上如此安放,以至于大大超出回归线。此外,该处充满着最大且最明亮的星辰,而且还充满着所谓散在的星辰(这一点用肉眼看也是显然的),因此由于这些缘故,这整个凝结物连续且永远地聚集起来。” 银河为何不在黄道带之下生成,他已经表明;而它究竟为何凝结在这一圆环中,他现在予以说明:他说,由于平分天球的这个圆环是最大的,并且它大大超出回归线,也就是说落在它们之外,因此它并不遭受与黄道带相同的受动状态。因为由于没有一颗漫游的星辰、无论是太阳还是月球穿过它运行,运移到那里的升发物不会被消解。此外,它充满着最大且最明亮的星辰,以至于从它们那里吸引了大量升发物,但这些升发物并不完全消散。因为在这些星辰中热量并不像在黄道带中那样过量,这也是黄道带之下的地球地带被烤焦且无法居住的原因。这些说法固然极有说服力;但银河之环是最大的这一事实,对此又有何益处呢?因为黄道带、赤道以及平分天球的每一个圆环都是同样巨大的。所以我说,在最大圆环上运行的星辰,由于随它们一同回转,比在小圆环上的星辰运动得更快。因为既然整个天穹的回转是单一的,并且在同一时间内其内的所有圆环——无论是较大的还是较小的——都同时复位,那么较大的圆环必然比小圆环运动得更快,而且它们在尺寸上大出多少,它们运动的速度也就增加多少,以便所有圆环能如此同时复位。阿拉托斯关于位于作为大圆的赤道上的星辰也曾说过:“就在那里,白羊的道路也是最迅疾的,他虽被驱赶绕过极长的圆环,却丝毫不少于小熊座的熊那般奔驰。”也就是说,白羊由于自身圆环的巨大,在全界运动的复位中,并不落后于位于最小圆环上的小熊座,而是以等同的时间复位。这显然是由于白羊运动的迅疾而发生的。因此,如果运动产生热,而热吸引升发物,且更快的运动显然产生更多的热,那么更大的热量就会制造更多的升发物。但每当我说在大圆环上的星辰比在小圆环上的星辰运动更快时,我指的是它们随之回转的圆环。因为位于黄道带上的星辰并不比所有其他星辰运动得都快(尽管该圆环是最大的),这是因为所有这些星辰的运动并非都穿过它的中间。至少,那些靠近二至点的星辰,即巨蟹座和摩羯座,比所有碰巧更接近赤道的其他星辰都要慢;因为后者在较大的平行圈上运动,而位于二至点的星辰则在较小的平行圈上运动。他在说了银河之处充满着最大且最明亮的星辰之后,又加上了“而且还充满着所谓散在的星辰”,这犹如在说,前者不是散在的,而是构成了形象,而后者则是随意散落且不勾勒出形象的。阿拉托斯也是这样称呼此类星辰的:“另有一些散在位于宝瓶座之下的星辰,悬挂在天界鲸鱼座与鱼之间。”他把这一点也作为关于银河的论述已被正确给出的证据:因为他说,虽然这整个圆环都充满着最大且最明亮的星辰——无论是其他星辰还是所谓散在的星辰——但在它的那一个银河之光更充沛、更明亮且具有重叠的半圆中,星辰比其余部分更为稠密、更大且更明亮;而在星辰既非如此、也不那么多、亦未如此稠密的其余半圆中,银河也较弱、较暗淡且不具有重叠。由此显然,星辰乃是银河的原因。
- 1.98αὐτοῦ καὶ κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος πέρι κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.
引自诗人阿拉托斯的诗句。μήκιστα 为诗意形容词 μήκιστος(相当于 μέγιστος)的中性复数宾格,修饰 πέρι κύκλα 并起同族/副词性作用。οὐδὲν ἀφαυρότερον 作副词用,意为“丝毫不逊于”,后面的 κυνοσουρίδος ἄρκτου 为比较属格,以天极附近的小熊座运行为比较标准。
- 1.98ὅταν δὲ εἴπω τοὺς ἐν τοῖς μείζοσι κύκλοις ἀστέρας θᾶττον κινεῖσθαι τῶν ἐν τοῖς ἐλάττοσι, τοὺς κύκλους οἷς συμπεριάγονται λέγω.
主句动词 λέγω 的宾语 τοὺς κύκλους οἷς συμπεριάγονται(“它们随之回转的圆环”)紧置于 ὅταν 从句之后。此处的 λέγω 表示澄清或界定,构成“每当我宣称……时,我指的乃是……”的句式,用以限定所谓大圆与小圆是指周日旋转的平行圈,而非星辰自身的轨道。
- 1.98ὡς ἐκείνων μὲν οὐκ ὄντων σποράδων, ἀλλ’ εἰδωλοπεποιημένων, τούτων δὲ κατὰ τὸ ἐπιτυχὸν διεσπαρμένων καὶ οὐκ ἀποτυπούντων εἴδωλα.
连词 ὡς 后接两组相对比的(μέν...δέ)属格绝对结构(ἐκείνων... ὄντων... εἰδωλοπεποιημένων 与 τούτων... διεσπαρμένων... ἀποτυπούντων)。ὡς 表明亚里士多德补充用语时所体现的意图或理由,意为“犹如前者是构成形象的星座,而后者则是随意散落且不勾勒形象的”。
