- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:110.7-111.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德将银河解释为由整个星辰天球的运动所引燃的一条普遍彗尾,并以星辰最稠密处银河最亮作为证据,进而解释了为何由于太阳和行星的过量热量,黄道带上无法形成银河或彗尾。
" Ὃ δὴ καθ’ ἕνα συμβαίνει τῶν ἀστέρων, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν· εὔλογον γάρ, εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις,1 καὶ τὴν τῶν ἄλλων ἁπάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν." Οὐρανὸν ἐνταῦθα, φησὶν ὁ Ἀλέξανδρος, τὴν ἀπλανῆ σφαῖραν Ἀριστοτέλης ὠνόμασε· τοῦτο γάρ, φησίν, ἐδήλωσεν εἰπὼν καὶ τὴν ἄνω φορὰν ἅπασαν· ἐγὼ δὲ τὴν προσθήκην οἶμαι πᾶσαν δηλοῦν τὴν κυκλοφορουμένην οὐσίαν, λέγω τὴν ὅλην ὀκτάσφαιρον ἢ ἐννεάσφαιρον, ὡς Πτολεμαίῳ δοκεῖ. τὸ γὰρ ἅπασαν εἰπεῖν τὴν ἄνω φορὰν τούτου μᾶλλον ὑπάρχει δηλωτικόν, καὶ προσέτι τὸ πρὸ τούτων εἰρημένον “ἀλλ’ ὑπό τινος τῶν ἀστέρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων” πᾶσαν ἐκείνην τὴν οὐσίαν συμπεριείληφεν· οὐ γὰρ τοὺς ἀπλανεῖς, ἀλλὰ καὶ τοὺς πλανωμένους ἕλκειν τοιαύτην ἀναθυμίασιν βούλεται. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον καλεῖν ἔθος, ὡς καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν”, καὶ τὴν Περὶ οὐρανοῦ πραγματείαν οὕτως Ἀριστοτέλης ὠνόμασε περὶ τοῦ κόσμου παντὸς διαλαμβάνουσαν· καὶ ἰδικώτερον πάλιν οὐρανὸν τὸ ὀκτάσφαιρον ὁμοῦ ἢ ἐννεάσφαιρον καλοῦσι, καὶ πρὸς τούτοις ἰδικώτατα μόνην τὴν ἀπλανῆ. τὸ οὖν ἐντεῦθεν συναγόμενόν ἐστιν ὅτι τὸ περὶ ἕνα γινόμενον ἀστέρα πάθος, τουτέστι τὸ ἕλκειν εἰς ἑαυτὸν τὴν εἰρημένην ἀναθυμίασιν καὶ δι’ αὐτὴν γίνεσθαι κομήτην, εὔλογον καὶ περὶ πάντα συμβαίνειν καὶ μίαν κόμην ὅλῳ περικεῖσθαι κύκλῳ, ἑκάστου ἀστέρος τὴν ὑποκειμένην ὕλην ἐπισπωμένου, καὶ διὰ τὴν συνέχειαν τῆς ἀναθυμιάσεως μίαν κόμην γίνεσθαι πᾶσιν, ἣν γαλαξίαν διὰ τὸ χρῶμα προσαγορεύομεν. εἰ γὰρ ἡ ἑνὸς ἀστέρος κίνησις ἐκριπίζει καὶ ἀνάπτει τοιαύτην ὕλην, πόσῳ μᾶλλον πολλοὺς ἅμα δύνασθαι τοῦτο ποιεῖν ἀστέρας;
“在个别星辰身上发生的事情,必须理解为是围绕整个天穹和全部上界运行而发生的;因为如果一颗星辰的运动[能如此做],那么所有其余星辰的运动也做某种此类事情并煽起火焰,这是合乎情理的。” 亚历山大说,亚里士多德在此处将恒星天球命名为“天穹”;因为他说,亚里士多德通过说“以及全部上界运行”表明了这一点。但我认为,这一附加语表明的是整个作圆周运动的实体,我指的是托勒密所认为的整个八天球或九天球系统。因为说“全部上界运行”更能说明这一点,而且在此之前所说的话——“但是在无论是恒星还是行星的某颗星辰之下”——也囊括了整个那一实体;因为亚里士多德不仅认为恒星,而且认为行星也吸引此类升发物。而古人也有将整个宇宙称为“天穹”的习惯,正如柏拉图所说“我们称之为天穹或宇宙者”,亚里士多德论述整个宇宙的《论天》也是如此命名的;更特殊地,他们又把八天球或九天球系统共同称为“天穹”,此外,最特殊地,仅将恒星天球称为“天穹”。因此,由此得出的结论是:围绕单一星辰所发生的受动状态——即把前述升发物吸引到自身周围并因此成为彗星——合情合理地也发生在所有星辰周围,并且一条单一的彗尾围绕着一整个圆环,每颗星辰都将底层的质料吸引上来,由于升发物的连续性,便为所有星辰产生了一条单一的彗尾,我们因其颜色而称之为银河。因为如果一颗星辰的运动煽起并引燃此类质料,那么许多星辰聚在一起能够做到这一点,岂不是更加理所当然吗?
"Καὶ πρὸς τούτοις ἔτι καθ’ ὃν τόπον πυκνότατα, καὶ πλεῖστα καὶ μέγιστα τυγχάνουσιν ὄντα τῶν ἄστρων." Καὶ τοῦτο τεκμήριον ποιεῖται τοῦ κομήτην εἶναι τὸν γαλαξίαν ἐκ τῆς ἀναθυμιάσεως τῆς εἰρημένης ὡς ἐξ ὑλικοῦ αἰτίου γενόμενον· καθ’ ὃν γὰρ τόπον αὐτοῦ μέγιστά τέ ἐστιν ἄστρα καὶ πυκνότατα, κατὰ τοῦτον μάλιστα πολὺ τὸ γάλα καὶ λαμπρότατον φαίνεται, καὶ ὁ τούτου κύκλος ἐπαναδιπλοῦται· διὰ γὰρ τὴν ἀπὸ τῶν ἀστέρων θερμασίαν ἀναθυμίασις ἐκεῖ πολλὴ ἀθροίζεται, ἐξ ἧς οἱ κομῆται συνεστᾶσιν. ἐν ᾧ δὲ μήτε μεγάλα ἐστὶν ἄστρα μήτε πολλὰ καὶ πυκνά, ἐν τούτῳ καὶ τὸ φῶς ἔλαττον καὶ ἀμυδρότερον, καὶ διπλόην ὁ κύκλος οὐδεμίαν ἔχει.
“此外,还在星辰碰巧最为稠密、最多且最大的地方。” 他把这一点作为银河是以先前所述的升发物为质料因而生成的彗星的证据;因为在银河中星辰最大且最稠密的地方,乳白色尤其显得浓厚且最明亮,并且它的圆环呈现双重;因为由于来自星辰的热量,大量升发物在那里聚集,彗星正是由这些升发物构成的。而在既没有大星、星辰也不多不稠密的地方,光线也较少且较暗淡,圆环没有任何双重形态。
"Ὁ μὲν οὖν τῶν ζῳδίων διὰ τὴν τοῦ ἡλίου φορὰν καὶ τὴν τῶν πλανητῶν διαλύει τὴν τοιαύτην σύστασιν, διόπερ οἱ πολλοὶ τῶν κομητῶν ἐκτὸς γίνονται τῶν τροπικῶν. ἔτι δὲ οὔτε περὶ τὸν ἥλιον οὔτε περὶ τὴν σελήνην γίνεται κόμη· θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν.2" Ἐπειδὴ περὶ τοῦ γάλακτος πρὸ τούτων ἔλεγεν “ὃ δὴ καθ’ ἕνα τῶν ἀστέρων συμβαίνει, τοῦτο δεῖ λαβεῖν γινόμενον περὶ ὅλον τὸν οὐρανὸν καὶ τὴν ἄνω φορὰν ἅπασαν”, ἕνα δὲ καὶ μόνον ὁ γαλαξίας κύκλον ἀποτελεῖ, ὅπερ ἄν τις ἠπόρησε, τοῦτο λύει νῦν· διὰ τί γὰρ ἐν ἑκάστῳ μέρει τοῦ οὐρανοῦ, ἐν ᾧ λαμπρὰ συνέστηκεν ἄστρα, μὴ γίνεται γαλαξίας. λέγει οὖν ὡς ἐν τῷ ζῳδιακῷ, ἐν ᾧ τῶν ἀστέρων οἱ πλανώμενοι κινοῦνται σελήνη τε καὶ ἥλιος, οὐ δυνατὸν συστῆναι κόμην ἢ γάλα· ἡ γὰρ πολλὴ θερμασία λεπτύνει τὴν ὕλην καὶ διαφορεῖ παντελῶς. εἴρηται γὰρ ὡς καὶ πάχους συμμέτρου δεῖ τῆς ὕλης πρὸς ἔξαψιν· οὔτε γὰρ ἡ ἄγαν λεπτὴ οὔτε ἡ λίαν παχυτάτη πρὸς ἔξαψίν ἐστιν ἐπιτήδειος. ἡ μὲν γὰρ πρὶν ἐξαφθῆναι καταδαπανᾶται, τῆς δὲ οὐκ ἐφικνεῖται τὸ ποιοῦν. τεκμήριον δὲ τούτου τὸ μηδὲ περὶ τὸν ἥλιον μηδὲ περὶ τὴν σελήνην κόμην συνίστασθαι. εὐλόγως οὖν οὐδὲ ὑπὸ τὸν κύκλον ἐν ᾧ οὗτοι κινοῦνται.
“黄道带由于太阳的运行和行星的运行消解了这种凝结,因此多数彗星生成在回归线之外。此外,在太阳周围或在月球周围都不生成彗尾;因为它们分离质料的速度太快,以至于此类结合来不及形成。” 由于在此之前关于银河他曾说“在个别星辰身上发生的事情,必须理解为是围绕整个天穹和全部上界运行而发生的”,而银河却仅构成单一的一个圆环,因此他现在解答了人们可能会提出的疑难:即为何不在天穹中聚集有明亮星辰的每一个部分都生成银河?他说,在星辰中的漫游者以及月球和太阳所运行的黄道带中,不可能形成彗尾或银河;因为巨大的热量使质料稀薄并完全消散。因为前面已经说过,质料为了引燃也需要有适度的稠密度;因为过分稀薄的质料和过分稠密的质料都不适宜引燃。前者在被引燃之前就被消耗殆尽,而对后者作用物则无法触及。这一点的证据是,无论在太阳周围还是在月球周围,都不凝结出彗尾。因此,在它们所运行的圆环之下[不凝结出彗尾],也就是合乎情理的。
- 1.95εἴπερ ἡ ἑνὸς ἄστρου κίνησις
在条件从句 εἴπερ 之后,与主句不定式短语(καὶ τὴν τῶν ἄλλων ἁπάντων ποιεῖν τι τοιοῦτον καὶ ἐκριπίζειν)相呼应的限定动词(如 ποιεῖ τι τοιοῦτον καὶ ἐκριπίζει)被省略。其含义需根据下文单个星辰与全体星辰运动的对比结构来补足。
- 1.97θᾶττον γὰρ διακρίνουσιν ἢ ὥστε συστῆναι τοιαύτην σύγκρισιν
比较级副词 θᾶττον 之后接 ἢ ὥστε 加不定式的结构,表示程度过甚以至于无法产生某种结果(“太快以至于无法形成此类结合”)。
