- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:108.21-110.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将银河解释为发生在恒星群下方的彗星式燃烧与凝结这一自说(345b31),斐洛庞努斯从引火物(月下最上层)与天球运动阐释其产生机制,并指出了亚里士多德将恒星称为“被连接的星辰”以与行星相对置这一措辞在天文学和概念上的疑难。
" Ἡμεῖς δὲ λέγομεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τὴν τοιαύτην σύστασιν,1 οἵαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον δὴ δεῖ νοῆσαι γινόμενον ὅπερ ἐπ’ ἐκείνων, ὅταν μὴ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων· τότε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρακολουθεῖν αὐτῶν τῇ φορᾷ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην σύγκρισιν, ἀφ’ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ." Τὴν ἑαυτοῦ δόξαν ἐντεῦθεν περὶ τοῦ γαλαξίου διδάξαι βουλόμενος ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς καπνώδους ἀναθυμιάσεως εἰρημένα πρότερον, ὅτι τοῦ λεγομένου ἀέρος διήκοντος ἀπὸ γῆς μέχρι τῆς κοίλης ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας (ἀέρα γὰρ ἡ συνήθεια τὸ ὅλον τοῦτο καλεῖ) τὸ ἔσχατον αὐτοῦ καὶ πρὸς αὐτῇ τῇ σελήνῃ ξηρόν ἐστι καὶ θερμὸν καὶ πρὸς ἔξαψιν ἐπιτήδειον, διὸ καὶ ὑπέκκαυμα προσηγόρευται. ἐκ τούτου δὲ τῆς κύκλῳ τῶν οὐρανίων κινήσεως ἀποκρινούσης συστάσεις τινὰς τὸ παχύτερον ἐξ αὐτῶν τῆς κινήσεως ἐπὶ πλέον θερμαινόμενον καὶ ταύτῃ χρωννύμενον κόμη τις γίνεται. ἢ οὖν τοῦτό φησι τὸ ἀποκρίνεσθαι τοῦ ἀέρος τοιαύτην σύστασιν, ἢ ὅτι συναναφερομένων τῶν δύο ἀναθυμιάσεων συμβαίνει τῇ κινήσει τοῦ ἀέρος διακρίνεσθαι τὴν ἀτμιδώδη, καὶ λοιπὸν τὴν θερμὴν καὶ ξηρὰν μετεωριζομένην ὕλην τῶν κομητῶν καὶ τοῦ γαλαξίου γίνεσθαι. τῶν δὲ κομητῶν τοὺς μὲν καθ’ ἑαυτοὺς ἀστέρος χωρὶς ἔφαμεν συνίστασθαι, τοὺς δὲ καὶ ὑπό τινας τῶν ἀπλανῶν ἑλκόντων τὴν τοιαύτην ὕλην ἐφ’ ἑαυτούς, ἐξ ἧς τὴν κόμην ἴσχουσιν ἐπὶ τοσοῦτον διαμένουσαν, ἐφ’ ὅσον τε διαρκοῦσι διὰ παχύτητα τὴν φλόγα στέγειν, καὶ ἐφ’ ὅσον αὐτοῖς κάτωθεν ἡ χορηγία τῆς τοιαύτης ἀναθυμιάσεως προστίθεται. ὅπερ οὖν ἐπὶ τῶν καθ’ ἕκαστον ἀπλανῶν γίνεται τῆς κόμης συνισταμένης ὑπ’ αὐτοὺς καθ’ ὃν ὑπεθέμεθα τρόπον, οὕτως ἀναγκαῖον καὶ ἐπὶ πολλῶν ἀστέρων ἅμα τὸ αὐτὸ συμβαίνειν, καὶ περὶ κύκλον ὅλον ἀστέρων τὴν κόμην συνίστασθαι, ὅπερ ἐστὶν ὁ γαλαξίας. μεγάλη τις οὖν οὗτός ἐστι κόμη πολλοὺς ἀστέρας ὑποτρέχουσα. ὥσπερ γάρ, φησίν, ἐκ τῆς ὑποτρεχούσης τὸν ἥλιον ἢ τὴν σελήνην ἀχλύος ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις ἐπ’ αὐτοὺς τὴν ἔμφασιν τῆς ἅλω ποιοῦσιν, οὕτω καὶ ἡ εἰρημένη σύστασις ξηρὰ καὶ θερμὴ κύκλον ὅλον ἀστέρων ὑποδραμοῦσα τὸν γαλαξίαν ἐποίησεν, πλὴν οὐκ ἔμφασιν ὡς τὴν ἅλω, ἀλλ’ ὑπόστασιν τοιούτου χρώματος, ὡς ἐδείξαμεν. καὶ ἐπειδὴ συμπεριάγεται τῷ κύκλῳ κινουμένῳ τὸ ὑπέκκαυμα, εἰκότως καὶ ὁ γαλαξίας πάθος ὢν τοῦ ὑπεκκαύματος συγκινεῖται τῷ παντί, ἐπεὶ καὶ ἡ κατὰ ἀστέρα γινομένη κόμη συμπεριφερομένη τῷ ἀστέρι κόμη τούτου εἶναι δοκεῖ. ταὐτὸ δὲ καὶ ἐπὶ τῆς ἅλω γίνεται· ὅταν 〈γὰρ〉 ὁ ἀὴρ ὑποκείμενος ἡλίῳ καὶ σελήνῃ τοιαύτης εἴη κράσεως ὅλος, ὡς ἐκ παντὸς μορίου δύνασθαι τὴν ἀνάκλασιν τῶν ὄψεων γίνεσθαι, διὰ τὸ συνεχὲς τῆς ἀνακλάσεως μία τις ἅλως εἶναι δοκεῖ καὶ τῷ ἡλίῳ συμπεριάγεσθαι. ἐπιστῆσαι δὲ τῇ λέξει τοῦ Ἀριστοτέλους ἐν τούτοις εὔλογον, ἐν οἷς φησιν ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων2 ἢ τῶν πλανωμένων, ἐνδεδεμένους λέγων τοὺς ἀπλανεῖς. οὐδὲ γὰρ Ἀριστοτέλης κατὰ τὸν Πτολεμαῖον καὶ αὐτοὺς τοὺς ἀστέρας περὶ τὸ ἴδιον κέντρον κυκλοφορεῖσθαι βούλεται,3 ἀλλὰ ταῖς ἰδίαις ἐνδεδεμένους σφαίραις παντελῶς ἀκινητεῖν καθ’ αὑτούς. τοῦτο γὰρ αὐτὸ καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ πραγματείας γέγραφεν οὕτως “ἐπεὶ τοίνυν οὔτ’ ἀμφότερα κινεῖσθαι εὔλογον οὔτε τὸ ἄστρον μόνον, λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα μένειν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι”. εἰ οὖν τοὺς ἀπλανεῖς ἐνδεδέσθαι καὶ μένειν ἐν ταῖς ἰδίαις βούλεται σφαίραις ὑπ’ αὐτῶν φερομένους, πῶς τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλεν, ὡς αὐτῶν μὴ ἐνδεδεμένων ἐν ταῖς ἑαυτῶν σφαίραις, ἀλλὰ καθ’ αὑτοὺς κινουμένων; ἀδύνατον γὰρ ἀμφότερα εἴρηκε κινεῖσθαι, καὶ τοὺς κύκλους καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας. εἰ οὖν καὶ τῶν πλανωμένων αἱ σφαῖραι κινοῦνται, ἀνάγκη καὶ αὐτοὺς ἐνδεδέσθαι ταύταις καὶ ὑπ’ αὐτῶν φέρεσθαι μὴ κινουμένους ἰδίαν κίνησιν. τούτου δ’ οὕτως ἔχοντος, οὐκ εὐλόγως τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλε, καὶ αὐτῶν ταῖς ἰδίαις σφαίραις ὁμοίως ἐνδεδεμένων.
“但我们在重新提起为我们设定的原理后进行讨论。因为之前已经说过,所谓空气的最外层具有火的潜能,以至于当空气因运动而发生分离时,便分泌出这种凝结物,正如我们所说彗星也是如此。因此,必须设想在这些[彗星]的情形中发生的事情正是如此,每当这种分泌不是自身独立发生,而是在某颗星辰之下发生时——无论是在被连接的星辰还是在行星之下;因为那时这些星辰表现为彗星,乃是由于这种凝结追随它们的运行,正如在太阳的情形中那样,每当空气恰好如此混合时,我们说晕就是由于反射而从这种凝结中显现出来的。” 他意欲从这里开始讲授他关于银河的见解,因而重新提起先前关于烟状升发物所说的话:即所谓的空气从大地一直延伸到月球天球的凹面(因为习惯上把这整个部分统称为空气),它的最外层以及紧靠月球本身的部分是干燥且炎热的,适于引燃,因此它也被称为引火物。而当天体的圆周运动从这之中分泌出某些凝结物时,其中较为稠密的部分因运动而被进一步加热,并由此被着色,便形成某种彗尾。因此,他要么是说从空气中分泌出这样的凝结物,要么是说在两种升发物一同上升的过程中,由于空气的运动,潮湿的蒸汽被分离出去,其余升向高空的干燥炎热之物便成为彗星和银河的质料。关于彗星,我们曾说有的独立于星辰自身凝结而成,有的也是在某些恒星之下形成的,这些恒星将此类质料吸引到自身周围,星辰正是由此拥有了彗尾;这彗尾只要能由于稠密性而遮蔽并维持火焰,并且只要从下方有此类升发物的供应补充给它们,它就会持续存在。因此,正如在个别恒星的情形中,按照我们所假定的方式在它们之下凝结出彗尾那样,在许多星辰聚集在一起的情形中必然也会发生同样的事情,并且围绕一整个星环凝结出彗尾,这也就是银河。因此,这是一条在许多星辰下方伸展的巨大彗尾。因为他说,正如我们的视线从在太阳或月亮下方伸展的薄雾发生反射朝向它们,从而造成晕的镜像那样,前述干燥而炎热的凝结物在一整个星环下方伸展,造成了银河——然而它并非像晕那样的镜像,而是如我们所证明的,是这种颜色的实存。既然引火物伴随着运动的圆环一同旋转,那么作为引火物的受动状态,银河自然也随着全宇宙一同运动,因为发生在某颗星辰上的彗尾随着星辰一同被带动,也就显得是这颗星辰的彗尾。在晕的情形中发生的事情也是一样:因为每当处于太阳和月亮下方的空气整体处于如此的混合状态,以至于能够从每一个部位发生视线的反射时,由于反射的连续性,便显得存在一个单一的晕,并且随着太阳一同旋转。在此处值得注意亚里士多德的措辞,即他说“而是在某颗星辰之下,无论是在被连接的星辰还是在行星之下”,他称恒星为“被连接的星辰”。因为亚里士多德并不像托勒密那样主张星辰自身围绕其固有的中心作圆周运动,而是主张它们连接在各自的天球上,依其自身完全不动。因为他自己在《论天》第二卷中正是这样写的:“既然两者都运动或者只有星辰运动都是不合情理的,那么剩下的就是圆环运动,而星辰保持静止,并因连接在圆环上而被带着运转。”因此,如果他主张恒星是连接在各自的天球上,保持静止并由天球带动着运转,那么他为何要把行星与被连接的星辰相对立地区别开来,仿佛它们没有连接在自己的天球上而是依其自身运动似的?因为他已经说过,圆环以及其中的星辰两者都运动是不可能的。因此,如果行星的天球也在运动,那么它们自身也必然连接在这些天球上,并由天球带动着运转,而不作固有的运动。既然如此,在行星同样连接在各自天球上的情况下,他把行星与被连接的星辰相对立地区别开来,就是不合情理的。
- 1.94ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τὴν τοιαύτην σύστασιν
在由 ὥστε 引导的结果不定式结构(ἀποκρίνεσθαι)内部,嵌套了表示原因或契机的独立属格(τῇ κινήσει διακρινομένου τοῦ ἀέρος)。τῇ κινήσει 作为方式/原因与格修饰分词 διακρινομένου。
- 1.94τούτου δ’ οὕτως ἔχοντος, οὐκ εὐλόγως τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλε, καὶ αὐτῶν ταῖς ἰδίαις σφαίραις ὁμοίως ἐνδεδεμένων
句首的 τούτου δ’ οὕτως ἔχοντος 与句尾的 καὶ αὐτῶν... ἐνδεδεμένων 皆为独立属格。尤其是末尾的独立属格带有让步语气(“尽管它们自身也同样连接在……”),构成了主句 οὐκ εὐλόγως... ἀντιδιέστειλε 的批评理由。
- 1.94οὐδὲ γὰρ Ἀριστοτέλης κατὰ τὸν Πτολεμαῖον καὶ αὐτοὺς τοὺς ἀστέρας περὶ τὸ ἴδιον κέντρον κυκλοφορεῖσθαι βούλεται
οὐδέ 否定整个主句(“因为亚里士多德也不像托勒密那样主张……”)。κατὰ τὸν Πτολεμαῖον(“如托勒密那样”)作为副词短语插入,带宾格的不定式结构(καὶ αὐτοὺς τοὺς ἀστέρας... κυκλοφορεῖσθαι)作 βούλεται 的宾语。
