- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:107.7-108.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》345b15–25,论证恒星与太阳以不等速且变动的间距运动,但银河的外观却恒常不变,并借助夜间水中倒映银河的现象,证明银河绝非太阳光线的反射(镜像)。
" Εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου." Κινεῖ μὲν τὸ ἔνοπτρον,1 οἷον τοὺς ἀπλανεῖς, καὶ τὸ ὁρώμενον, λέγω τὸν ἥλιον, οὐκ ἰσοταχῶς οὐδ’ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι· πρὸς δὲ τὸ ὁρῶν, τουτέστιν ἡμᾶς, τὴν αὐτὴν ἀπόστασιν ἔχον τίθησι τούτων ἑκάτερον, τούς τε ἀπλανεῖς καὶ τὸν ἥλιον, οὐκ ἰσοταχῶς δὲ κινεῖσθαί φησιν αὐτοὺς τὴν κίνησιν, ἣν ἕκαστος καθ’ αὑτὸν κινεῖται. ταχύτερος γὰρ τῶν ἄλλων ὁ ἥλιος τὴν ἰδίαν· ἀνάγκη οὖν διὰ τὴν ἰδίαν κίνησιν ὑπολείπεσθαι τὸν ἥλιον τῶν ἀπλανῶν καὶ ἄλλοτε ἄλλοις ἐν τόποις εἶναι παρ’ ἐκείνους· διόπερ οὔτε τὴν αὐτὴν ἀπόστασιν ἑκάστῳ τούτων ἀεὶ ἔχει οὔτ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ μένει τόπῳ. οὐκοῦν ἀλλήλων μὲν οὐκ ἴσην διεστήκασιν ὁ ἥλιος καὶ οἱ ἀπλανεῖς, τῶν δὲ ὁρώντων ἡμῶν διὰ τὸ εἶναι ἡμᾶς ἐν τῷ τοῦ παντὸς κέντρῳ τῇ γῇ τὸ ἴσον ἀπέχουσιν ἀμφότεροι διάστημα. τοῦτο δ’ αὐτὸ δεικνὺς ἐπήγαγεν·
“但如果镜子运动,而被观看之物相对于静止的观看者保持在相同的距离,然而彼此之间既非等速,也非始终保持相同的间距,那么同一镜像就不可能出现在镜子的同一部位上。” 他设定镜子(即恒星)以及被观看之物(我指太阳)在运动,但并非等速,也并非始终处于相同的间距;然而相对于观看者(也就是我们),他设定这两者中的每一方——即恒星和太阳——都保持相同的距离,并且他说它们就各自依其自身所作的运动而言,并不是以等速运动的。因为太阳在其固有的[运动]中比其他天体更快;因此,由于其固有的运动,太阳必然落后于恒星,并在不同的时刻相对于它们处于不同的位置;所以它既不是始终与它们中的每一个保持相同的距离,也不是停留在同一个位置上。因此,太阳与恒星彼此之间并不隔开相等的间距,但与作为观看者的我们之间,由于我们身处作为全宇宙中心的大地之上,两者都隔着相等的距离。
"Ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δ’ ἕωθεν, τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ.2 καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις." Ὅτι οὐκ ἰσοταχῶς οἱ ἀπλανεῖς τῷ ἡλίῳ κινοῦνται δι’ ἑνὸς τῶν ἀπλανῶν δείκνυσι τοῦ δελφῖνος· οὗτος γὰρ ποτὲ μὲν μεσονυκτίου ἀνατέλλει, τοῦ ἡλίου δηλονότι τὸ ὑπὸ γῆν ἔχοντος μεσουράνημα, ποτὲ δ’ ἕωθεν, ἐπανατέλλοντος εὐθὺς αὐτῷ δηλονότι τοῦ ἡλίου· ἄλλοτε δύνοντος ἡλίου ἐκεῖνος ἀνατέλλει τὴν μεγίστην αὐτοῦ διεστηκὼς τὴν ὅλην τοῦ παντὸς διάμετρον. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ ἑκάστου γίνεται τῶν ἀπλανῶν. δῆλον οὖν ἐκ τούτων ὅτι μὴ ἰσοταχῶς τὰ ἀπλανῆ τῷ ἡλίῳ κινεῖται· εἰ γὰρ τοῦτο ἦν, καθ’ ἕνα καιρὸν ἀνέτελλεν ἀεὶ τῶν ἀπλανῶν ἕκαστος, μεσονυκτίου τυχὸν ἢ ἕωθεν ἢ δυομένου ἡλίου ἢ ὁπωσοῦν ἄλλως· εἰ δὲ διαφόρους τὰς ἀπὸ τοῦ ἡλίου ποιοῦνται διαστάσεις καὶ τοὺς πλησιασμούς, ἀνώμαλος ἄρα πρὸς τὸν ἥλιον ἡ τῶν ἀπλανῶν ἐστι κίνησις. ἀλλ’ ὅμως ἐν ἑκάστῳ καιρῷ τὸ γάλα διαφορὰν οὐδεμίαν ἔχον οὐδέποτε πρὸς ἑαυτὸ φαίνεται, ἣν πάντως εἶχεν ἄν, εἴπερ ἦν ἔμφασις. εἰ οὖν οὐκ ἔστιν ἔμφασις, πάθος ἄρα ἐστὶ τὸ γάλα τῶν τόπων ἐκείνων, ἐν οἷς ὑπάρχον ὁρᾶται.
而在指出这一点时,他补充道: “因为海豚座有时在午夜升起,有时在黎明升起,但银河的各个部分在每种情况下都保持相同。然而,若这是一面镜像,而非这些地方本身的某种受动状态,本不应当如此。” 恒星并不与太阳以等速运动,他是通过恒星之一的海豚座来证明的;因为这一星座有时在午夜升起,显然此时太阳正处于地下的中天;有时在黎明升起,显然此时太阳紧接着与它一同升起;而在另一些时候,当太阳落下时,该星座升起,与太阳相隔最大的距离,即整个宇宙的直径。而同样的情况也发生在每一颗恒星身上。由此显而易见,恒星并非与太阳等速运动;因为若是如此,恒星中的每一颗便会始终在单一的时刻升起,比如午夜、黎明、日落或任何其他时刻;但如果它们造成与太阳之间距离的拉开和接近是多样的,那么恒星相对于太阳的运动就是不均匀的。但尽管如此,在每一个时刻,银河显现出来时相对于自身从未具有任何差异,而若它真是一面镜像,它必然会具有这种差异。因此,既然它不是镜像,那么银河便是那些地方——即它被看见存在于其中的地方——的某种受动状态。
"Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν;3" Ἔσχατος ἔλεγχος καὶ λίαν ἐναργὴς οὗτος τῶν ἔμφασιν εἶναι τὸ γάλα λεγόντων καὶ μὴ πάθος αὐτὸ καθ’ ὕπαρξιν ἰδίαν τοῦ ὑποκειμένου σώματος. νύκτωρ γὰρ ἀποβλέψαντες εἰς ὕδωρ τὸν γαλαξίαν τεθεωρήκαμεν ἐν αὐτῷ, μᾶλλον δὲ ἔμφασιν αὐτοῦ καὶ εἴδωλον, ὡς καὶ ἄλλους ἀστέρας οὕτω τεθεάμεθα, τῶν ὄψεων ἡμῶν ἐκ τοῦ ὕδατος ἐπ’ αὐτοὺς ἀνακλωμένων. ἄλογον γὰρ καὶ ἀδύνατον τὸ λέγειν ἢ ἐπὶ τὸν ἥλιον ἐκ τοῦ ὕδατος ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, ἢ πρῶτον μὲν ἐπὶ τὰ ἄστρα, πάλιν δὲ ἐξ αὐτῶν ἄλλην ἐπὶ τὸν ἥλιον ἀνάκλασιν γίνεσθαι. ἐξησθένουν γὰρ ἂν οὕτως αἱ ὄψεις τῷ τε μεγέθει τῶν διαστημάτων καὶ τῷ ποσῷ τῶν ἀνακλάσεων, μᾶλλον δὲ οὐδὲ χωρεῖν ἐπ’ αὐτὸν ἠδύναντο, καὶ μάλιστα εἰ ὑπὸ γῆν μεσουρανοίη. δῆλον οὖν ὡς οὐκ ἔστιν ἔμφασις ἀλλ’ ὑπόστασις. ὅθεν ὡς ἐπὶ τοὺς ἄλλους ἀστέρας ἐκ τοῦ ὕδατος, οὕτω καὶ ἐπὶ τὸν γαλαξίαν ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις τὴν ἔμφασιν αὐτοῦ καὶ τὸ εἴδωλον βλέπουσιν ἐν τῷ ὕδατι. οὕτω τὰς περὶ τοῦ γάλακτος ὑποθέσεις τῶν προγενεστέρων ἐλέγξας τὴν οἰκείαν αὐτὸς ἐκτίθεται.
“此外,在夜间,对于在水及此类镜子中观察的人而言,银河固然映现出来,但视线又怎可能反射向太阳呢?” 对于那些主张银河是镜像而非底层物体依其固有存在而产生的受动状态的人而言,这是最终的且极其清晰的反驳。因为夜间当我们注视水中时,曾在水中观察到银河,或者更确切地说是它的映象和镜像,正如我们也是以这种方式看到其他星辰一样,这是由于我们的视线从水中反射向它们。因为若说我们的视线要么从水中反射向太阳,要么先反射向星辰,然后再从星辰发生另一次朝向太阳的反射,这是不合常理且不可能的。因为这样一来,视线不仅会因距离的巨大和反射的次数而衰竭,甚至根本不可能到达太阳,尤其是当太阳在地下中天时更是如此。因此显然,它不是镜像,而是真实的实体存在。由此,正如从水中朝向其他星辰一样,我们的视线反射向银河,也在水中看到了它的映象和镜像。他就是这样驳斥了前人关于银河的假说,随后阐明了他自己的学说。
- 1.91Κινεῖ μὲν τὸ ἔνοπτρον
动词 κινεῖ 为第三人称单数现在时主动态,未表达的主语指亚里士多德。此处作为及物动词使用,意为“(在论证中设定/视作)镜子处于运动之中”。
- 1.92τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ
介词短语 ἐν ἑκάστῳ(在每一个中)根据上下文指“在每次升起的时刻(ἐν ἑκάστῳ καιρῷ)”(后文菲洛波诺斯亦明确解释为 ἐν ἑκάστῳ καιρῷ)。虽然语法上也可指天球的各部分,但它与前句的“有时……有时……”(ὁτὲ μὲν ... ὁτὲ δέ)的时间对比相照应。
- 1.93τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν;
中性单数定冠词 τὸ 将不定词短语 τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον 整体名词化作为主语,与 πῶς δυνατόν [ἐστιν] 构成修辞性疑问句。通过 μέν... δέ 的对比,前半句(银河倒映在水中)作为观察到的事实被肯定,而由后半句提出其视线反射至太阳的不可能性。
