← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§106.13-107.6

驳银河为视线反射说

斐洛庞努斯解释了为何将视线反射说列为第三种假说,并通过指出星辰与太阳既非镜子亦非对象,以及天体运动与银河的恒定静止相矛盾,对该假说进行了驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.90#2

ταύτην δὲ τετάρτην οὖσαν ὑπόθεσιν, τρίτην Ἀριστοτέλης ἔθηκεν,1 ἤτοι τὰς δύο τὰς πρώτας ὡς τῶν Πυθαγορείων οὔσας εἰς μίαν συνάγων, ἢ ὅτι μηδ’ ἀντιλογίας τὴν προτέραν ἠξίωσεν· εἰκότως οὖν τὰς λοιπὰς ἠρίθμησε τρεῖς. ἔστι δὲ πρὸς τὴν ὑπόθεσιν ταύτην προχείρως εἰπεῖν ὡς οἱ περὶ τὸν γαλαξίαν ἀστέρες οὐκ ἔνοπτρόν εἰσιν, ἀλλ’ οὐδ’ ὁ ἥλιος, οὐδ’ ἐν αὐτοῖς τὸ τοῦ γαλαξίου φαίνεται χρῶμα· διακεκριμένοι γὰρ τοῦ γάλακτος προφανῶς ὑπάρχουσιν. καὶ ὁ Ἀριστοτέλης δὲ ὡς πρὸς ἔνοπτρον τοὺς ἀστέρας ὑποτιθεμένους τὸν ἔλεγχον πεποίηται τῆς προκειμένης ὑποθέσεως, ἀδύνατον εἶναι λέγων καὶ ταύτην τὴν ὑπόθεσιν. τῶν γὰρ κατὰ ἀνάκλασιν ὁρωμένων εἰ διηνεκῶς τὰ αὐτὰ φαίνοιτο εἴδωλα μὴ μετατιθέμενα παντελῶς, δεῖ καὶ τὰ αἴτια τούτων εἶναι πάντα ἀκίνητα, λέγω δὴ τό τε ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον, ἐξ οὗ ἡ ὄψις ἀνακλωμένη ἐπὶ τὸ ὁρατὸν φέρεται. εἰ δέ τι τούτων μετακινηθείη ἢ καί τινα ἢ καὶ ἅμα, καὶ τὸ εἴδωλον εὐθὺς ἄλλοτε ἄλλῳ μέρει τοῦ ἐνόπτρου μετακινούμενον φαίνεται. εἰ δὲ ἰσοταχῶς πάντα κινεῖται 〈καὶ〉 τὴν αὐτὴν πρὸς ἄλληλα σχέσιν φυλάσσοντα μένει, πάλιν ὁμοίως ἡ ἔμφασις γίνεται. καὶ εἰ μὲν πορρωτέρω τοῦ κατόπτρου τὸ ὁρατὸν χωροίη κατὰ μίαν διισταμένου κάθετον,2 ἐν τῷ βάθει τοῦ κατόπτρου τὸ εἴδωλον φαίνεται· εἰ δὲ πλησιέστερον γένοιτο, μᾶλλον ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τοῦ κατόπτρου δόξει τὸ εἴδωλον. καὶ τούτων ἡ πεῖρα πρόχειρος ἅπασι. τούτων οὖν οὕτως ἀληθείας ἐχομένων μετέλθωμεν ἐπὶ τὸ προκείμενον. ἡ μὲν γὰρ ὄψις ἡμῶν σχεδόν ἐστιν ἀκίνητος· κέντρου γὰρ ἡ γῆ πᾶσα καὶ σημείου λόγον ἔχει, ἐφ’ ἧς ἑστήκαμεν, ὡς πρὸς τὴν ἀπλανῆ, ὑφ’ ἧς τὰ οὐράνια κυκλοφορεῖται. ἴσον δὲ τοῦ κέντρου τὰ πέριξ ἀφέστηκεν ἅπαντα· ἴσον ἄρα καὶ τῆς ἡμετέρας ἀφέστηκεν ὄψεως τὰ ἄστρα. οὔτε δὲ τὸ ἔνοπτρον οἱ ἀστέρες οὔτε τὸ ὁρώμενον ὁ ἥλιος, ἐφ’ ὃν ἡ ἀνάκλασις, ἀκίνητοι μένουσιν, οὐδὲ τὴν αὐτὴν οἱ ἀστέρες ἀεὶ πρὸς τὸν ἥλιον σχέσιν φυλάσσουσιν, εἰ καὶ πρὸς ἡμᾶς ὁμοίως ἔχουσιν. οὐκοῦν οὐδ’ ὁ γαλαξίας ἡμῖν ὁμοίως ἔχων ἐφαίνετο ἂν καὶ ἐν τῷ αὐτῷ τόπῳ μένων ἀκίνητος, συνεκινεῖτο δὲ τῷ τε ἐσόπτρῳ καὶ τῷ ὁρωμένῳ.3 νῦν δὲ τοὐναντίον ἅπαν οὐδεμίαν περὶ αὐτὸν μεταβολὴν γινομένην ὁρῶμεν, οὐ κατὰ τόπον, οὐ κατὰ ποσόν, οὐ κατὰ ποιόν, οὐκ ἄλλην οὐδεμίαν ἔχων ὁρᾶται ἀλλοιοτέραν διάθεσιν· οὐδ’ ἄρα ἐξ ἀνακλάσεως τῶν ὄψεων ἔσχε τὸ γάλα τὴν ὕπαρξιν.

尽管这是第四个假说,亚里士多德却将其列为第三个,这或是因为他把前两个假说因其同属毕达哥拉斯学派而合并为一个,或是因为他认为前一个假说甚至不值得予以反驳;因此,他理所当然地将余下的假说数作三个。对此假说,我们可以当即指出:银河周围的星辰并不是镜子,太阳也不是,银河的色彩亦未显现在它们之中;因为它们显然与银河有别。而亚里士多德也是如同针对把星辰假定为镜子的人那样,对所提出的这一假说展开驳斥的,并指出这一假说也是不可能的。因为在凭反射而被见的事物中,如果同一镜像要持续显现而完全不移位,那么造成这些镜像的原因也必须全都静止不动——我指的正是观看者、被观看的物体,以及视线反射后从中朝向可见物移动的那面镜子。但如果其中之一移动,或是某些移动,抑或是全都同时移动,镜像也会立即在不同时刻向镜子的不同部位移动而显现。然而,如果所有事物都以等速运动[并且]保持彼此之间相同的关系不变,反映则会再次以同样的方式产生。而且,如果可见物沿着单一条垂线拉开距离而远离镜子,镜像就会显现在镜子的深处;但如果它靠得更近,镜像便会显得更浮于镜子的表面。关于这些现象的经验对所有人而言都是现成的。既然这些情况符合事实,那么我们就转向手头的主题。因为我们的视线几乎是静止的;因为我们所立足的整个大地,相对于天体由之作圆周运动的恒星天而言,具有中心和点的比例。而周围的一切距离中心都是相等的;因此,诸星辰距离我们的视线也是相等的。然而,无论是作为镜子的星辰,还是作为被观看之物(即反射所朝向的对象)的太阳,都不是保持不动的,星辰对太阳也并非始终保持相同的关系,即使它们相对于我们具有相同的状态。因此,银河本不可能在我们看来保持相同的状态并在同一位置静止不动,而是会与镜子及被观看之物一同运动。但如今事实完全相反,我们看到就它而言并未发生任何变化,无论在空间、数量还是性质上,它也未被看见具有任何其他相异的状态;因此,银河绝非由于视线的反射而获得其存在。

语法注3 条
  1. 1.90ταύτην δὲ τετάρτην οὖσαν ὑπόθεσιν, τρίτην Ἀριστοτέλης ἔθηκεν

    ταύτην ... ὑπόθεσιν 是主动词 ἔθηκεν 的直接宾语,分词短语 τετάρτην οὖσαν 具有让步(“尽管是第四个假说”)或伴随状语功能。τρίτην 则是作宾语补足语的宾格(“定为第三个”)。

  2. 1.90κατὰ μίαν διισταμένου κάθετον

    διισταμένου 被理解为独立属格,其逻辑主语被省略(指距离或可见物体),修饰或伴随介词短语 κατὰ μίαν κάθετον(沿着单一条垂线),表示拉开距离的过程。

  3. 1.90συνεκινεῖτο δὲ τῷ τε ἐσόπτρῳ καὶ τῷ ὁρωμένῳ

    该句延续了前句 οὐδ’ ... ἐφαίνετο ἂν 所构成的与事实相反的归结节(apodosis),助词 ἄν 的虚拟效力在此得以顺延。主语为银河(ὁ γαλαξίας),表达“银河本应与镜子及被观看之物一同运动”这一与事实不符的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:106.13-107.6