- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:105.15-106.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德引入的关于银河是视线向太阳反射的第三种学说(345b9),并评述了亚历山大与阿摩尼奥斯关于在这一反射中何为镜子(是蒸发气还是定星)的解释。
" Ἔτι δ’ ἐστὶ τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσι γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. ἀδύνατον δὲ καὶ τοῦτο. εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἅπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ ἂν φαίνοιτο μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν,1 πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδὲ ἐν τῷ αὐτῷ 〈ἀεὶ〉 διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου, καὶ τὰ ἑξῆς." Ἄλλοι, φησίν, ἀνάκλασιν εἶναι λέγουσι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, καὶ τὸ μὲν ἀνακλώμενον εἶναι τὰς ὄψεις ἡμῶν, τὸ δ’ ἐφ’ ὃ γίνεται ἡ ἀνάκλασις τὸν ἥλιον· τὸ δ’ ἀφ’ οὗ ἡ ἀνάκλασις ὅτι μὲν ὁ γαλαξίας κύκλος ἐστί, πρόδηλον, τί δὲ λέγουσι τὸ τῷ χρώματι τούτῳ ὑποκείμενον, οὐκ εἶπεν ὁ Ἀλέξανδρος. ποτὲ μὲν ἀναθυμίασιν εἶναι τοῦτό φησι, λέγων οὕτως· “τρίτην δέ φησι δόξαν εἶναι περὶ τοῦ γάλακτος τὴν λέγουσαν ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως ἀπό τινος ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον ἔνοπτρον γενόμενον”.2 καίτοι γε ἐπὶ πάντων τὸ ἀφ’ οὗ ἀνακλῶνται αἱ ὄψεις ἔνοπτρόν ἐστιν, οὐ τὸ ἐφ’ ὃ ἀνακλώμεναι φέρονται, λέγω δὴ τὸ ὁρώμενον καὶ ἐν τῷ ἐνόπτρῳ τὴν ἑαυτοῦ φαντασίαν παρέχον. εἰ οὖν τὸ χρῶμα τοῦ ἡλίου ἐστὶ τὸ ἐν τῷ ἐνόπτρῳ, τουτέστι τῇ ἀναθυμιάσει, φαινόμενον καὶ τὸ γάλα ποιοῦν, οὐκ ἔστιν ἄρα τὸ ἔνοπτρον ὁ ἥλιος, ἀλλὰ τὸ ὁρώμενον. πάλιν δὲ περὶ τὸ πέρας τῶν ἐλέγχων τῆς ὑποθέσεως ταύτης ὁ Ἀλέξανδρος τοὺς ἀπλανεῖς ἀστέρας εἶναί φησι τὸ ἔνοπτρον, ὅσοι περὶ τὸν γαλαξίαν εἰσίν, οὕτω λέγων “τὰ δ’ ἄστρα 〈τὰ〉 ἐν τῷ τοῦ γάλακτος κύκλῳ ὄντα κινεῖται, ἅπερ ὡς κάτοπτρον λαμβάνουσι, κινεῖται δὲ καὶ ὁ ἥλιος, ὃν ὁρᾶσθαι λέγουσιν ἐν τῷ τοῦ γάλακτος κύκλῳ ἐπ’ αὐτὸν γινομένης τῆς ἀνακλάσεως”. καὶ ὁ ἡμέτερος δὲ διδάσκαλος Ἀμμώνιος Ἑρμείου οὕτως ἐξείληφε· καὶ γὰρ ἐπὶ τῆς σελήνης ἐξ ἡλίου δεχομένης τὸ φῶς οὐκ οἰκεῖον αὐτῆς ἐστι τὸ ὁρώμενον, ἀλλ’ ἐν αὐτῇ ὡς ἐν ἐσόπτρῳ τὸ τοῦ ἡλίου φαντάζεται φῶς· ἐν γὰρ ταῖς ἐκλείψεσιν αὐτῆς τὸ οἰκεῖον αὐτῆς φῶς ἀνθρακοειδὲς φαίνεται.
“此外,关于它还有某种第三种见解;因为有些人说,银河乃是我们的视线向着太阳的反射,正如彗星的情形一样。但这也是不可能的。因为如果观看者、镜子和被观看的物体全都处于静止,那么在镜子的同一点上就会显现出反映的同一部分;但如果镜子运动,而被观看的物体相对于静止的观看者保持在相同的距离,然而彼此之间既非等速也非[始终]在相同的距离,那么同一反映就不可能出现在镜子的同一部分上,等等。” 他说,其他人声称银河是我们的视线向着太阳的反射,被反射的是我们的视线,而反射所朝向的是太阳;反射从之发生的地方显然是银河圈,但他们所说的作为这种色彩的底层之物是什么,亚历山大并未说明。有时他说这是蒸发气,这样说道:“他说关于银河的第三种观点是声称银河乃是我们的视线从某种蒸发气向着成为镜子的太阳的反射。”然而在所有情况下,视线从之反射出来的东西才是镜子,而不是被反射后所朝向的东西——我指的是被观看的并在镜子中提供其自身意象的物体。因此,如果出现在镜子中即蒸发气中并产生银河的是太阳的色彩,那么太阳就不是镜子,而是被观看的物体。但在对该假说的驳斥即将结束时,亚历山大又声称围绕银河的那些定星才是镜子,这样说道:“而在银河圈中的那些星辰——他们将其视为镜子——是运动的,太阳也是运动的,他们说当反射朝向太阳发生时,太阳便在银河圈中被看见。”我们的老师赫尔梅阿斯之子阿摩尼奥斯也是这样理解的;因为即使在月亮从太阳接受光芒的情形下,所看见的也不是它固有的光,而是太阳的光如同在镜子中一样显现在它之中;因为在月食时,它固有的光显现得如同木炭一般。
- 1.90εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν
亚里士多德条件从句的结构。在由 εἰ 引导的从句中,主语 τὸ ἔνοπτρον 和动词 κινοῖτο 构成第一分句;καὶ 之后,τὸ ὁρώμενον 作为主语支配祈愿语气动词 μένοι。介词短语 πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν 修饰 μένοι ἐν τῷ αὐτῷ ἀποστήματι(“相对于静止的观看者保持在相同的距离”)。
- 1.90ἐπὶ τὸν ἥλιον ἔνοπτρον γενόμενον
引自亚历山大的一句话。在语法上,ἔνοπτρον γενόμενον 修饰 τὸν ἥλιον(“向着成为镜子的太阳”),但斐洛波诺斯紧接着指出,将反射的终点(τὸ ἐφ’ ὃ)即太阳视作镜子(ἔνοπτρον)在光学原理上是说不通的。因此,亚历山大措辞的不严密或文义的混乱成为了评述的焦点。
