- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:104.3-105.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德根据天文学定理(太阳远大于地球且恒星极其遥远)进行驳斥,指出地球阴影的圆锥绝不可能延伸至定星天。约翰·菲洛波诺斯解释该驳斥属于修辞学上的“反驳性异议”,并援引具体的天文学计算(以地球半径为单位的天体距离与阴影锥长度),论证定星绝不可能落入地球的阴影之中。
" Πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασιν, οὕτως ἔχει, καὶ τό τε τοῦ ἡλίου μέγεθος μεῖζόν ἐστιν ἢ τὸ τῆς γῆς καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ 〈τὸ τοῦ ἡλίου〉 καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης,1 οὐκ ἂν πόρρω που ἀπὸ τῆς γῆς ὁ κῶνος ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας,2 οὐδ’ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ, ἀλλ’ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν,3 καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν." Κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν τὴν προκειμένην ὑπόθεσιν ἤλεγξε, πρῶτον μὲν τῇ ἀντιπαραστάσει χρησάμενος καὶ συγχωρήσας τινὰ τῶν ἄστρων ὑπὸ τῆς γῆς ἀντιφράττεσθαι, ὡς τοῦ κώνου τῆς σκιᾶς μέχρι τῆς ἀπλανοῦς κατ’ αὐτοὺς διατείνοντος καὶ εἰς αὐτὸν ἄστρων τινῶν ἐμπιπτόντων, ὡς καὶ ἐπὶ τῶν σεληνιακῶν ἐκλείψεων γίνεται, τῆς σελήνης εἰς αὐτὸν τὸν κῶνον ἐμπιπτούσης καὶ διὰ τοῦτο τῶν αὐγῶν τότε τῶν ἡλιακῶν οὐ μετεχούσης· διὸ καὶ ἐκλείπειν. νυνὶ δὲ τῇ ἐνστάσει χρώμενος ἄγνοιαν τῶν ἀστρονομικῶν θεωρημάτων κατηγορεῖ τῶν οἰομένων μέχρι τῆς ἀπλανοῦς τὸ σκίασμα διήκειν τῆς γῆς, ὡς καί τινα τῶν ἄστρων ὑπ’ αὐτοῦ ἀντιφράττεσθαι καὶ τῶν ἡλιακῶν διὰ τοῦτο μὴ μετέχειν ἀκτίνων. δείκνυται γὰρ ἐν τοῖς ἀστρονομικοῖς θεωρήμασι πρῶτον μὲν ὅτι ἑκατονταπλασίων ἐστὶ τῆς γῆς ὁ ἥλιος ἢ ἁπλῶς πολλῷ μείζων, καὶ διὰ τοῦτο κωνοειδὲς γίνεται τὸ σκίασμα τῆς γῆς. συμβαίνει γὰρ οὕτως, ὅταν ἐλάττων σφαῖρα φωτίζηται ὑπὸ μείζονος, τῶν ἀκτίνων τοῦ ἡλίου τῶν ὑπερεκπιπτουσῶν τὴν γῆν κατὰ μικρὸν συνιουσῶν· τοσούτῳ γὰρ προΐασιν, ἕως ἂν εἰς ἓν συνελθοῦσαι σημεῖον τὴν σκιὰν λύσωσι. διικνεῖσθαι οὖν φασι τὸν κῶνον τοῦτον μέχρι μόνης τῆς Ἑρμαϊκῆς σφαίρας καὶ τοῦτον οὐχ ὑπερεκπίπτειν, ὥστε τῶν ἀνωτέρω ταύτης μηδὲν σκιάζεσθαι, πάντα δὲ τῶν ἡλιακῶν ἀεὶ μετέχειν αὐγῶν. καὶ τοῦτο πάλιν δείκνυται ὅτι ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς διάστημα, τοσοῦτόν ἐστιν ἑξηκοντάκις τὸ ἀπὸ τοῦ κέντρου διῆκον ἐπὶ τὴν σεληνιακὴν σφαῖραν. ὁ δὲ ἥλιος ἀπὸ τῆς γῆς διέστηκε τοσοῦτον χιλιάκις καὶ διακοσιάκις καὶ δεκάκις. ἐὰν οὖν τούτων ἀφέλῃς ἀπὸ τοῦ κέντρου μέχρι σελήνης ἑξήκοντα, περιλείπεται χίλια ἑκατὸν πεντήκοντα, ἅπερ ἀφέστηκεν ἀπὸ σελήνης ὁ ἥλιος. γίνεται οὖν τὸ ἀπὸ σελήνης ἐπὶ τὸν ἥλιον, ὅπερ ἦν χιλίων ἑκατὸν πεντήκοντα, τοῦ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν σελήνην, ὅπερ ἦν ἑξήκοντα, ἔλαττον μὲν ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὁ δὲ τῆς γῆς σκιᾶς κῶνος διήκει μέχρι μόνων διακοσίων ἑξήκοντα ὀκτὼ τοσούτων διαστημάτων, ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς. ὑφαιρουμένων τοίνυν ἀπὸ τῶν χιλίων ἑκατὸν πεντήκοντα τῶν διακοσίων ἑξήκοντα ὀκτώ, τὸ λειπόμενον ἔσται ὀκτακόσια καὶ ὀγδοήκοντα καὶ δύο, ἅπερ διέστηκε τοῦ πέρατος τῆς ἀπὸ τῆς γῆς σκιᾶς ὁ ἥλιος. πόσον οὖν εἰκὸς εἶναι τὸ μέχρι τῆς ἀπλανοῦς ἄλλαις τρισὶ μεσολαβουμένης σφαίραις, τῇ τε Ἄρεος καλουμένῃ καὶ τῇ Διὸς καὶ τῇ τοῦ Κρόνου, ὅπερ οὐδὲ λογίσασθαι διὰ τὴν ἄφατον ὑπερβολὴν αἱ ἀστρολογικαὶ δεδύνηνται μέθοδοι; οὐδὲν οὖν τῶν μετὰ τὴν Ἑρμαϊκὴν σκιάζεται παντελῶς. πολλῷ οὖν μᾶλλον ἡ ἀπλανὴς τούτου κεχώρισται, ἀλλὰ πᾶσαι διὰ παντὸς τῶν ἡλιακῶν ἀκτίνων μετέχουσι. πάντα γάρ, φησί, τὰ ἄστρα ὁ ἥλιος ἐξ ἀνάγκης περιορᾷ, καὶ οὐδὲν αὐτὸν ἀποκέκρυπται· ὥστε οἱ λέγοντες ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς τῶν ἀπλανῶν τινας εὐήθεις εἰσὶ καὶ τῶν ἀστρονομικῶν μεθόδων παντάπασιν ἀνεννόητοι.
“除这些之外,如果正如在有关天文学的定理中所证明的那样,情况确实如此——即太阳的大小大于地球的大小,而恒星距离地球的距离又比[太阳距离地球的距离]大许多倍,正如太阳距离地球的距离比月亮距离地球的距离大许多倍一样——那么来自太阳的圆锥[顶点]汇聚其光线的地方绝不会离地球很远,大地的阴影(即所谓的黑夜)也不会达到恒星附近,反而必然的是,太阳从周围照及所有的恒星,而大地绝不遮挡它们当中的任何一颗。” 他通过反驳性异议(辩驳)与让步性辩护(反论性承认)驳斥了所提出的假说:首先使用让步性辩护,承认某些恒星被大地所遮挡,仿佛按照他们的说法阴影的圆锥体一直延伸到定星天,并且某些恒星落入其中一样,正如在月食时所发生的那样——月亮落入这同一个圆锥体中,并因此在那时未能分有太阳的光芒,所以才发生食。但现在他使用反驳性异议,指责那些认为大地的阴影延伸到定星天、以致某些恒星被其遮挡并因此未能分有太阳光线的人对天文学定理茫昧无知。因为在天文学定理中首先被证明的是,太阳是地球的一百倍大,或者说纯粹大得多,并且因此大地的阴影变成了圆锥形。因为当一个较小的球体被一个较大的球体照亮时情况正是如此,越过地球外侧的太阳光线逐渐汇聚;因为它们一直向前推进,直到汇聚于单一的点而终结了阴影。因此他们说,这个圆锥体仅仅达到赫耳墨斯之天球(水星天),并不越过它,因此高于它的天体绝无任何受到阴影遮蔽的,而是全部始终分有太阳的光芒。而且这一点也进而被证明,即以从地心到地表的距离为一个单位,从地心达到月球天球的距离是其六十倍。而太阳距离大地的距离则是其一千二百一十倍。因此,如果从中减去从地心到月球的六十个单位,剩下的便是一千一百五十个单位,这便是太阳距离月球的距离。于是,从月球到太阳的距离(即一千一百五十)相对于从地心到月球的距离(即六十)而言,便小于二十倍,而大于十九倍。然而大地阴影的圆锥体仅仅达到二百六十八个从地心到地表的单位距离。因此,从一千一百五十中减去二百六十八之后,剩余的便是八百八十二,这便是太阳距离大地阴影末端的距离。那么,既然中间还隔着另外三个天球,即所谓的阿瑞斯(火星)、宙斯(木星)和克洛诺斯(土星)的天球,达到定星天的距离该有多大呢?由于其不可言喻的浩大,连天文学的方法都无法加以计算。因此,在赫耳墨斯之天球之后的任何东西都绝无受到阴影遮蔽的可能。因此定星天离此就更是遥远得多了,所有的〔天球〕都始终分有太阳的光线。因为他说,太阳必然从周围照及所有的恒星,并且没有任何东西对它隐匿;因此,那些声称定星中的某些恒星被大地所遮挡的人是愚蠢的,对天文学的方法完全一无所知。
- 1.89τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ 〈τὸ τοῦ ἡλίου〉 καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης
双重比较结构。前一个比较在“恒星对大地的距离”与补出的“〈太阳对大地的距离〉”之间展开;随后的“καθάπερ...”从句则将其比率类比于“太阳对大地的距离”与“月亮对大地的距离”之比。在每个ἤ之后均需承前补出省略的名词短语τὸ διάστημα以确定对比关系。
- 1.89ὁ κῶνος ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας
动词συμβάλλοι作及物动词使用,以τὰς ἀκτῖνας为直接宾语,主语为ὁ κῶνος:“来自太阳的圆锥[在顶点处]汇聚其光线”。这一主动结构从光线会聚于顶点(交点)的角度描述了几何学上影锥的形成。
- 1.89πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν
依附于非人称表达ἀνάγκη的“宾格加不定式”结构。不定式的逻辑主语是带冠词的宾格τὸν ἥλιον,而不定式περιορᾶν(从周围俯瞰、周围照及)的直接宾语是πάντα ... τὰ ἄστρα。语序上出现了倒错(hyperbaton),主语τὸν ἥλιον插入在限定词πάντα与其修饰的名词τὰ ἄστρα之间。
