- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:103.1-104.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐释了亚里士多德在《气象学》第一卷第八章(345a25–345a31)中转述的阿那克萨戈拉与德谟克利特的学说(认为银河是夜间落入地球阴影中的定星自身的光芒),并进一步发挥了亚里士多德的第一条驳斥,即地球阴影随太阳周年运动而改变所笼罩的星体,但银河的位置与形状却恒常不变。
" Οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἔνια τῶν ἄστρων.1 ὅσα μὲν οὖν ὁρᾶται ὑπ’ αὐτοῦ, τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς· κωλύεσθαι 〈γὰρ〉 παρὰ τῶν τοῦ ἡλίου ἀκτίνων· ὅσοις δ’ ἀντιφράττει ἡ γῆ, ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τοῦ ἡλίου, τούτων οἰκεῖον εἶναι φῶς τὸ γάλα." Τρίτην περὶ τοῦ γάλακτος λέγει δόξαν οὕτως ἔχουσαν· ὅτε, φησίν, ὑπὸ γῆν ἐστι νύκτωρ ὁ ἥλιος, ἐπί τινα τῶν ἄστρων δηλονότι τὰ ὑπὲρ γῆν οὐκ ἀφικνεῖται τὸ φῶς αὐτοῦ, ἐπί τινα δὲ ἀφικνεῖται. ὅσων μὲν οὖν ἐφικνεῖται, κρύπτει ταῦτα τῷ μείζονι φωτὶ καὶ οὐχ ὁρᾶται, ὡς ἀμέλει καὶ ἐν ἡμέρᾳ πάντα τὰ ὑπὲρ γῆν ἄστρα καλύπτει, διὸ τούτων ὁρῶμεν οὐδέν· ὅσων δὲ διὰ τὴν ἀντίφραξιν τῆς γῆς μὴ ἐφικνοῦνται αὐτοῦ αἱ ἀκτῖνες, τούτων οὐ καλύπτει τὸ φῶς ὁ ἥλιος, καὶ τοῦτό ἐστι τὸ φῶς τὸ καλούμενον γάλα. τούτου δὲ τὸν ἔλεγχον ἐπιφέρει λέγων οὕτως·
“而阿那克萨戈拉和德谟克利特派的人则说,银河是某些恒星的光芒。因为太阳在地球下方运行的时候,看不见某些恒星。因此,凡是被它看见的恒星,其光芒便不显现;因为受到太阳光线的阻碍;但对于那些被地球所遮挡、以致不被太阳看见的恒星而言,它们固有的光芒就是银河。” 他叙述了关于银河的第三种观点,其内容如下:他说,当夜间太阳在地球下方时,对于恒星,显然是地球上方的那些恒星,它的光芒达不到其中某些,但能达到另一些。因此,凡是它所达到的恒星,它就以更大的光芒将它们隐藏,而不被看见,正如在白天它当然会遮蔽地球上方所有的恒星,因此我们看不见其中任何一颗一样;但对于因地球的遮挡而其光线未能达到的那些恒星,太阳就不遮蔽它们的光芒,而这种光芒就是所谓的银河。随后他提出了对这一观点的驳斥,说道:
"Φανερὸν δὲ ὅτι καὶ τοῦτο ἀδύνατον. τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ. ἔδει οὖν μεθισταμένου τοῦ ἡλίου μεθίστασθαι καὶ τὸ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γινόμενον." Εἰ φῶς ἦν τῶν ἀστέρων, φησί, τῶν μὴ καλυπτομένων νύκτωρ ὑπὸ τοῦ ἡλίου τὸ γάλα διὰ τὸ ὑπὸ τῆς γῆς αὐτοὺς ἀντιφράττεσθαι, ἐπειδήπερ οἱ μὲν ἀπλανεῖς ἀστέρες τὸν αὐτὸν ἀεὶ τόπον ἐπέχουσιν, ὁ δ’ ἥλιος κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν2 ἄλλοις ἄλλοτε πλησιάζει τῶν ἀστέρων καὶ ἄλλων ἀφίσταται, οὔτε τοὺς αὐτοὺς ἀεὶ καλύψει τῷ ἰδίῳ φωτὶ οὔτε μὴν οἱ αὐτοὶ διηνεκῶς ὑπὸ τῆς γῆς ἀντιφραχθήσονται. ἡ μὲν γὰρ σκιὰ εἰς τὰ ἀντικείμενα συνίσταται τοῖς φωτίζουσιν· εἰ δὲ διὰ τὴν τοῦ ἡλίου μετάβασιν ἄλλοτε ἐπ’ ἄλλα ζῴδια γινομένην οὐκ ἀεὶ τὸ αὐτὸ τῆς γῆς φωτίζεται μέρος, πᾶσά πως ἀνάγκη καὶ τὰ σκιαζόμενα τῶν ἀπλανῶν μὴ τὰ αὐτὰ διηνεκῶς εἶναι, ἄλλοτε δ’ ἄλλα. κινουμένου γὰρ τοῦ ἡλίου πάντοτε οὐ τὴν μετὰ τῆς ἀπλανοῦς, ἀλλὰ καὶ τὴν ἰδίαν αὑτοῦ κίνησιν, ἀνάγκη πᾶσα καὶ τὸν τῆς σκιᾶς κῶνον ἄλλον ἄλλοτε γίνεσθαι καὶ διὰ τοῦτο μὴ τὴν αὐτὴν ἀεὶ πρὸς τὰ ἀπλανῆ τῶν ἀστέρων σχέσιν λαμβάνειν, ὡς οὐδὲ αὐτὸν τὸν ἥλιον. νῦν δὲ τὸν γαλαξίαν ἀεὶ τὸν αὐτὸν ὑπὸ τοῖς αὐτοῖς ἄστροις ἀεὶ καὶ ἐν τοῖς αὐτοῖς ὄντα τόποις ὁρῶμεν, ἀλλὰ καὶ τῶν αὐτοῦ μερῶν ἕκαστον ὁμοίως ἔχον ἀεὶ φαίνεται, καὶ ἔνθα μέν ἐστιν ἀμυδρός, οὐδέποτε [δὲ] γίνεται λαμπρότερος, οὐδὲ ἔνθα λαμπρός ἐστι, ἀμυδρότερος γίνεται, ὅπου τέ ἐστιν ἁπλοῦς καὶ ὅπου τινὰς ἔχων ἀναδιπλώσεις, τοιοῦτος ἀεὶ φαίνεται, μηδεμίαν ἐκ τῆς τοῦ ἡλίου μεταβάσεως ἀλλοίωσιν ὑπομένων. ὁ μὲν οὖν πρῶτος τῶν ἐλέγχων τοιοῦτός ἐστιν· ἐπιφέρει δὲ καὶ ἕτερον.
“然而显而易见,这也是不可能的。因为银河始终是相同的,并且处于相同的恒星之中(因为它显现为一个最大的圆环),而被太阳所看不见的恒星却因太阳不留在同一个地方而始终是不同的。因此,随着太阳的移动,银河也本应当移动;但事实上并未显现出发生这种情况。” 他说,如果银河是那些在夜间由于被地球遮挡而不被太阳遮蔽的恒星的光芒:既然定星始终占据着相同的位置,而太阳按照其固有的运动在不同时候接近不同的恒星并远离另一些恒星,那么它既不会始终以其自身的光芒遮蔽相同的恒星,相同的恒星也绝不会连续不断地被地球所遮挡。因为阴影是在与发光体相对的方向形成的;如果由于太阳在不同时候穿行于不同的黄道星座,并不总是地球的同一部分被照亮,那么无论如何必然的是,定星中处于阴影下的那些恒星也绝不会连续不断地是相同的,而是在不同时候有所不同。因为既然太阳始终不仅伴随着定星天的运动而运动,而且以其自身的固有运动而运动,那么无论如何必然的是,阴影的圆锥体在不同时候也会变得不同,并因此对定星无法始终保持相同的关系,正如太阳本身也不[保持相同的关系]一样。但事实上我们看到银河始终是相同的,始终在相同的恒星之下并在相同的地方,而且它的各个部分也始终显现为处于相似的状态:在暗淡的地方它绝不会变得更亮,在明亮的地方它也不会变得更暗;在它单重的地方以及在它具有某些重叠分叉的地方,它始终显现为如此,并未因太阳的移动而经受任何变质。因此,第一条驳斥便是如此;而且他还提出了另一条驳斥。
- 1.87τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἔνια τῶν ἄστρων
间接引语中的“宾格加不定式”结构。主动不定式 ὁρᾶν 的逻辑主语是 τὸν ἥλιον,直接宾语是 ἔνια τῶν ἄστρων。字面意思虽为“太阳看不见某些恒星”,但结合下文的被动表达(ὁρᾶται ὑπ’ αὐτοῦ)和注解者的阐释(ἐφικνοῦνται αὐτοῦ αἱ ἀκτῖνες)可知,此处是以视线比喻光线,意指太阳的光线未能照射到某些天体(即未照亮它们)。
- 1.88οὐ τὴν μετὰ τῆς ἀπλανοῦς, ἀλλὰ καὶ τὴν ἰδίαν αὑτοῦ κίνησιν
分词 κινουμένου 的同族宾格(内宾格)结构,承后项省略了 κίνησιν:“[太阳]不仅作伴随定星天球的运动,而且也作其自身的固有运动”。τὴν μετὰ τῆς ἀπλανοῦς 是阴性单数宾格短语,指代与定星天球一致的周日旋转运动。
