← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§101.19-102.36

毕达哥拉斯派的银河说与神话的自然学阐释

菲洛波诺斯考察了毕达哥拉斯派关于银河起源的学说(法厄同坠落说与太阳旧轨道说),并阐释了亚里士多德依据黄道带观测事实对后者的反驳。进而,他从自然学角度化解神话,将阿特柔斯神话视作发现行星逆行的寓意,并将法厄同神话解释为彗星生成及其引起的干燥灼热现象的隐喻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.86

" Τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτοῦ." Αἱ προκείμεναι δύο δόξαι μυθώδεις οὖσαι καὶ ὑπὸ ποιητῶν ἀναπεπλασμέναι τοῖς ἄλλοις εἰσὶ τῶν Πυθαγορείων μύθοις ἀκόλουθοι. τὸ μὲν οὖν κατὰ τὸν Φαέθοντα πλάσμα πολλαχοῦ διαβεβόηται τῆς ποιήσεως, ὡς νέος ὢν καὶ τοῦ πατρὸς Ἡλίου τὸ ἅρμα διφρηλατεῖν ἐπιθυμήσας οὗτος καὶ τυχὼν τούτου νεανικώτερον ἢ σοφώτερον ἐλαύνων οὐδὲ νόῳ κατὰ τὸν ποιητὴν ἐπιβάλλων ἱμάσθλην πολὺ τοῦ κόσμου μέρος κατέφλεξεν· ὧν καὶ ἡ διακεκαυμένη ζώνη ἐστὶ καὶ κατὰ τοὺς Πυθαγορείους ὁ γαλαξίας ἐμφαίνων ἔτι νῦν χρῶμα τῆς ἐκεῖθεν γενομένης πυρώσεως καὶ τῶν ἐνταῦθα πεσόντων ἀστέρων. ἕτεροι δὲ τῶν Πυθαγορείων πάλιν τὸν ἥλιόν φασί ποτε τοῦτον ἐκπεριέναι κύκλον, οὐ τὸν ζῳδιακόν, ὃν νῦν δίεισιν, ἀλλὰ τὸν τοῦ γάλακτος, ὅθεν ἐκπυρωθέντα τοῦτο ποιῆσαι τὸ χρῶμα. καὶ οἶμαί γε καὶ τούτους ἑτέρῳ μύθῳ κατακολουθῆσαι τῷ περὶ τὸν Ἀτρέα πεπλασμένῳ, ὅτι ἐστράφη ἐπ’ αὐτοῦ ἡ τοῦ ἡλίου κίνησις εἰς τοὔμπαλιν ἢ φέρεται νῦν. “τὸ γὰρ πτερωτὸν ἀελίου”, φησὶν Εὐριπίδης, “μετέβαλεν ἅρμα, τὰν πρὸς ἑσπέραν κέλευθον οὐρανοῦ προσαρμόσασα μονόπωλον ἐς Ἀῶ, ἑπταπόρου τε δρόμημα Πλειάδος εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει.” πρὸς μὲν οὖν τὴν προτέραν μυθολογίαν Ἀριστοτέλης οὐδ’ ἀντειπεῖν ἀξιοῖ· πρὸς δὲ τὴν δευτέραν σύντομον ἐπάγει τὸν ἔλεγχον ὁπωσδήποτε φυσιολογίας ἡμμένην,1 ὅτι δι’ ὧν φέρεται τόπων θερμὸς ὢν καὶ πυρώδης ὁ ἥλιος, δεῖ τι παθεῖν ὑπ’ αὐτοῦ τούτους. τίς οὖν ὁ ἔλεγχος; ὡς ἔδει καὶ τὸν ζῳδιακὸν κύκλον δι’ οὗ φέρεται νῦν ὁ ἥλιος, τὸ αὐτὸ πεπονθέναι πάθος καὶ τῷ γάλακτι κεχρῶσθαι ὁμοίως, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μετὰ τοῦ ἡλίου καὶ οἱ πέντε τῶν πλανωμένων καὶ ἡ σελήνη δι’ αὐτοῦ φέρεται. ἀλλ’ οὐδὲν τοιοῦτον φαίνεται πεπονθώς· καίτοι γε καθ’ ἕκαστον τῆς νυκτὸς μέρος ἡμικύκλιον ὁρῶμεν αὐτοῦ, καὶ τοιοῦτον πάθος οὐδὲν ἐν αὐτῷ θεωρεῖται γενόμενον, πλήν, φησίν, εἴ τι συνάπτει πρὸς τὸν τοῦ γάλακτος κύκλον μόριον αὐτοῦ· συνάπτει δ’ αὐτὸ κατὰ τοὺς διδύμους καὶ τὸν τοξότην. εἰ δὲ τοῦ ζῳδιακοῦ τὸ πάθος ἦν διὰ τὴν τοῦ ἡλίου δι’ αὐτοῦ γινομένην κίνησιν, ἔδει τὸν ὅλον κύκλον τοῦτο πεπονθέναι. τὸν μὲν οὖν κατὰ τὸν Ἀτρέα μῦθον λύουσί τινες οὕτως· ἀστρονόμος, φασίν, ὑπάρχων ὁ Ἀτρεὺς ἔδειξε τοῖς ἀνθρώποις πρῶτος ὡς ἡ τῶν πλανωμένων κίνησις τῶν ἑπτὰ τὴν ἐναντίαν φέρεται τῷ παντί, κἀντεῦθεν ὁ μῦθος πάροδον ἔσχεν ὡς διὰ τὸν Ἀτρέα ὁ θεὸς μετέβαλεν εἰς τοὐναντίον τὴν κίνησιν τοῦ οὐρανοῦ. οἶμαι δὲ καὶ τὸ “ἑπταπόρου δρόμημα Πλειάδος” διὰ τοὺς ἑπτὰ πλανωμένους εἰρῆσθαι· αἱ γὰρ λεγόμεναι Πλειάδες ἕξ εἰσι καὶ μόναι, καθάπερ Ἄρατος εἴρηκε, καὶ τοῦτο τοῖς εἰς αὐτὰ ἀποβλέπουσι φαίνεται. ὁ δὲ τοῦ Φαέθοντος μῦθος ἵνα προσφόρως τῇ θεωρίᾳ τῶν μετεώρων αὐτὸν ἀναπτύξωμεν, σύστασιν αἰνίττεσθαί μοι κομήτου δοκεῖ2 γενομένην ποτέ, ὃν ἡλίου φασὶν εἶναι παῖδα· ἐκ γὰρ πυρώδους ὕλης ἀναθυμιωμένης ὑπὸ ἡλίου τὴν γένεσιν ἔχει· ἐπιθυμῆσαι δὲ τὸ ἅρμα τοῦ πατρὸς ἐλάσαι, διότι τὴν αὐτὴν τῷ ἡλίῳ φέρεται. ἡ δὲ ἄτακτος αὐτοῦ κίνησις καὶ τὸ μὴ ἰσοδρομῆσαι τῷ πατρὶ τὸ μὴ ἰσοταχῶς κινεῖσθαι τῷ ἡλίῳ τὸν κομήτην μηδὲ τὸ τεταγμένον τῆς αὐτοῦ φυλάττειν κινήσεως δηλοῖ, διὰ τὸ ὑπολείπεσθαι τοῦ ἡλίου τοὺς κομήτας καὶ τὸ ἄτακτον τῆς ὕλης τῶν ὑπὸ σελήνην, ἐν οἷς ἀδύνατον τὴν τῶν οὐρανίων εὐταξίαν φαίνεσθαι. τὸ δὲ καταφλέξαι μέρη τοῦ κόσμου τινὰ δι’ ὧν ἡ κίνησις αὐτοῦ γέγονε, σύμφωνον τοῖς περὶ κομητῶν εἰρημένοις ὅτι αὐχμῶν καὶ ἐκπυρώσεως τοῦ ὑπὸ σελήνην ἀέρος εἰσὶ τεκμήρια. εἰκὸς δὲ καὶ πλείονας τότε συστῆναι κομήτας καὶ διάττοντας καὶ φλόγας, ἐξ ὧν ὁ μῦθος οὐκ ἀπιθάνως ἔσχε τὴν γένεσιν.

“因此,在所谓的毕达哥拉斯派中,有人说这是在法厄同时代那场所谓的毁灭中坠落的恒星之一的轨迹,而另一些人则说太阳曾经在这条圆环上运行;就好像这个地方被烧焦了,或者因其运行而遭受了某种其他诸如此类的变状。” 摆在面前的这两种观点是神话性的,由诗人们捏造而成,与毕达哥拉斯派的其他神话相契合。关于法厄同的虚构故事在诗歌各处广为流传,说是他年少时渴望驾驭其父太阳的车驾,得到之后,其驱策更显年轻任性而非明智,如诗人所言未用理智施加鞭策,焚毁了宇宙的大部分。其中既有焦灼带,而且按照毕达哥拉斯派的说法,也有银河,它至今仍显出因那次燃烧以及坠落于此的恒星所产生的颜色。但另一些毕达哥拉斯派则又说,太阳曾经环行于这个圆环,而不是如今所穿行的黄道带,而是银河的圆环,由此〔该圆环〕被灼烧而产生了这种颜色。而且我认为,他们也是附会了另一个关于阿特柔斯的编造神话,即在阿特柔斯时,太阳的运动转向了与其如今运行相反的方向。欧里庇得斯说:“因为太阳生翼的车驾,宙斯予以转变,将天空向西的道路单骑配合于拂晓,并将七道运行的昴宿之路转至另一条途径。”因此,对于前一种神话,亚里士多德甚至认为不屑于反驳;但对于第二种观点,他提出了一个简短的驳斥,因其无论如何触及了自然学,即太阳既然炎热似火,它所穿行的地方必然因它而遭受某种变状。那么,这个驳斥是什么呢?即太阳如今穿行的黄道带圆环,也应当遭受同样的变状,并同样着上乳白色,而且随着太阳,五颗行星和月亮也穿行于黄道带,就更应当如此了。然而黄道带显现出完全未受此类变状;尽管我们在夜晚的每个部分都能看到它的半个圆周,其中却未观察到发生了任何这类变状,“除非”,他说,“它的某个部分与银河的圆环相交”;而它在双子座和人马座相交。如果黄道带的变状是因为太阳在其间的运动所致,那么整个圆环都应当遭受这种变状。对于关于阿特柔斯的神话,有人这样予以化解:他们说,阿特柔斯作为天文学家,首先向人们展示了七颗行星的运动与全体天球相反方向运行,由此神话获得了立足点,以为是神为了阿特柔斯而将诸天的运动转向相反方向。我也认为,“七道运行的昴宿之路”是因为七颗行星而说的;因为所谓的昴宿只有六颗,正像阿拉托斯所说,这对注视它们的人来说也是显然的。至于法厄同的神话,为了使我们能贴合气象学探究来阐释它,在我看来,它似乎暗示了曾经发生过的一颗彗星的形成,他们说这颗彗星是太阳之子;因为它是从太阳蒸发出的火性物质中生成的;它渴望驾驭父亲的车驾,是因为它与太阳同向运行。而它无序的运动以及未能与其父并驾齐驱,表明彗星并不与太阳以等速运动,也不保持其运动的既定秩序,这是由于彗星落后于太阳,以及月下物质的无序性所致,在月下物质中,天体的良好秩序是不可能显现的。至于它焚毁了其运动所经过的宇宙的某些部分,这与关于彗星的论述相符,即彗星是月下空气干旱与灼热的征兆。而且很可能在当时形成了多颗彗星、流星和火焰,神话并非不可信地由此产生。

语法注2 条
  1. 1.86ὁπωσδήποτε φυσιολογίας ἡμμένην

    完成时分词 ἡμμένην(阴性单数宾格)修饰前面的 τὴν δευτέραν [μυθολογίαν](“第二种[神话]”)。动词 ἅπτομαι 依惯例支配属格(此处为 φυσιολογίας),表示接触或涉及的对象(“触及自然学”)。

  2. 1.86ὁ δὲ τοῦ Φαέθοντος μῦθος ἵνα προσφόρως τῇ θεωρίᾳ τῶν μετεώρων αὐτὸν ἀναπτύξωμεν, σύστασιν αἰνίττεσθαί μοι κομήτου δοκεῖ

    句首的主格短语 ὁ δὲ τοῦ Φαέθοντος μῦθος 作为整个句子的主旨被前置。在插入了目的从句 ἵνα ... αὐτὸν ἀναπτύξωμεν(“为了使我们能够阐释它”)之后,它充当了主句动词 δοκεῖ 的语法主语,并支配不定式 αἰνίττεσθαι(“似乎暗示……”)。目的从句中的代词 αὐτόν 复指了这一位于句首的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:101.19-102.36