← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§98.12-100.4

跨类证明的不可能性与论证的三要素

注解亚里士多德 75a38–75b3,从论证的三要素(公理、主词项、谓词项)出发,阐明为何在证明中跨越不同的属(跨类)是不可能的。他指出,尽管公理表面上可被共有,但基础主体所属不同的学科绝不能共有主词项、小前提乃至谓词项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.140

" Οὐκ ἄρα ἔστιν ἐξ ἄλλου γένους μεταβάντα δεῖξαι,1 οἷον τὸ γεωμετρικὸν ἀριθμητικῇ." Δείξας ὅτι ἡ ἀπόδειξις ἀναγκαία τέ ἐστι καὶ ἐξ ἀναγκαίων, καὶ ὅτι μόνα τὰ καθ’ αὑτὰ ἀναγκαῖα, ἐντεῦθεν, ὥσπερ εἶπον, πόρισμά τι συνάγει τὸ νῦν δεικνύμενον. τοῦτο δέ ἐστιν ὅτι οὐκ ἐνδέχεται τὰς ἀποδείξεις τὰς ἄλλῃ τινὶ ἐπιστήμῃ ἐφαρμοζούσας ἐφαρμόσαι καὶ ἐπὶ ἄλλῃ· τοῦτο δέ φησιν, ὅτι οὐχ οἷόν τε τῇ ἀποδείξει, ᾗ ἀπεδείξαμεν γεωμετρικόν, εἰ τύχοι, θεώρημα, τῇ αὐτῇ ταύτῃ ἀριθμητικὸν ἀποδεῖξαι. ἵνα δὲ τοῦτο δείξῃ, πρότερον διαίρεσιν ποιεῖται τῶν ἐν ταῖς ἀποδείξεσι παραλαμβανομένων, ὅπερ καὶ ἐξ ἀρχῆς ἐποίησε. τρία γάρ, φησίν, εἰσὶ τὰ ἐν ταῖς ἀποδείξεσι παραλαμβανόμενα, τά τε ἐξ ὧν δείκνυται τὸ συμπέρασμα, ταῦτα δέ εἰσι τὰ ἀξιώματα, καὶ τοῦ συμπεράσματος ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος. τριῶν οὖν τούτων ὄντων ἐν ταῖς ἀποδείξεσι τοῖς μὲν ἀξιώμασι, φησίν, ἐνδέχεται τοῖς αὐτοῖς ἐπὶ διαφόρων ἐπιστημῶν χρήσασθαι· καὶ γὰρ ὁ γεωμέτρης καὶ ὁ ἀριθμητικὸς ἐρεῖ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. τῷ μέντοι ὑποκειμένῳ ὅρῳ ἢ τῷ κατηγορουμένῳ οὐχ οἷόν τε τῷ αὐτῷ ἐπὶ δύο ἐπιστημῶν χρήσασθαι, εἴ γε διάφορα ταῖς διαφόροις ἐπιστήμαις τὰ ὑποκείμενα. καὶ νῦν μὲν οὕτως ὁλοσχερέστερόν φησιν, ὅτι δυνατὸν τοῖς αὐτοῖς ἀξιώμασιν ἐπὶ διαφόρων ἐπιστημῶν χρήσασθαι· προϊὼν μέντοι διαρθρώσει τὸν λόγον καὶ δείξει ὅτι οὐδὲ ἀξιώμασι τοῖς αὐτοῖς χρήσονται αἱ διάφοροι ἐπιστῆμαι. λέγων γὰρ ὁ γεωμέτρης, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, οὐχ ἁπλῶς πᾶν ἴσον παραλήψεται ἀλλὰ τὰ τῷ αὐτῷ μεγέθει ἴσα· ὁμοίως δὲ καὶ ὁ ἀριθμητικὸς τοὺς [ἐν] τῷ αὐτῷ ἀριθμῷ ἴσους ἀριθμοὺς καὶ ἀλλήλοις ἴσους ἐρεῖ.

“因此,不可能从另一个属跨越过来进行证明,例如用算术证明几何学的事项。” 在表明论证既是必然的又是出于必然的事物,并且唯有就自身的事物才是必然的之后,正如我所说的,他由此得出了一个推论,即现在所表明的这一点。这就是说,不可能把适用于某一学科的论证也应用于另一学科;并且他是说,不可能用我们证明了(例如)几何定理的那个完全相同的论证来证明算术定理。为了证明这一点,他首先对论证中采用的事项作了划分,而这正是他一开始就做过的。他说,因为在论证中采用的事项有三者:即结论据以被证明的事项,这些是公理;以及结论的主词项和谓词项。他说,既然在论证中存在这三者,那么在不同的学科中可以使用相同的公理;因为几何学家和算术家都会说,等于同一事物者彼此也相等。然而,对于主词项或谓词项,却不可能在两门学科中使用同一个,如果对于不同的学科而言基础主体是不同的话。现在他是以这样较宽泛的方式说在不同的学科中可以使用相同的公理;但随着行文的发展,他将进一步分明地阐述论证,并表明不同的学科甚至不会使用相同的公理。因为几何学家在说等于同一事物者彼此也相等时,并不是无条件地取用任何相等的事物,而是取用等于同一量度的事物;同样地,算术家也会说等于同一数目的诸数彼此也相等。

§1.141

"Τρία γάρ ἐστι τὰ ἐν ταῖς ἀποδείξεσιν, ἓν μὲν τὸ ἀποδεικνύμενον συμπέρασμα." Τουτέστιν ὁ κατηγορούμενος ἐν τῷ συμπεράσματι ὅρος, ὃν ἡ ἀπόδειξις ἢ ὑπάρχοντα τῷ ὑποκειμένῳ ἢ μὴ ὑπάρχοντα δείκνυσι.

“因为在论证中的事项有三:其一是被证明的结论。” 这就是指结论中的谓词项,论证所表明的就是它属于还是不属于主词。

§1.142

"Τοῦτο δ’ ἐστὶ τὸ ὑπάρχον γένει τινὶ καθ’ αὑτό." Γένος φησὶ τὸ ὑποκείμενον, ὥσπερ πολλαχοῦ εἴωθε.

“而这是就自身属于某一属的事物。” 他所说的“属”,指的是基础主体,正如他在许多地方惯常所做的那样。

§1.143

"Τρίτον δὲ τὸ γένος τὸ ὑποκείμενον, οὗ τὰ πάθη καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα δηλοῖ ἡ ἀπόδειξις." Τουτέστιν ὁ ὑποκείμενος ἐν τῷ συμπεράσματι ὅρος, οὗ ἡ ἀπόδειξις τὰ καθ’ αὑτὰ ὑπάρχοντα δεικνύναι βούλεται.

“第三则是作为基础主体的属,论证所阐明的就是它的性状和就自身的偶性。” 这就是指结论中的主词项,论证所要表明的就是属于它的那些就自身的属性。

§1.144

"Ἐξ ὧν μὲν οὖν ἡ ἀπόδειξις, ἐνδέχεται τὰ αὐτὰ εἶναι." Τουτέστι τὰ ἀξιώματα, ἅτινά εἰσιν αἱ μείζους προτάσεις ἐν τοῖς συλλογισμοῖς.

“因此,论证据以出发的事项可以是相同的。” 这就是指公理,它们在推论中是大前提。

§1.145

"Ὧν δὲ τὸ γένος ἕτερον, ὥσπερ ἀριθμητικῆς καὶ γεωμετρίας καὶ τὰ ἑξῆς." Ὧν, φησίν, ἐπιστημῶν τὸ ὑποκείμενόν ἐστι διάφορον, ἐπὶ τούτων2 οὐκ ἐνδέχεται ταῖς αὐταῖς προτάσεσι, λέγω δὴ ταῖς ἐλάττοσι, χρήσασθαι· δι’ αὐτὰ δὴ ταῦτα οὐδὲ τὸν ὑποκείμενον ἐν τῷ συμπεράσματι ὅρον τὸν αὐτὸν λαβεῖν, εἴ γε ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος ὅρος ὁ αὐτὸς καὶ τῆς ἐλάττονός ἐστι προτάσεως ὑποκείμενος. εἰ οὖν μὴ τὰ αὐτὰ ὑποκείμενά ἐστι ταῖς διαφόροις ἐπιστήμαις (γεωμετρίᾳ μὲν γὰρ μεγέθη, ἀριθμητικῇ δὲ ἀριθμοὶ ὑπόκεινται· ἕτερον δὲ μεγέθη τε καὶ ἀριθμοί), οὔτε ὁ ὑποκείμενος ὅρος ὁ αὐτὸς ἔσται διαφόρων ὄντων τῶν γενῶν οὔτε 〈ὁ〉 κατηγορούμενος ὁ αὐτός· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ τῶν διαφόρων γενῶν ἑκάστου καθόλου τε καὶ καθ’ αὑτὸ κατηγορεῖσθαι, ὡς ἔμπροσθεν παραδέδοται.

“但那些属互不相同的事物,例如算术和几何学等等[则并非如此]。” 他说,那些基础主体不同的学科,在它们之中不可能使用相同的前提,我是指小前提;正是由于这些原因,也不可能在结论中取用相同的主词项,如果结论中的主词项与小前提的主词确实是同一个的话。因此,如果对于不同的学科而言基础主体不是相同的(因为对于几何学来说量度是基础主体,而对于算术来说数目是基础主体;而量度与数目是互不相同的),那么在诸属互不相同的情况下,主词项既不可能是相同的,谓词项也不可能是相同的;因为正如前面所传授的,同一个事物不可能全称地且就自身地被述说于各个不同的属之中的每一者。

语法注2 条
  1. 1.140μεταβάντα δεῖξαι

    分词 μεταβάντα(阳性单数宾格)与非人称动词 ἔστιν 所支配的不定词 δεῖξαι 的泛指主词一致(意为“某人跨越之后进行证明”)。不定词 δεῖξαι 充当 ἔστιν 的语法主语。

  2. 1.145Ὧν, φησίν, ἐπιστημῶν τὸ ὑποκείμενόν ἐστι διάφορον, ἐπὶ τούτων

    先行词 ἐπιστημῶν 被吸纳到关系从句中,与关系代词 ὧν 同格(先取/吸引),并在主句中被指示代词短语 ἐπὶ τούτων 所照应,构成“基础主体互不相同之学科,在这些学科中……”的对应结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:98.12-100.4