- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:96.26-98.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德为何重复强调论证必须出自各个属所固有的就自身的前提,阐明通过迹象(从结果推论原因)无法获得就自身的认识和关于“为什么”的认识,并指出中项必须由于自身而与两个端项相连。
" Ἐπεὶ δ’ ἐξ ἀνάγκης ὑπάρχει περὶ ἕκαστον γένος ὅσα καθ’ αὑτὰ ὑπάρχει καὶ ᾗ ἕκαστον, φανερόν.1" Δοκεῖ ἐνταῦθα ταυτολογεῖν ὁ φιλόσοφος· ἃ γὰρ εἶπεν ἀνωτέρω, ταὐτὰ καὶ ἐνταῦθά φησι, λέγω δὴ ὅτι οὐκ ἐνδέχεται τὴν ἀπόδειξιν ἐξ ἐνδεχομένων εἶναι προτάσεων, καὶ ταῖς κατασκευαῖς ταῖς αὐταῖς πάλιν κέχρηται. οὐ μάτην δὲ τοῦτο ποιεῖ, ἀλλ’ ἐπεὶ βούλεται ἐντεῦθεν ἡμᾶς διδάξαι, ὅτι δεῖ τὴν ἀπόδειξιν ἐκ τῶν οἰκείων καθ’ ἕκαστον γένος, περὶ ὃ ἐστι τὸ πρόβλημα, καὶ τὰς προτάσεις λαμβάνειν καὶ μὴ ἀποδεικνύναι τι γεωμετρικόν, εἰ τύχοι, θεώρημα ἐξ ἀριθμητικῶν ἢ φυσικὸν ἐκ γεωμετρικῶν προτάσεις λαμβάνοντα· διὰ τοῦτο γὰρ ἔλεγεν ἀνωτέρω ὅτι οὐ πᾶν ἀληθὲς οἰκεῖον ἀποδείξει, ἀλλὰ τὸ πρῶτον τοῦ οἰκείου γένους περὶ ὃ ἀποδείκνυται. τοῦτο δὲ δείκνυσιν ἐκ τοῦ προλαβεῖν ὅτι ἐκ τῶν καθ’ αὑτό εἰσιν αἱ ἀποδείξεις. διὰ τοῦτο οὖν πρότερον ἡμᾶς ὑπομιμνήσκει τῶν δεδειγμένων, ὅτι ἐκ τῶν καθ’ αὑτὸ καὶ τῶν ἐξ ἀνάγκης αἱ ἀποδείξεις. Ἐπεὶ δὲ ἐξ ἀνάγκης ὑπάρχει περὶ ἕκαστον γένος ὅσα καθ’ αὑτὸ ὑπάρχει καὶ ᾗ ἕκαστον, φανερόν. τὰ καθ’ αὑτό, φησίν, ὑπάρχοντα ἑκάστῳ γένει, ταῦτα ἐξ ἀνάγκης ὑπάρχει, ἐπειδὴ καὶ μόνα ταῦτα ἐστι τὰ ἐξ ἀνάγκης ὑπάρχοντα, ὡς ἐδείχθη ἀνωτέρω. εἰ δὲ αἱ ἀποδείξεις ἀναγκαῖαί τέ εἰσι καὶ ἐξ ἀναγκαίων, ἐκ τῶν καθ’ αὑτὸ ἄρα ἡ ἀπόδειξις καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων. τὰ αὐτὰ δὲ ταῦτα, ὡς εἶπον, καὶ ἀνωτέρω δέδεικται.
“既然凡是就自身具有并且就各物自身而言具有的事物,关于各个属都出于必然具有,那么很显然。” 哲学家在此似乎是在重言;因为他前面所说的话,在这里同样也在说,我是指论证不可能出自偶然的前提,并且他再次使用了完全相同的论据。但他做这事并不是徒劳的,而是因为他希望由此教导我们:论证必须从问题所关涉的各个属所固有的事项中选取前提,而不能比如从算术前提来证明几何定理,或者从几何前提来证明物理定理。正是因为这个缘故,他前面说过并非所有真实的事物都是论证所固有的,而只有被论证所关涉的固有属的第一者才是固有的。而他是从预先设定论证出自就自身具有的事物这一前提出发来证明这一点的。因此,他首先提醒我们注意那些已被证明的事情,即论证出自就自身具有的事物和出于必然的事物。“既然凡是就自身具有并且就各物自身而言具有的事物,关于各个属都出于必然具有,那么很显然。”他说,就自身具有于各个属的事物,是出于必然具有的,因为正如前面所表明的,只有这些事物才是出于必然具有的。如果论证既是必然的又是出于必然的事物,那么论证就是出于就自身具有的事物,并且是关于就自身具有的事物。而正如我所说的,这些相同的事物前面也已经证明过了。
"Τὰ μὲν γὰρ συμβεβηκότα οὐκ ἀναγκαῖα, ὥστ’ οὐκ ἀνάγκη τὸ συμπέρασμα εἰδέναι διότι ὑπάρχει, οὐδ’ εἰ ἀεὶ εἴη, μὴ καθ’ αὑτὸ δέ,2 οἷον οἱ διὰ σημείων συλλογισμοί." Ὅτι ὅσα μὴ καθ’ αὑτὸ ὑπάρχει, ταῦτα κατὰ συμβεβηκὸς ὑπάρχει· τὰ δὲ κατὰ συμβεβηκὸς ὑπάρχοντα ἐνδέχεται καὶ μὴ ὑπάρχειν· οὐκ ἄρα ἐκ τῶν τοιούτων ἂν γένοιτ’ ἀπόδειξις. κἂν γὰρ μηδέποτε, φησί, χωρίζεται τὰ τοιαῦτα συμβεβηκότα τῶν ὑποκειμένων, μὴ καθ’ αὑτὸ δὲ ὑπάρχῃ αὐτοῖς, οὐδ’ οὕτως ἐξ αὐτῶν ἀπόδειξις ἔσται διὰ τὰ πολλάκις εἰρημένα. τούτου δὲ παράδειγμα τίθησι τοὺς διὰ σημείων συλλογισμούς, οἵτινες τὰ αἴτια ἐκ τῶν αἰτιατῶν συλλογίζονται· ἐκ γὰρ τῶν φωτισμῶν τῆς σελήνης τὸ σφαιροειδὲς ἔχειν αὐτὴν σῶμα συνάγομεν καὶ ἐκ τοῦ καπνὸν φαίνεσθαι τὸ πῦρ εἶναι. τοῦτο γὰρ εἰ καὶ μυριάκις ἀεὶ ὑπάρχει τοῖς δεικνυμένοις, οὐκ ἔστιν ἐπὶ τούτων ἀπόδειξις, ὅτι μὴ ἐξ αἰτίων τὰ αἰτιατὰ συλλογίζονται μηδὲ ἐκ τῶν πρώτων τὰ δεύτερα, ὅπερ τὴν κυρίως δεῖ ἔχειν ἀπόδειξιν, ἀλλ’ ἀνάπαλιν.
“因为偶性并不是必然的,所以没有必要知道结论为什么具有,即使它总是存在,但若不是就自身而言,例如通过迹象的推论。” 这就是说,凡不是就自身具有的事物,都是附带地具有的;而附带地具有的事物也有可能不具有;因此,从这类事物中不可能产生论证。他说,因为即使这类偶性从未与基础主体分离,但只要不是就自身具有于它们,即使如此,由于多次说过的缘故,也不可能从它们之中产生论证。他举出了通过迹象的推论作为这一点的例证,这类推论是从结果推论原因;因为我们从月亮的受照方式推导出它具有球形的形体,从烟的显现推导出火的存在。因为即使这千百次地永远具有于被证明的事物,在这些事例中也不存在论证,因为它们并不是从原因推论出结果,也不是从第一者推论出第二者——而这正是严格意义上的论证必须具有的——反而是相反地推论。
"Τὸ γὰρ καθ’ αὑτὸ οὐ καθ’ αὑτὸ ἐπιστήσεται οὐδὲ διότι." Καθ’ αὑτὸ γὰρ οὔσης τῆς σελήνης σφαιροειδοῦς ὁ διὰ τῶν φωτισμῶν αὐτῆς τοῦτο συλλογιζόμενος οὐ καθ’ αὑτὸ ἕξει τούτου τὴν ἐπιστήμην, τουτέστιν οὐκ ἐκ τοῦ αἰτίου εἴσεται τὸ αἰτιατὸν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός.
“因为人不会就自身知道就自身的事物,也不会知道为什么。” 因为尽管月亮就自身而言是球形的,通过其受照方式推论出这一结论的人,也不会就自身拥有关于这一结论的科学知识,这就是说,他不是从原因认识结果,而是在某种程度上附带地认识。
"Δι’ αὑτὸ ἄρα δεῖ καὶ τὸ μέσον τῷ τρίτῳ καὶ τὸ πρῶτον τῷ μέσῳ ὑπάρχειν." Εἰ γὰρ τὸ πρῶτον τῷ τρίτῳ ἐξ ἀνάγκης ὑπάρχει, ὑπάρχει δὲ διὰ τὸ μέσον, δεῖ ἄρα καὶ τὸ μέσον τῷ μὲν τρίτῳ καθ’ αὑτὸ ὑπάρχειν τῷ δὲ πρώτῳ ὑποκεῖσθαι,3 ἵνα οὕτως δι’ ἑαυτοῦ καὶ τὸ πρῶτον δείξῃ καθ’ αὑτὸ ὑπάρχον τῷ τρίτῳ.
“因此,无论中项属于第三项,还是第一项属于中项,都必定是由于自身。” 因为如果第一项出于必然具有于第三项,并且是通过中项具有的,那么中项就必须就自身具有于第三项,并且对于第一项而言作为基础主体,以便这样通过其自身也表明第一项就自身具有于第三项。
- 1.136Ἐπεὶ δ’ ἐξ ἀνάγκης ὑπάρχει περὶ ἕκαστον γένος ὅσα καθ’ αὑτὰ ὑπάρχει καὶ ᾗ ἕκαστον, φανερόν.
引文末尾的 φανερόν 在亚里士多德的原著(75a29–30)中是引导后续 ὅτι 从句的主句谓语形容词,但作为引文在此处戛然而止。菲洛波诺斯在注文中将这一省略句直接理解为指示此前已证明的结论(即论证出自就自身具有者)是显而易见的。
- 1.137οὐδ’ εἰ ἀεὶ εἴη, μὴ καθ’ αὑτὸ δέ
紧随 οὐδ’ εἰ ἀεὶ εἴη(“即使它总是存在”)之后的 μὴ καθ’ αὑτὸ δέ 是一个条件从句的省略表达,需补出动词 εἴη 或 ὑπάρχοι(“但若不是就自身[存在/具有]”),其主语承接前文的 τὰ συμβεβηκότα。
- 1.139τῷ δὲ πρώτῳ ὑποκεῖσθαι
动词 ὑπόκειμαι 支配与格 τῷ πρώτῳ,意为“对于第一者(大项)而言作为基础主体(作为主词/处于从属地位)”。这表明在第一格三段论中,中项既作为谓词属性属于小项(第三项),又作为基础主体属于大项(第一项)的包含结构。
