- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:100.5-102.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了75b6–75b10,阐明唯有在几何学与光学等从属学科之间才可能部分地共有前提,而在其他学科之间,由于三项(两极端项与中项)必须属于同一个属,因而论证无法跨学科转用。
" Τοῦτο δὲ ὡς ἐνδέχεται ἐπί τινων, ὕστερον λεχθήσεται." Τοῦτο, φησί, τὸ τὰς ἐλάττους προτάσεις ἐπί τινων ἐπιστημῶν ἐνδέχεσθαι τὰς αὐτὰς λαμβάνειν, ἐροῦμεν μετὰ ταῦτα.1 δειχθήσεται γὰρ ὅτι ἐνδέχεται ἐν ταῖς ὑπαλλήλοις ἐπιστήμαις τὰς εἰλημμένας ἐν τῇ μερικωτέρᾳ ἐπιστήμῃ προτάσεις ταύτας καὶ ἐν τῇ καθολικωτέρᾳ λαμβάνειν, οἷον ἐπὶ γεωμετρικῆς καὶ ὀπτικῆς· τὰς γὰρ τῆς ὀπτικῆς προτάσεις λήψεται καὶ ὁ γεωμέτρης διὰ τὸ κοινὰ τὰ ὑποκείμενα εἶναι, οἷον τὸ εὐθείας λαμβάνειν καὶ ταύτας ἢ συμπιπτούσας ἢ παραλλήλους, γωνίας τε καὶ τρίγωνα καὶ τὰ τοιαῦτα. ἐν ταύταις οὖν διὰ τὸ εἶναί τινα κοινὰ ὑποκείμενα ἐνδέχεται τὰς ἐν τῇ μερικωτέρᾳ ἐπιστήμῃ, λέγω δὴ τὰς παραληφθείσας προτάσεις ἐλάττονας, τὰς αὐτὰς καὶ ἐν τῇ καθολικωτέρᾳ παραληφθῆναι· οὐ μέντοι τὰς ἐν τῇ γενικωτέρᾳ ἐπιστήμῃ ταύτας πάντως καὶ ἡ μερικωτέρα παραλήψεται. καθολικωτέρα δὲ καὶ ἀρχοειδεστέρα ὀπτικῆς ἡ γεωμετρία· ἡ μὲν γὰρ γεωμετρία περὶ ἁπλῶς γραμμὰς καὶ ἁπλῶς σχήματα καταγίνεται, μὴ ἐπισκεπτομένη ἐν τίνι ποτέ εἰσιν ὑποκειμένῳ, ἀλλ’ ἐξ ἀφαιρέσεως αὐτογραμμὰς καὶ αὐτογωνίας καὶ αὐτοσχήματα θεωροῦσα· ἡ μέντοι ὀπτικὴ τὰς ἐν ὄψει γραμμὰς καὶ τὰς γωνίας ἰδικῶς τὰς ἐκ τούτων γινομένας καὶ τὰ σχήματα θεωρεῖ. διὰ τοῦτο οὐ πάσας τὰς τοῦ γεωμέτρου προτάσεις ὁ ὀπτικὸς παραλήψεται, οἷον τὸ τὰς ἐκ τοῦ κέντρου ἴσας εἶναι καὶ τὰ ὅμοια· οὐδὲν γὰρ τῶν τοιούτων τῷ ὀπτικῷ συνοίσει. ὁμοίως καὶ ἐπὶ ἰατρικῆς καὶ φυσικῆς· ἐπισκέψεται γὰρ ὁ ἰατρὸς καὶ ὁ φυσικὸς τὴν ἀναπνοὴν καὶ λήψεται ἐν προτάσει τὸ ἀναπνεῖν τόνδε, ἀλλ’ ὁ μὲν φυσικὸς ἁπλῶς περὶ ἀναπνοῆς ἐπισκέψεται, τί τέ ἐστι καὶ ἐκ τίνων αἰτίων ἔχει τὴν γένεσιν, ὁ δὲ ἰατρὸς περὶ μόνης ἀνθρωπείας ἀναπνοῆς, καὶ ταύτην τοσοῦτον μόνον τὴν παρὰ φύσιν ἔχουσαν καὶ ἐμποδιζομένην ἐπισκέψεται, τί τοῦ ἐμποδίου τὸ αἴτιον καὶ πῶς ἰαθήσεται. οὕτως ἔχει καὶ ἐπὶ μουσικῆς καὶ ἀριθμητικῆς καὶ ὅσαι ὑπάλληλοι τῶν ἐπιστημῶν εἰσιν.
“但这在某些情形下如何是可能的,稍后将被论及。” 他说,这一点——即在某些学科中可以把小前提取为相同者——我们在其后会论及。因为将会表明,在从属学科中,在较特殊的学科中所取用的前提也可以在较普遍的学科中取用,例如几何学与光学的情形。因为几何学家由于基础主体是共通的,也会取用光学的前提,例如取用直线,并取用它们或相交或平行,以及角、三角形等等。因此在这些学科中,由于存在某些共通的基础主体,所以在较特殊的学科中的前提——我是指所采用的小前提——作为相同的前提也可以在较普遍的学科中被采用。然而,较高属的[较普遍的]学科中的前提,较特殊的学科绝非全都会采用。几何学比光学更为普遍,也更为处于本原地位;因为几何学探究的是无条件的线和无条件的图形,并不考察它们究竟在何种基础主体之中,而是通过抽象来审视线自身、角自身以及图形自身。然而光学审视的是视线中的线,以及由它们所产生的具体的角和图形。因此,光学家不会采用几何学家的所有前提,例如从中心引出的线相等[半径相等]以及诸如此类的事项;因为此类事项对于光学家全无用处。在医学与自然学的情形中也是同样;因为医生和自然学家都会考察呼吸,并在前提中取用此人正在呼吸,但自然学家是无条件地考察呼吸一般,考察它是什么以及由何种原因获得其产生,而医生则仅考察人的呼吸,并且仅仅考察反常的、受阻的呼吸,探究阻塞的原因是什么以及将如何治愈。在和声学与算术中,以及凡是相互从属的各学科中,情况皆是如此。
"Ἡ δ’ ἀριθμητικὴ ἀπόδειξις ἀεὶ ἔχει τὸ γένος περὶ ὃ ἡ ἀπόδειξις, καὶ αἱ ἄλλαι ὁμοίως." Ὅτι οὐκ ἐνδέχεται τὰς ἐν ἄλλῃ ἐπιστήμῃ παραληφθείσας προτάσεις ἐπ’ ἄλλης ἁρμόσαι, κατασκευάζει διὰ τούτων. ἐν ἑκάστῃ γάρ, φησίν, ἀποδείξει τῶν περὶ ταύτην τὴν ἐπιστήμην παραλαμβανομένων τὸ αὐτὸ καὶ ἓν γένος, τουτέστι τὸ ὑποκείμενον παραλαμβάνεται. εἰ τοίνυν ἐν πάσῃ ἀριθμητικῇ, εἰ τύχοι, ἀποδείξει τὸ αὐτὸ παραλαμβάνεται ὑποκείμενον, οἷον οἱ ἀριθμοί, ὁμοίως δὲ καὶ ἐν πάσῃ γεωμετρικῇ ἀποδείξει τὸ αὐτὸ πάλιν ὑποκείμενον τῇ γεωμετρίᾳ, οἷον τὰ μεγέθη, ἀδύνατον τὰς μὴ περὶ τὸ αὐτὸ ὑποκείμενον ἐχούσας ἐπιστήμας ταῖς αὐταῖς προτάσεσι χρῆσθαι. ὁ γὰρ μέσος ὅρος συγγενής ἐστι τοῖς ἄκροις, εἴ γε τῶν ἐξ ἀνάγκης καὶ τῶν καθ’ αὑτὸ αἱ προτάσεις· ὁ δὲ μέσος ὅρος γεννᾷ τὰς προτάσεις· οὐκ ἄρα αἱ διάφοροι ἐπιστῆμαι ταῖς αὐταῖς προτάσεσι χρήσονται. ὥστε οὐδὲ τῷ αὐτῷ ὑποκειμένῳ τε καὶ κατηγορουμένῳ. εἰ οὖν δέοι, φησί, ταῖς αὐταῖς ἀποδείξεσιν ἐπὶ διαφόρων ἐπιστημῶν χρήσασθαι, ὀφείλουσιν ἢ ἁπλῶς [ἀνάγκη] τὸ αὐτὸ γένος ἔχειν ἢ πῇ·2 ἁπλῶς μὲν τὸ αὐτό, ὡς ἐπὶ τῆς αὐτῆς ἐπιστήμης, οἷον γεωμετρίας· ἀεὶ γὰρ τὰ πρότερα θεωρήματα ἀρχαὶ καὶ προτάσεις γίνονται τῶν δευτέρων· ὃ γὰρ δέδεικται ἐν τῷ προτέρῳ θεωρήματι, τοῦτο εἰς τὴν ἀπόδειξιν τοῦ δευτέρου παρείληπται, καὶ οὕτως ἐπὶ πάντων· πῇ δὲ τὸ αὐτό, ὡς εἴπομεν, ἐπὶ τῶν ὑπαλλήλων ἐπιστημῶν. Ἡ δὲ ἀριθμητικὴ ἀπόδειξις ἀεὶ ἔχει τὸ γένος περὶ ὃ ἡ ἀπόδειξις. τὸ ἀεὶ ἀντὶ τοῦ καθόλου παρείληπται, τουτέστι καθόλου ἐπὶ πάσης ἀριθμητικῆς ἀποδείξεως τὸ αὐτὸ γένος παραλαμβάνεται.
“但算术的论证始终保有论证所关于的那个属,其他学科亦同样如此。” 他通过这些话确立了这一点:不可能把在另一门学科中采用的前提适用于又一门学科。他说,因为在关于这门学科所采用的事项的每一个论证中,所采用的都是同一且唯一的属,即基础主体。因此,如果在每一个算术论证中(譬如说)所采用的基础主体都是相同的,例如数目,同样在每一个几何学论证中所采用的又是对于几何学而言相同的基础主体,例如量度,那么不关于相同基础主体的各学科就不可能使用相同的前提。因为中项与各极端项是同属的,如果前提确实是由必然的且就自身的事物所构成的话;而中项生成了前提;因此不同的学科不会使用相同的前提。从而,也不会使用相同的主词和谓词。因此他说,如果必须在不同的学科中使用相同的论证,那么它们应当或者无条件地具有相同的属,或者在某一方面具有相同的属:无条件地相同,就像在同一门学科中的情形,例如几何学;因为在先的定理始终会成为后继定理的本原和前提;在先的定理中所证明的事项,就是为了后继定理的论证而被采用的,对所有事项来说皆是如此;而在某一方面相同,正如我们所说的,是在各从属学科中的情形。“但算术的论证始终保有论证所关于的那个属。”“始终”是被用来代替“全称地”,这就是说,全称地在每一个算术论证中采用的都是同一个属。
"Ἄλλως δ’ ὅτι ἀδύνατον, δῆλον· ἐκ γὰρ τοῦ αὐτοῦ γένους ἀνάγκη τὰ ἄκρα καὶ τὰ μέσα εἶναι." Ὅτι ἀδύνατον κατ’ ἄλλον τρόπον μεταβαίνειν τὰς ἀποδείξεις ἀπ’ ἄλλων ἐπὶ ἄλλας ἐπιστήμας, δείκνυσι διὰ τούτων. τριῶν γὰρ ὅρων παραλαμβανομένων ἐν τῇ ἀποδείξει, δύο μὲν τῶν ἄκρων ἑνὸς δὲ τοῦ μέσου, τοὺς τρεῖς, φησίν, ἐκ τοῦ αὐτοῦ γένους ἀνάγκη παραλαμβάνεσθαι, οἷον ἐπὶ ἀριθμητικῆς μὲν ἐξ ἀριθμῶν, ἐπὶ γεωμετρίας δὲ ἐκ μεγεθῶν, καὶ τῶν ἄλλων ὡσαύτως. προείληπται γὰρ ὅτι καθ’ αὑτὸ δεῖ καὶ τοὺς ἄκρους ἀλλήλων κατηγορεῖσθαι καὶ τὸν μέσον τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι·3 ὥστε εἰ μὴ ἐκ τοῦ αὐτοῦ γένους παραληφθεῖεν, οὐκ ἔσονται καθ’ αὑτὸ ἀλλήλοις ὑπάρχοντες ἀλλὰ κατὰ συμβεβηκός.
“而以其他方式是不可能的,这是显而易见的;因为极端项和中项必然出自同一个属。” 他通过这些话表明,论证以任何其他方式从一些学科跨越到另一些学科都是不可能的。他说,因为在论证中采用三个项时,即两个极端项和一个中项,这三个项必然要从同一个属中被采用,例如在算术中出自数目,在几何学中出自量度,其他学科亦同样如此。因为此前已经假定,两极端项必须就自身相互述说,中项必须作为一方的基础主体并述说另一方;因此,如果它们不是从同一个属中被采用,它们相互之间就不会是就自身属于的,而是偶性地属于的。
- 1.146Τοῦτο, φησί, τὸ τὰς ἐλάττους προτάσεις ἐπί τινων ἐπιστημῶν ἐνδέχεσθαι τὰς αὐτὰς λαμβάνειν, ἐροῦμεν μετὰ ταῦτα.
句首的指示代词 Τοῦτο 是主要动词 ἐροῦμεν 的直接宾语,其具体内容由紧随其后的带冠词不定式短语 τὸ ... ἐνδέχεσθαι ... λαμβάνειν 作为同位语展开。
- 1.147ὀφείλουσιν ἢ ἁπλῶς [ἀνάγκη] τὸ αὐτὸ γένος ἔχειν ἢ πῇ
前面的条件句 εἰ οὖν δέοι ... χρήσασθαι 是无人称结构,但主句动词 ὀφείλουσιν 是第三人称复数,其逻辑主语依上下文应补入“诸学科”(或“诸论证”)。
- 1.148τῷ μὲν ὑποκεῖσθαι τοῦ δὲ κατηγορεῖσθαι
τῷ μὲν 依与格支配受动词 ὑποκεῖσθαι 支配,而 τοῦ δέ 则依属格支配受动词 κατηγορεῖσθαι 支配。这种支配格的对比体现了第一格三段论中的词项关系,即中项作为大项的基础主体,并述说小项。
