← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§95.8-96.25

形式推演的必然性与论证必然性的区分

针对亚里士多德所提出的关于推论中为何询问缺乏质料必然性的前提之疑难,斐洛庞奴斯通过区分形式推演的必然性与包含事物原因的论证必然性来进行注解与解答(75a24–75a25)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.134

" Οὐδὲν γὰρ διαφέρει εἴ τις ἐρόμενος τὰ τυχόντα εἶτα εἴπειεν τὸ συμπέρασμα." Ὅμοιόν ἐστι, φησίν, ἐνδεχομένας ἐρωτᾶν προτάσεις καὶ ἐπὶ ταύταις συμπέρασμα συνάγειν τῷ καὶ τὰς τυχούσας καὶ ἀσυναρτήτους προτάσεις ἐπισυνάψαι1 καὶ τὸ τυχὸν αὐταῖς ἐπισυναγαγεῖν συμπέρασμα· οἷον ὁ ἄνθρωπος περιπατεῖ, ὁ ἵππος χρεμετίζει, ὁ ἄνθρωπος ἄρα οὐσία. εἰ γὰρ ἐπὶ τῶν ἐνδεχομένων συλλογισμῶν μὴ ἕπεται ταῖς προτάσεσιν ἐξ ἀνάγκης τὸ συμπέρασμα, ἐρωτῶντες δὲ ὅμως ἡμεῖς τὰς τοιαύτας προτάσεις οὕτω δοκοῦμεν συνάγειν, τί διαφέρει καὶ ὁποιασοῦν ἄλλας ἐρωτῶντας προτάσεις τὸ τυχὸν συνάγειν συμπέρασμα; οὔτε γὰρ ταύταις διὰ τὰς προτάσεις ἕπεται τὸ συμπέρασμα οὔτε ἐκείναις.

“因为即使有人询问了任意的事项然后说出结论,也没有什么区别。” 他说,询问偶然的前提并在这些前提上得出结论,就如同将任意且无关联的前提连接在一起并在它们之上得出任意的结论;例如“人散步,马嘶鸣,因此人是实体”。因为如果在偶然的推论中结论并不出于必然跟随于前提,而我们询问这类前提时却似乎如此得出推论,那么就算询问任何别的前提并得出任意的结论,又有什么区别呢?因为无论是在前者中还是在后者中,结论都不是由于前提而跟随的。

§1.135

"Δεῖ δὲ ἐρωτᾶν οὐχ ὡς ἀναγκαῖον εἶναι διὰ τὰ ἠρωτημένα, ἀλλ’ ὅτι λέγειν ἀνάγκη τῷ ἐκεῖνα λέγοντι,2 καὶ ἀληθῶς λέγειν, ἐὰν ἀληθῶς ᾖ ὑπάρχοντα." Ἡ λύσις τῆς ἀπορίας ἐντεῦθεν. οὕτω, φησί, δεῖ ἐρωτᾶν ἡμᾶς τὰς ἐνδεχομένας προτάσεις, οὐχ ὡς ἀναγκαίας οὔσης τῆς τοῦ συμπεράσματος φύσεως διὰ τὰς προτάσεις, ἀλλ’ ὅτι τῷ ἐκεῖνα λέγοντι καὶ ἀληθῶς λέγοντι, τουτέστι τῷ τιθεμένῳ τὰς προτάσεις καὶ ἀληθῶς τιθεμένῳ, τούτῳ ἕπεται καὶ τὸ συμπέρασμα λέγειν ἀληθῶς. τὸ δὲ οὐχ ὡς ἀναγκαῖον εἶναι διὰ τὰ ἠρωτημένα οὐ τοῦτό φησιν, ὅτι οὐκ ἀναγκαῖον τὸ συμπέρασμα εἶναι διὰ τὰς προτάσεις3 (ἀνάγκη γὰρ πάντως τῶν προτάσεων ἀληθῶν οὐσῶν καὶ τοῦ σχήματος ἐρρωμένου καὶ τὸ συμπέρασμα συνάγεσθαι), ἀλλ’ ὅτι οὐχ ἡ αἰτία τοῦ εἶναι τὸ συμπέρασμα ἐν ταῖς προτάσεσίν ἐστιν, ὅπερ δεῖ ἐν τοῖς ἀποδεικτικοῖς συλλογισμοῖς εἶναι· δεῖ γὰρ πάντως τὴν αἰτίαν τοῦ συμπεράσματος ἐν ταῖς προτάσεσιν ἐμφαίνεσθαι. οἷον ἡ σελήνη ἐπιπροσθεῖται, τὸ ἐπιπροσθούμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει· ἰδοὺ ἐν ταῖς προτάσεσιν ἡ αἰτία τῆς ἐκλείψεως, ἡ ἐπιπρόσθησις. πάλιν ὁ ἄνθρωπος τῶν καθ’ αὑτὸ ὑφεστώτων, τὸ καθ’ αὑτὸ ὑφεστὼς οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· πάλιν οὖν ἐστιν ἡ αἰτία τοῦ συμπεράσματος ἐν ταῖς προτάσεσι, τουτέστιν ὁ μέσος ὅρος· τοῦ γὰρ εἶναι τὸν ἄνθρωπον οὐσίαν αἴτιον τὸ καθ’ αὑτὸ ὑφεστάναι· τοῦτο γάρ ἐστιν οὐσία τὸ καθ’ αὑτὸ ὑφεστώς. ἐὰν μέντοι οὕτως εἴπω· ὁ ἄνθρωπος γελᾷ, τὸ γελῶν ζῷόν ἐστιν, ὁ ἄνθρωπος ἄρα ζῷόν ἐστιν’, ἀληθεῖς μὲν αἱ προτάσεις καὶ τεθεισῶν τῶν προτάσεων ἀνάγκη καὶ τὸ συμπέρασμα ἕπεσθαι διὰ τὰ κείμενα, ἀλλ’ οὐκ αἴτιαι αἱ προτάσεις τοῦ συμπεράσματος· οὐ γὰρ διὰ τὸ γελᾶν ἢ ὅλως γελαστικὸν εἶναι, διὰ τοῦτο ζῷόν ἐστιν, ἀλλ’ ἕπεται μὲν τῷ γελαστικὸν εἶναι τὸ ζῷον, οὐκ αἴτιον δέ ἐστι τοῦ εἶναι ζῷον τὸ γελαστικόν, ὥσπερ οὐδὲ τὸ βαδίζειν ἢ βαδιστικὸν ἢ τὸ ἀναγινώσκειν οὐδὲ τῶν τοιούτων οὐδέν, εἰ καὶ πάντως αὐτοῖς ἕπεται, ἀλλ’ αἴτιον τὸ αἰσθητικόν. εἰ οὖν μέσος ὅρος παραληφθείη τὸ αἰσθητικόν, τότε καὶ ἀναγκαίως ταῖς προτάσεσιν ἕπεται τὸ συμπέρασμα καὶ διὰ τὰς προτάσεις ἐστί. διττὸς γὰρ ὁ τοιοῦτος τρόπος· ἢ γὰρ ὅτι πάντως τεθεισῶν αὐτῶν ἕπεται τὸ συμπέρασμα, ἢ καὶ ὡς τῆς αἰτίας τοῦ συμπεράσματος θεωρουμένης ἐν τῷ μέσῳ ὅρῳ. οὐδὲ γάρ, εἴ τι ἕπεταί τινι, πάντως τοῦ ἑπομένου αἴτιον τὸ ᾧ ἕπεται· ἕπεται μὲν γὰρ τῷ καπνῷ τὸ πῦρ καὶ τῷ τοιῷδε φωτισμῷ τὸ σφαιροειδές, ἀλλ’ οὐκ αἴτιον οὔτε ὁ καπνὸς τοῦ πυρὸς οὔτε οἱ φωτισμοὶ τοῦ σφαιροειδοῦς. ἐπεὶ οὖν εἰσί τινα οἷς πάντως ἕπεται ἕτερα, καὶ διὰ τοῦτο ἐνδέχεσθαι οὐ δοκοῦσιν, ἐκ τῶν τοιούτων συλλογίζεσθαι ἀληθῶς ἔστιν, εἰ καὶ μὴ ἀποδεικτικῶς.

“但是应当询问,不是作为由于被询问的事项而必然存在,而是因为对于说出那些事项的人来说必然要说出这个,且如果它们真实地归属,就真实地说出。” 疑难的解决由此开始。他说,我们应当这样询问偶然的前提:不是作为结论的本性由于诸前提而是必然的,而是因为对于说出那些事项且真实地说出的人——即对于设定前提且真实地设定的人——来说,真实地说出结论也是随之而来的。而“不是作为由于被询问的事项而必然存在”并不是说结论由于前提而存在不是必然的(因为在前提为真且格有效时,结论被推导出来完全是必然的),而是说结论存在的原因并不在前提之中,而这正是论证性推论中必须具有的;因为结论的原因无论如何必须显现在前提之中。例如“月亮被遮蔽,被遮蔽者发生月食,因此月亮发生月食”;看,在诸前提中就有月食的原因,即遮蔽。又如“人属于自立存在者,自立存在者是实体,因此人是实体”;在此结论的原因即中项再次存在于前提之中;因为人成为实体的原因在于自立存在,因为自立存在者正是实体。然而,如果我这样说:“人笑,笑者是动物,因此人是动物”,前提固然是真的,且在设定前提后结论出于所设定的事项也必然跟随,但前提并不是结论的原因。因为并不是由于笑或者全然由于具有笑的能力才是动物;相反,是动物跟随于具有笑的能力,但具有笑的能力并不是作为动物的原因,正如行走、具有行走能力或阅读等诸如此类的任何东西都不是原因一样,即便动物必定跟随于它们;相反,原因乃是具有感觉能力。因此,如果将具有感觉能力作为中项,那么结论就既出于必然跟随于前提,也是由于前提而存在。因为这种方式是双重的:或者是因为它们被设定后结论无论如何都跟随,或者也是作为结论的原因在中项中被观照。因为并不是说只要某物跟随于某物,那被跟随者就必定是跟随者的原因;因为火跟随于烟,球形跟随于特定的照亮方式,但烟既不是火的原因,照亮方式也不是球形的原因。既然存在某些事物,其后必定跟随有另一些事物,且由于这一缘故它们看起来并非偶然,那么从这类事物出发便可以真实地进行推论,即便并非以论证的方式。

语法注3 条
  1. 1.134Ὅμοιόν ἐστι, φησίν, ἐνδεχομένας ἐρωτᾶν προτάσεις καὶ ἐπὶ ταύταις συμπέρασμα συνάγειν τῷ καὶ τὰς τυχούσας καὶ ἀσυναρτήτους προτάσεις ἐπισυνάψαι

    在 ὅμοιόν ἐστι 句式中,主语是不定式短语 ἐνδεχομένας ἐρωτᾶν προτάσεις καὶ... συνάγειν,而被比较的对象则由带定冠词的与格不定式 τῷ... ἐπισυνάψαι καὶ... ἐπισυναγαγεῖν 引导,表明前后两种做法的等同性。

  2. 1.135ἀλλ’ ὅτι λέγειν ἀνάγκη τῷ ἐκεῖνα λέγοντι

    在无人称谓语 ἀνάγκη [ἐστίν] 中,与格分词短语 τῷ ἐκεῖνα λέγοντι 作基准/施事与格(“对说出那些事项的人来说”),不定式 λέγειν 作实际主语(“说出……是必然的”)。

  3. 1.135τὸ δὲ οὐχ ὡς ἀναγκαῖον εἶναι διὰ τὰ ἠρωτημένα οὐ τοῦτό φησιν, ὅτι οὐκ ἀναγκαῖον τὸ συμπέρασμα εἶναι διὰ τὰς προτάσεις

    由中性定冠词 τό 引导的引文作为全句的话题主语。主句动词 φησίν 的直接宾语 τοῦτο 通过 ὅτι οὐκ ἀναγκαῖον... 解释性从句展开,并与下文的 ἀλλ’ ὅτι οὐχ ἡ αἰτία... 形成对照,表明“并非指 A,而是指 B”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:95.8-96.25