← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§93.21-95.7

自身偶性的论证与双重必然性

菲洛波庞解释了亚里士多德关于只有自身偶性而非一般的不可分离偶性才容有论证的界定(75a18),随后通过区分推演的必然性与依事物本性的必然性,解答了为何要提出偶然前提进行推论的疑难(75a22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.132

" Τῶν δὲ συμβεβηκότων μὴ καθ’ αὑτά, ὃν τρόπον διωρίσθη τὰ καθ’ αὑτά,1 οὐκ ἔστιν ἐπιστήμη ἀποδεικτική." Δείξας ὅτι ἡ ἀπόδειξις ἀναγκαία τέ ἐστι καὶ ἐξ ἀναγκαίων προτάσεων καὶ τῶν καθ’ αὑτό, ἐπειδὴ τῶν καθ’ αὑτὸ ὁ δεύτερος τρόπος ὑπὸ τὰ ἀχώριστα τῶν συμβεβηκότων ἀνήγετο, ἵνα μή τις οἰηθῇ ἐκ τούτου καθόλου τῶν ἀχωρίστων συμβεβηκότων εἶναι ἀπόδειξιν, αὐτὸ τοῦτο προσδιορίζεται ἐν τούτοις, ὡς οὐκ ἔστι πάντων ἁπλῶς τῶν συμβεβηκότων τῶν ἀχωρίστων ἀπόδειξις, κἂν ἀεὶ ὑπάρχωσι τῷ ὑποκειμένῳ, ἀλλὰ μόνων ἐκείνων ὅσα καθ’ αὑτὸ ταῖς ὑποκειμέναις οὐσίαις ὑπάρχει· ταῦτα δέ ἐστι τὰ ὡρισμένῃ καὶ μιᾷ τινι φύσει ὑπάρχοντα. τὰ γὰρ ἄλλα τῶν συμβεβηκότων, κἂν ἀχώριστα ᾖ καὶ ἀεὶ τοῖς ὑποκειμένοις ὑπάρχοντα, ἐπειδὴ μὴ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχει (δύναται γὰρ τῇ ἐπινοίᾳ τὸ μέλαν τοῦ Αἰθίοπος καὶ τοῦ κόρακος χωρισθῆναι μηδὲν τῆς ὑποκειμένης φύσεως βλαπτομένης), οὐκ ἔστιν ἀποδεικτά. καὶ ἄλλως, εἰ καὶ τῷ Αἰθίοπι καὶ τῷ κόρακι ἀχωρίστως ὑπάρχει τὸ μέλαν, ἀλλ’ οὖν ἄλλοις γίνεσθαι καὶ ἀπογίνεσθαι πέφυκε. διὰ τοῦτο τοίνυν, ἐπειδὴ ἡ τούτων φύσις ἐνδεχομένη ἐστὶ καὶ οὐ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχουσα, ἀπόδειξις τῶν τοιούτων οὐκ ἔστι, διότι μὴ δυνατὸν δεῖξαι ἐξ ἀνάγκης ὑπάρχον τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. Τῶν δὲ συμβεβηκότων μὴ καθ’ αὑτά, ὃν τρόπον διωρίσθη τὰ καθ’ αὑτά, τουτέστι τῶν μὴ καθ’ αὑτὰ συμβεβηκότων μηδὲ τοιαύτην φύσιν ἐχόντων, οἵαν διωρισάμεθα τὰ καθ’ αὑτὰ ἔχειν συμβεβηκότα, τούτων οὐκ ἔστι, φησίν, ἀπόδειξις.

“对于不是自身具有的偶性,按照对自身属性所规定的方式而言,不存在论证性知识。” 在指明了论证是必然的且由必然的前提和自身属性构成之后,由于第二种自身属性被归入了不可分离的偶性之下,为了不让人由此以为凡是不可分离的偶性都普遍具有论证,他在此处补充规定了正是这一点:并非所有不可分离的偶性全然都有论证,即便它们总是属于主词;而只有那些自身属于底层实体的偶性才有论证;这些乃是属于某一确定的唯一本性者。因为其余的偶性,即便它们是不可分离且总是属于主词的,但由于并非自身属于事物(因为在概念中,埃塞俄比亚人和乌鸦的黑是可以被分离的,而底层本性毫不受损),因而不是可论证的。此外,即便黑不可分离地属于埃塞俄比亚人和乌鸦,但它的本性在其他事物中仍是产生与消灭的。因此,既然这些事物的本性是偶然的且并非自身属于事物,便不存在对这类事物的论证,因为不可能表明谓词出于必然属于主词。“对于不是自身具有的偶性,按照对自身属性所规定的方式而言”:即对于非自身的偶性、也不具有我们所规定的自身偶性所具有的本性者,他说,对于这些是不存在论证的。

§1.133

"Καίτοι ἀπορήσειεν ἄν τις ἴσως τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περὶ τούτων,2 εἰ μὴ ἀνάγκη τὸ συμπέρασμα εἶναι." Ἐπειδὴ εἶπε μὴ εἶναι τῶν συμβεβηκότων, ταὐτὸν δὲ εἰπεῖν τῆς ἐνδεχομένης φύσεως, ἀπόδειξιν, ἀπορεῖ ἐν τούτοις καὶ φησίν, εἰ μὴ ἐνδέχεται ἀπόδειξιν συμβεβηκότων γενέσθαι διὰ τὸ ἐνδέχεσθαι καὶ ἄλλως ἔχειν, ἐνδεχόμενον δὲ καὶ ἄλλως ἔχειν οὐκ ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, διὰ τί οὖν ὅλως προτείνομεν πρότασιν ἀπὸ τῶν συμβεβηκότων καὶ συλλογιζόμεθα καὶ φαμὲν ἕπεσθαι ταῖς τοιαύταις προτάσεσι τὰ συμπεράσματα, αἷς ἐδείξαμεν μὴ ἐξ ἀνάγκης ἑπόμενα τὰ συμπεράσματα; ἐπιλυόμενος οὖν τὴν ἀπορίαν φησὶν ὅτι διττὸν τὸ ἀναγκαῖον, τὸ μὲν δι’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν τὸ δὲ διὰ τὴν ἀκολουθίαν. δεδομένων γὰρ τῶν προτάσεων, ὁποῖαι ἂν εἶεν, ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ συμπέρασμα, κἂν μὴ ὕλης ᾖ ἀναγκαίας· οὕτω γοῦν ὡρίζετο τὸν συλλογισμὸν λόγον εἶναι λέγων ‘ἐν ᾧ τεθεισῶν τῶν προτάσεων δι’ αὐτὰς ἕπεται τὸ συμπέρασμα, οὐ διὰ τὴν αὐτῶν φύσιν.’ τὸ μὲν οὖν κατὰ ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ ἕπεσθαι δεῖ· τὸ μέντοι κατὰ φύσιν ἀναγκαῖον, καὶ διὰ τὴν ἀκολουθίαν καὶ διὰ τὴν ὑποκειμένην ὕλην, ταῖς ἀποδείξεσιν. ἐν μὲν οὖν τοῖς ἄλλοις συλλογισμοῖς ἐρωτῶντες τοὺς προσδιαλεγομένους τὰς προτάσεις κἀκείνων συγχωρησάντων αὐταῖς ἐξ ἀνάγκης ταῖς δοθείσαις ὑπ’ αὐτῶν προτάσεσιν ἀκόλουθον συνάγομεν τὸ συμπέρασμα. ἐν μέντοι ταῖς ἀποδείξεσιν οὐχ ἁπλῶς ἐρωτᾶν δεῖ οὐδὲ τὰ δοκοῦντα τοῖς προσδιαλεγομένοις τίθεσθαι, ἀλλ’ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως λαμβάνειν τὰς προτάσεις. Τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περὶ τούτων. ταῦτα μέν φησιν ἀντὶ τοῦ ‘τὰς ἐνδεχομένας προτάσεις’, περὶ τούτων δὲ ἀντὶ τοῦ ‘τῶν ἑπομένων αὐταῖς συμπερασμάτων.’

“然而或许有人会产生疑难:如果结论并非出于必然,究竟为了什么要就这些而询问这些呢?” 既然他说了不存在对偶性的论证,这等同于说不存在对偶然本性的论证,他便在这些文句中提出疑难并说道:如果由于偶性可能处于另外的状态而不可能产生对偶性的论证,且在可能处于另外状态时结论并非出于必然地跟随,那么我们究竟为什么还要从偶性中提出前提并进行推论,并说结论跟随于这类前提呢——而我们已经指明结论并不出于必然跟随于这些前提?于是他在解开这个疑难时说,必然具有双重含义,一种是由于事物本身的本性,另一种是由于推演。因为诸前提一旦给出,无论它们是怎样的,结论也将出于必然跟随,即便并非出于必然的质料;至少他就是这样定义推论的,称推论是一个言论,“在其中诸前提被设定之后,通过前提本身结论便跟随,而非通过它们自身的本性。”因此,根据推演的必然性必须伴随着每一个推论;然而根据本性的必然性,既通过推演也通过底层质料,则必须伴随着论证。因此,在其它的推论中,当我们向对话者询问诸前提且他们让步认可时,我们便得出出于必然跟随于由他们所给出的前提本身的结论。然而在论证中,既不应简单地询问,也不应设定对话者所认为合理的意见,而是必须从事物本身的本性中获取诸前提。“究竟为了什么要就这些而询问这些”:他说“这些”是用来代替“偶然的前提”,而“就这些”则是用来代替“跟随于它们之后的结论”。

语法注2 条
  1. 1.132ὃν τρόπον διωρίσθη τὰ καθ’ αὑτά

    该从句由充当关系副词短语/方式宾格的 ὃν τρόπον(“按照……的方式”)引导,主语为 τὰ καθ’ αὑτά,谓语动词为被动语态 διωρίσθη,对前文的限定短语 μὴ καθ’ αὑτά 进行补充限定。

  2. 1.133τίνος ἕνεκα ταῦτα δεῖ ἐρωτᾶν περὶ τούτων

    直接宾语代词 ταῦτα 与介词短语 περὶ τούτων 的指代对象在此处是句法要点。根据菲洛波诺斯在后文给出的明确解释,ταῦτα 指代在论辩中向对方提问的“偶然前提”,而 περὶ τούτων 则指代“随之而来的结论”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:93.21-95.7