← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§91.23-93.20

非必然结论与中项的性质及论证前提

斐洛庞努斯解释了若结论是非必然的则中项也不可能是必然的(75a8),以及当前提并非必然存在时何以无法获得论证的知识(75a14–16),并借助月食的实例阐述了在确立事实(hoti)与理由(dioti)的推论中有中介前提与无中介前提的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.129

" Ὅταν δὲ μὴ ἀναγκαῖον ᾖ τὸ συμπέρασμα, οὐδὲ τὸ μέσον ἀναγκαῖον οἷόν τ’ εἶναι." Εἰ γὰρ ἐνδεχόμενον μὲν εἴη τὸ συμπέρασμα, οὐ λέγομεν τότε τὰς συνακτικὰς τούτου προτάσεις ἀναγκαίας εἶναι, ἐπειδὴ δέδεικται ὅτι ταῖς ἀναγκαίαις πάντως ἀναγκαῖον ἕπεται τὸ συμπέρασμα. συμβήσεται δὲ τοῦτο ἐξ ἀνάγκης ὑπάρχειν διὰ τὸ τὰς προτάσεις ἐνδεχομένας εἶναι·1 τοῦτο γὰρ ὑπέκειτο.

“然而当结论并非出于必然时,中项也不可能出于必然。” 因为如果结论是偶然的,我们那时就不会说推导出该结论的前提是必然的,因为已经证明必然的前提在任何情况下都伴随着必然的结论。并且,由于前提是偶然的,这件事[结论并非必然]就将出于必然地成立;因为这是预先设定的。

§1.130

"Ἢ οὐκ ἐπιστήσεται οὔτε διότι οὔτε ὅτι ἀνάγκη ἐκεῖνο εἶναι, ἀλλ’ ἢ οἰήσεται οὐκ εἰδώς, ἐὰν ὑπολάβῃ ὡς ἀναγκαῖον τὸ μὴ ἀναγκαῖον, ἢ οὐδ’ οἰήσεται." Ὃ λέγει, τοιοῦτόν ἐστιν· εἰ τὸ ἀποδεικτικόν, φησί, συμπέρασμα ἀναγκαῖον ἐστιν, εἰ καὶ μὴ αἱ προτάσεις εἶεν ἀναγκαῖαι ἀλλ’ ἐνδεχόμεναι, εἰ μὲν μὴ εἰδείη2 ὅτι ἐνδεχόμεναί εἰσιν αἱ προτάσεις, οἰήσεται εἰδέναι μὴ εἰδώς· εἰ δὲ εἰδείη ὅτι ἐνδεχόμεναί εἰσιν, οὐδὲ οἰήσεται ὅλως ἀποδεδειχέναι τοῦ μέσου ὅρου, δι’ οὗ ἡ ἀπόδειξις γέγονε, δυναμένου καὶ ἄλλως ἔχειν. τὸ δὲ οὔτε διότι οὔτε ὅτι τοῦτ’ ἔστιν, ὅτι οὔτε τὸ διότι ἀποδεδειχὼς ἔσται οὔτε τὸ ὅτι. καὶ γάρ, ὡς ἐφεξῆς ἐρεῖ, τῶν συλλογισμῶν οἱ μὲν τὸ ὅτι κατασκευάζουσιν, οἱ δὲ τὸ διότι, καὶ τῶν τὸ ὅτι κατασκευαζόντων οἱ μέν εἰσιν ἐξ ἀμέσων προτάσεων, οἱ δὲ ἐξ ἐμμέσων· ὁμοίως καὶ τῶν τὸ διότι. οἷον ἐὰν μὲν εἴπω οὕτως ‘ἡ σελήνη σκιὰν οὐ ποιεῖ, σκιὰν δὲ μὴ ποιοῦσα ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει’, κατεσκεύασα ὅτι ἐκλείπει ἐκ προτάσεων οὐκ ἀμέσων· τὸ γὰρ ‘ἐπειδὴ μὴ ποιεῖ σκιάν, διὰ τοῦτο καὶ ἐκλείπει’ οὐχ ἱκανὸν εἰς ἀπόδειξιν τοῦ ἐκλείπειν αὐτήν· τί γάρ, εἰ ἐν συνόδῳ εἴη ἢ ὑπὸ γῆν καὶ διὰ τὸ μὴ φωτίζειν τὸν περίγειον τόπον μηδὲ σκιὰν ποιεῖν; διὰ τοῦτο δεῖται μέσου ὅρου τοῦ τὸ ἐκλείπειν τὴν σελήνην κατασκευάζοντος· οἷον ὅτι πανσέληνος ἡ σελήνη ἐστί· πανσέληνος δὲ οὖσα σκιὰν οὐ ποιεῖ· σκιὰν δὲ μὴ ποιοῦσα ἐν πανσελήνῳ ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει. ἐνταῦθα οὖν ἄμεσος ὁ συλλογισμὸς μηκέτι ἑτέρου μέσου δεόμενος ἀλλ’ ἔχων τὸ ἐκλελοιπέναι αὐτὴν διὰ τῶν εἰρημένων ὅρων ἀποδεδειγμένον. ὁμοίως ἐπὶ τοῦ διότι ἔμμεσος μὲν ἂν εἴη συλλογισμὸς τοιοῦτος· ἡ σελήνη κατὰ διάμετρόν ἐστι τῷ ἡλίῳ· κατὰ διάμετρον δὲ οὖσα ἐκλείπει· ἡ σελήνη ἄρα ἐκλείπει. ἰδοὺ γὰρ ἐν τούτῳ τὴν αἰτίαν μὲν τῆς ἐκλείψεως εἴπομεν, οὐκ ἄμεσον δέ· τί γάρ, εἴ τις λέγοι ‘πόθεν ὅτι ἡ κατὰ διάμετρον θέσις ἐκλείψεώς ἐστιν αἰτία’; οὐδὲ γὰρ τοῦτό ἐστι τὸ κυριώτατον αἴτιον τῆς ἐκλείψεως. δεῖ οὖν ἑτέρου μέσου ὅρου τοῦ λέγοντος ὅτι ἐπιπροσθεῖται ὑπὸ τῆς γῆς, ἵνα ᾖ ὁ συλλογισμὸς τοιοῦτος· ἡ σελήνη κατὰ διάμετρον οὖσα ἐπιπροσθεῖται ὑπὸ τῆς γῆς· ἐπιπροσθουμένη δὲ ἐκλιμπάνει· ἡ σελήνη ἄρα ἐκλιμπάνει. καὶ ἔστιν οὗτος ἄμεσος τὴν κυρίαν αἰτίαν τῆς ἐκλείψεως ἔχων. καθόλου οὖν, ὅταν τὸ προσεχὲς μέσον συναγωγὸν τῶν ἄκρων ὅρων, οὗ οὐκ ἔστιν ἄλλο αἰτιώτερον, παραλάβωμεν ἐν τῷ συλλογισμῷ, τοῦτον ἄμεσον καλοῦμεν συλλογισμόν. ταῦτα μὲν οὖν ἀκριβέστερον ἐν τοῖς ἑξῆς, ὅταν αὐτὸς περὶ τούτων διδάσκῃ, μαθησόμεθα. τούτων δὲ νῦν ἐμνήσθημεν εἰς ἐξήγησιν τῶν προκειμένων ῥητῶν ἐκτεθέντων οὕτως.

“否则他既不会知晓何以必须如此的理由,也不会知晓其必然如此的事实,而是若把非必然之物视作必然的,就会在不知晓的情况下自以为知晓,否则他甚至不会自以为知晓。” 他的意思是这样的:他说,如果论证的结论是必然的,即使诸前提并非必然而是偶然的,如果他不知道诸前提是偶然的,他就会在不知晓的情况下自以为知晓;但如果他知道诸前提是偶然的,既然作为论证之凭借的中项可能处于另外的状态,他就甚至根本不会认为自己已经作了论证。而“既不会知晓理由也不会知晓事实”的意思是:他既没有论证理由,也没有论证事实。因为正如他接下来所说的,在推论中,有些确立事实,有些确立理由;而在确立事实的推论中,有些由无中介的前提构成,有些由有中介的前提构成;在确立理由的推论中同样如此。例如,如果我这样说:“月亮不产生阴影;不产生阴影者发生月食;因此月亮发生月食”,我是由并非无中介的前提确立了它发生月食的事实;因为“由于它不产生阴影,因此它也发生月食”并不足以论证它发生月食:因为如果月亮处于合相或位于地平线之下,且由于不照亮近地空间而同样不产生阴影,那又该如何?因此,需要一个能够确立月亮发生月食的中项:例如,月亮是满月;处于满月时不产生阴影;在满月中不产生阴影者发生月食;因此月亮发生月食。在此处,该推论便是无中介的,不再需要另一个中项,而是通过所言的诸项而使其发生月食的事实得到了论证。同样,在关于理由的推论中,有中介的推论将是这样的:“月亮与太阳处于相对径向的位置;处于相对径向位置者发生月食;因此月亮发生月食。”看哪,在这个推论中我们固然陈述了月食的原因,但并非无中介的原因;因为若有人问:“凭什么说相对径向的方位就是月食的原因呢?”那又该如何?因为这同样不是月食的最主要原因。因此需要另一个说明它被地球遮蔽的中项,从而使推论成为这样:“月亮处于相对径向位置而受到地球的遮蔽;受到遮蔽者发生月食;因此月亮发生月食。”而这个推论便是具有月食的主要原因的无中介推论。因此总括而言,当我们在推论中采纳了推导出极端项的直接中项、且不存在比它更为本源的原因时,我们便称此推论为无中介推论。关于这些,我们在接下来的部分中,当他亲自讲授这些内容时,将会更精确地学习;但现在我们提及这些,是为了解释像这样陈述出来的眼前文句。

§1.131

"Ὁμοίως, ἐάν τε τὸ ὅτι εἰδῇ διὰ μέσων ἐάν τε τὸ διότι καὶ δι’ ἀμέσων." Ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι οὔτε τὸν τὸ ὅτι κατασκευάζοντα συλλογισμὸν εἴσεται οὔτε τὸν τὸ διότι, εἰ ἐνδεχόμενος εἴη ὁ μέσος ὅρος δι’ οὗ ἡ ἀπόδειξις γέγονεν· ἢ γὰρ μὴ ἐπιστάμενος οἰήσεται ἐπίστασθαι, ἀγνοῶν ὅτι ἐνδεχόμενός ἐστιν ὁ μέσος ὅρος, ἢ εἰδὼς ὅτι ἐνδεχόμενός ἐστιν οὐδὲ οἰήσεται ἐπίστασθαι. καὶ ἐν μὲν τοῖς ἑξῆς, ὅπερ εἶπον, τό τε ἔμμεσον καὶ ἄμεσον καὶ ἐπὶ τοῦ ὅτι καὶ τοῦ διότι ἐστὶ φησίν· ἐνταῦθα δὲ διαστέλλει, καὶ τὸ μὲν ἄμεσον ἐπὶ τοῦ τὸ διότι κατασκευάζοντος ἔταξε, τὸ δὲ ἔμμεσον ἐπὶ τοῦ τὸ ὅτι. ἀσαφὲς δέ ἐστι τὸ ῥητὸν διὰ τὸ τὴν ‘διά’ πρόθεσιν ποτὲ μὲν ἐντελῶς παραλαμβάνειν ποτὲ δὲ κατ’ ἔκθλιψιν τοῦ α. ὅταν μὲν γὰρ λέγῃ ὁμοίως, ἄν τε τὸ ὅτι εἰδῇ διὰ μέσων, ἡ ‘διά’ πρόθεσις ἐντελής ἐστι· διὸ ὑποδιαστολὴν εἰς τὸ α ποιητέον,3 τουτέστι ‘διὰ ἐμμέσων’· ὅταν δὲ λέγῃ ἐάν τε τὸ διότι καὶ δι’ ἀμέσων, εἰς τὸ ι ἀπόστροφον ποιητέον κατ’ ἔκθλιψιν τοῦ α νοουμένης τῆς ‘διὰ’ προθέσεως καὶ τοῦ α στερητικοῦ παραλαμβανομένου μετὰ τοῦ ‘μέσων’, τουτέστιν ἀμέσων οὐσῶν τῶν τὸ διότι κατασκευαζουσῶν προτάσεων.

“同样地,无论他是通过中间项知晓事实,还是甚至通过无中介项知晓理由。” 他的意思是这样的:如果作为论证之凭借的中项是偶然的,那么他既不会知晓确立事实的推论,也不会知晓确立理由的推论;因为他要么在不知晓的情况下自以为知晓,未认识到中项是偶然的;要么在知道中项是偶然的情况下甚至不自以为知晓。并且在接下来的内容中,正如我所说的,他说有中介与无中介无论对于事实还是对于理由都适用;但在这里他作了区分,把无中介配给了确立理由的推论,而把有中介配给了确立事实的推论。由于前置词“通过”有时完整采用,有时省音略去阿尔法,使得文句含糊不清。因为当他说“同样地,无论他是通过中间项知晓事实”时,前置词“通过”是完整的;因此应当在阿尔法之后加上逗号断开,即“通过有中介项”;而当他说“还是甚至通过无中介项知晓理由”时,应当在约塔后加上省音撇,前置词“通过”被理解为略去阿尔法,而剥夺性阿尔法则与“中间项”连用,即确立理由的诸前提是无中介的。

语法注3 条
  1. 1.129συμβήσεται δὲ τοῦτο ἐξ ἀνάγκης ὑπάρχειν διὰ τὸ τὰς προτάσεις ἐνδεχομένας εἶναι

    主语 τοῦτο 指前文所说的结论是非必然的(或结论是偶然的)。无人称动词 συμβήσεται 支配带宾格的不定式 τοῦτο... ὑπάρχειν,意为“由于前提是偶然的,这一情况[结论非必然]的成立将是必然的”,表达逻辑上的必然推论。

  2. 1.130εἰ τὸ ἀποδεικτικόν, φησί, συμπέρασμα ἀναγκαῖον ἐστιν, εἰ καὶ μὴ αἱ προτάσεις εἶεν ἀναγκαῖαι ἀλλ’ ἐνδεχόμεναι, εἰ μὲν μὴ εἰδείη... εἰ δὲ εἰδείη...

    由多个嵌套条件从句构成的复合句结构。开头的 εἰ τὸ ἀποδεικτικόν... 设定了基础前提(“如果论证的结论是必然的”),接着是让步从句 εἰ καὶ μὴ...(“即使诸前提并非必然而是偶然的”),在此基础上引出两歧的子条件从句 εἰ μὲν μὴ εἰδείη... 与 εἰ δὲ εἰδείη...,分别构成其主句的归结。

  3. 1.131διὸ ὑποδιαστολὴν εἰς τὸ α ποιητέον, τουτέστι ‘διὰ ἐμμέσων’· ὅταν δὲ λέγῃ ἐάν τε τὸ διότι καὶ δι’ ἀμέσων, εἰς τὸ ι ἀπόστροφον ποιητέον

    关于文本考订与正字法的语法注记。斐洛庞努斯解释了如何辨析与断读 διά μέσων(“通过中间项”,即有中介)与 δι' ἀμέσων(“通过无中介项”):前者前置词 διά 保持完整,应作词界切分(ὑποδιαστολή);而在后者中,前置词 διά 的末尾 α 因省音脱落而在 ι 后加省音撇(δι’),与接下来的否定前缀 α- privative 及 μέσων 连用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:91.23-93.20