← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§89.25-91.22

必然结论与必然推出的区别

注疏者解释了亚里士多德在《后分析篇》75a1中指出何以必然结论可从非必然前提推导而出,并区分了推论定义中的“必然地得出”(必然推论)与命题本身的“是必然的”(模态必然性)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.128

" Ὅταν μὲν οὖν τὸ συμπέρασμα ἐξ ἀνάγκης ᾖ, οὐδὲν κωλύει τὸ μέσον μὴ ἀναγκαῖον εἶναι, δι’ οὗ ἐδείχθη." Ἐπειδὴ ἔδειξεν ὅτι ἀνάγκη ἐξ ἀναγκαίων προτάσεων εἶναι τὴν ἀπόδειξιν, ἵνα μή τις οἰηθῇ περισσῶς αὐτὸν ἐρραψῳδηκέναι ἐκεῖνα, λέγων μὴ εἶναι1 ὅλως ἀμφίβολον τοῦτο, εἰ δέοι τοῦ συμπεράσματος τοῦ ἀποδεικτικοῦ ἐξ ἀνάγκης ὄντος καὶ τὰς προτάσεις τὰς τοῦτο συναγούσας ἀναγκαίας εἶναι (πῶς γὰρ ἐνδέχοιτο ἂν συμπέρασμα ἀναγκαῖον εἶναι ὃ μὴ ἐξ ἀναγκαίων συνῆκται προτάσεων;), διὰ τοῦτο νῦν βούλεται δεῖξαι ὅτι οὐ περιττῶς αὐτῷ εἴρηται ἐκεῖνα. ὅτι μὲν γὰρ τὸ ἀποδεικτικὸν συμπέρασμα ἀναγκαῖόν ἐστι, τοῦτο πᾶς τις ἂν ὁμολογήσειεν· ὅτι δὲ τὸ ἀναγκαῖον οὐ πάντως ἐξ ἀναγκαίων προτάσεων, οὐ πρόχειρον συνιδεῖν. δυνατὸν γὰρ καὶ μὴ ἐξ ἀναγκαίων ἀναγκαῖον συναγαγεῖν· ὥσπερ γὰρ καὶ ἐκ μὴ ἀληθῶν προτάσεων ἀληθὲς γίνεται συμπέρασμα, οὕτω καὶ ἐκ μὴ ἀναγκαίων ἀναγκαῖον. εἰ γὰρ οὕτω φήσαιμεν ‘σήμερον ὑετός ἐστιν, ὑετοῦ ὄντος ὁ οὐρανὸς κινεῖται, σήμερον ἄρα ὁ οὐρανὸς κινεῖται’, συνηγάγομέν τι ἀναγκαῖον συμπέρασμα (οὐ γὰρ ἐνδέχεται τὸν οὐρανὸν μὴ κινεῖσθαι), ἐκ προτάσεων μέντοι ἐνδεχομένων. ἐκ μὲν οὖν ἐνδεχομένων προτάσεων ἀναγκαῖον συναγαγεῖν συμπέρασμα δυνατόν, καθάπερ ἐδείξαμεν, ὥσπερ καὶ ἐκ μὴ ἀληθῶν ἀληθές· ἐκ μέντοι ἀναγκαίων προτάσεων ἀδύνατον μὴ ἀναγκαῖον εἶναι τὸ συμπέρασμα. τὸ δὲ ἐνδεχόμενον ἀνάπαλιν ἔχει τῷ ἀναγκαίῳ· προτάσεων μὲν γὰρ ἐνδεχομένων οὐσῶν συναχθείη ἄν τι ἀναγκαῖον συμπέρασμα, ὥσπερ νῦν εἴπομεν· συμπεράσματος μέντοι ἐνδεχομένου ὄντος ἀδύνατον μὴ ἐνδεχομένας εἶναι τὰς προτάσεις. εἰ τοίνυν καὶ ἐξ ἐνδεχομένων ἀναγκαῖόν τι δυνατὸν συναγαγεῖν, εἰκότως ἐδείκνυμεν ὅτι τὸ ἀποδεικτικὸν συμπέρασμα πάντως δεῖ καὶ ἐξ ἀναγκαίων εἶναι προτάσεων· διόπερ καὶ περὶ τοῦ καθ’ αὑτὸ προδιέλαβεν, ὅπερ δεῖ μόνον ἐν ταῖς ἀποδεικτικαῖς προτάσεσι παραλαμβάνειν. δῆλον δὲ ὅτι, καὶ ὅτε φαμὲν ἐκ μὴ ἀληθῶν ἀληθὲς συνάγεσθαι καὶ ὅτε ἐκ μὴ ἀναγκαίων ἀναγκαῖον, οὐ διὰ τὴν τῶν προτάσεων φύσιν συνάγεσθαί φαμεν τὸ συμπέρασμα ἀλλὰ διὰ τὴν τῶν ἄκρων τοιαύτην πρὸς ἀλλήλους σχέσιν, οἷον ὡς ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ· οὐδὲ γὰρ διὰ τὸ ὕειν κινεῖται ὁ οὐρανός, ἀλλ’ ἐπειδὴ συμβαίνει κινουμένου τοῦ οὐρανοῦ ὕειν διὰ τὸ αὐτὸν μὲν ἀεὶ κινεῖσθαι, ὕειν δὲ ποτέ, διὰ τοῦτο συνήχθη τὸ συμπέρασμα. ὁμοίως καὶ εἰ εἴποιμεν ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’, οὐ διὰ τὸ λίθον εἶναι τὸν ἄνθρωπον συνήχθη ὅτι καὶ οὐσία, ἀλλὰ διὰ τὴν τῶν ἄκρων φύσιν. ἐὰν μέντοι αἱ προτάσεις ἐξ ἀνάγκης ὦσι, πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα δι’ οὐδὲν ἕτερον ἢ διὰ τὰς προτάσεις τὸ ἀναγκαῖον ἔχειν· εἰ γὰρ ὁ ἄνθρωπος ἐξ ἀνάγκης ζῷον καὶ τὸ ζῷον ἐξ ἀνάγκης οὐσία, ἀνάγκη δήπου καὶ τὸν ἄνθρωπον οὐσίαν εἶναι. εἰ δέ τις ἀπορήσειε, πῶς αὐτὸς ὁ Ἀριστοτέλης τὸν συλλογισμὸν ὁριζόμενός φησι λόγον εἶναι “ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει”, ὡς δὴ παντὸς συμπεράσματος ἀναγκαίου ὄντος, ἐνταῦθα δέ φησιν εἶναί τινα καὶ ἐνδεχόμενα συμπεράσματα, ἴστω ὁ τοῦτο ἀπορῶν ὅτι οὐ ταὐτόν ἐστιν ἐξ ἀνάγκης τι συμβαίνειν καὶ ἀναγκαῖον εἶναι. ἀναγκαῖον μὲν γάρ ἐστι τὸ κατὰ τὴν αὑτοῦ φύσιν ἀεὶ ὡσαύτως ἔχον, ἐνδεχόμενον δὲ τὸ ἄλλοτε ἄλλως· ἐξ ἀνάγκης δὲ συμβαίνειν λέγεται τὸ ὑποτεθέντος τινὸς ἐξ ἀνάγκης ἑπόμενον, οἷον τὸ τὸν ἐν ὕδατι ὄντα βρέχεσθαι· οὐκ ἀναγκαῖον μὲν γὰρ τὸ βρέχεσθαι, ἐπειδή, ἐάν τις ἐν τῷ ὕδατι γένηται, ἀνάγκη πάντως βρέχεσθαι, εἰ δὲ ἐν πλοίῳ, οὐκ ἐξ ἀνάγκης βρέχεται. καὶ ἔστιν ἐπὶ πλέον τοῦ ἀναγκαίου τὸ ἐξ ἀνάγκης ἑπόμενον· εἴ τι μὲν γὰρ ἀναγκαῖον, τοῦτο πάντως καὶ ἐξ ἀνάγκης ἕπεταί τινι, εἰ μὴ ἄτομον εἴη· οἷον τὸ ζῷον ἀναγκαῖον· ἀλλ’ ὑποτεθέντι τῷ ἀνθρώπῳ ἐξ ἀνάγκης ἕπεται. εἶπον δὲ ‘εἰ μὴ ἄτομον εἴη’, διότι ὁ Σωκράτης ἀναγκαῖον μέν τι πρᾶγμά ἐστιν (ἀεὶ γὰρ ὡσαύτως ἔχει, καθὸ ἄνθρωπος, ἀλλ’ οὐ καθὸ κέχρωσται ἢ κατ’ ἄλλο τι τῶν συμβεβηκότων αὐτῷ), οὐ μὴν ἕπεταί τινι ἐξ ἀνάγκης· οὐδενὶ γὰρ ὑπάρχει ὁ Σωκράτης. καλῶς ἄρα εἴπομεν ὅτι, εἴ τί ἐστιν ἀναγκαῖον, εἰ μὴ ἄτομον εἴη, πάντως καὶ ἐξ ἀνάγκης ἕπεταί τινι. οὐκέτι μέντοι [ὅτι], εἴ τι ἐξ ἀνάγκης ἕπεταί τινι, τοῦτο καὶ ἀναγκαῖόν ἐστιν·2 ἕπεται μὲν γὰρ ἐξ ἀνάγκης τῷ ἐσθίοντι τὸ τὰς σιαγόνας κινεῖν· οὐ μὴν καὶ ἐξ ἀνάγκης ὑπάρχει τὸ τὰς σιαγόνας κινεῖν. οὕτως οὖν καὶ πᾶν μὲν συμπέρασμα ἐξ ἀνάγκης ὑπάρχει, διότι τῶν προτάσεων ὑποτεθεισῶν ἀνάγκη πάντως αὐτὸ ἕπεσθαι· οὐ μὴν διὰ τοῦτο καὶ πᾶν συμπέρασμα ἀναγκαῖον ἔσται.

“因此,当结论出于必然时,并无任何东西阻止通过其予以证明的中项是非必然的。” 既然他已经指出了论证必须由必然的前提构成,为了不让人以为他平白无故地啰唆了那些论点,声称这根本不是可疑之事——即如果论证的结论出于必然,推导出该结论的前提是否也必须是必然的(因为如果不是由必然的前提推导出的结论,怎么可能是必然的呢?)——因此,他现在想要表明那些论点并非由他徒劳地说出的。因为论证的结论是必然的,这一点任何人都会同意;但必然的结论绝非在任何情况下都由必然的前提构成,这一点却不容易立即看清。因为即使从非必然的前提中,也有可能推导出必然的结论;正如从非真实的前提中也可以产生真实的结论一样,从非必然的前提中同样可以产生必然的结论。例如,如果我们这样说:‘今天下雨,下雨时天体运转,因此今天天体运转’,我们推导出了一个必然的结论(因为天体不可能不运转),但这却是从偶然的前提推导出的。因此,正如我们所表明的,从偶然的前提推导出必然的结论是可能的,正如从非真实的前提推导出真实的一样;然而,从必然的前提推导出非必然的结论则是不可能的。相反,偶然者与必然者的关系恰恰颠倒:因为正如我们刚才所说,当诸前提是偶然的时,可以推导出某种必然的结论;然而,当结论是偶然的时,前提不可能不是偶然的。因此,既然从偶然的前提中也有可能推导出某种必然之物,我们指出论证的结论无论如何也必须由必然的前提构成,便是合情合理的;正因如此,他此前也对本性自具作了预先界定,而在论证的前提中唯有本性自具才是必须采纳的。显然,无论当我们说从非真实的前提中推导出真实之物,还是说从非必然的前提中推导出必然之物,我们都不是说由于前提的本性而推导出结论,而是由于极端项相互之间的这种关系,就像在我们眼前的这个推论中所见到的那样;因为天体并不是因为下雨而运转,而是由于因天体始终在运转、下雨只是有时发生而在天体运转时碰巧下雨,结论正是因此而被推导出来的。同样,即使我们说‘人是石头,石头是实体,因此人是实体’,也不是因为人是石头而推导出人也是实体,而是由于极端项的本性。然而,如果诸前提是出于必然的,那么结论完全必然不通过别的、而唯独通过前提而具有必然性;因为如果人出于必然是动物,且动物出于必然是实体,那么人是实体无疑也是必然的。但是,如果有人提出疑难说:亚里士多德自己在定义推论时说它是“一种言论,在其中某些事物被设定后,另一不同于这些被设定者的事物便必然地得出”,仿佛一切结论都是必然的,而在这里他又说某些结论也是偶然的,这是怎么回事?产生这种疑难的人应当知道,某物必然地得出与某物是必然的并不是一回事。因为必然之物是指依照其自身的本性始终保持相同状态者,而偶然之物则是指时而如此、时而处于其他状态者;而必然地得出,则是指在某物被假定时必然随之而来者,例如在水中的人会湿透。因为湿透本身并不是必然的,既然如果某人落入水中,则完全必然会湿透,但如果他在船上,则并非必然湿透。并且,必然随之而来者的外延要大于必然之物;因为如果某物是必然的,只要它不是不可分的个体,它在任何情况下都会必然地伴随着某物:例如动物是必然的,但它必然地伴随着被假定的人。我之所以说‘只要它不是不可分的个体’,是因为苏格拉底虽然是某种必然之物(因为就其作为人而言,他始终保持相同状态,但并不是就其具有某种肤色或就其所具有的其他偶性而言),但他并不必然地伴随着任何事物;因为苏格拉底不属于任何主体。因此,我们说如果某物是必然的,只要它不是不可分的个体,它在任何情况下都会必然地伴随着某物,这是正确的。然而,这绝不等于说,如果某物必然地伴随着某物,此物就也是必然的;因为动颌对于进食者而言是必然随之而来的,然而动颌却并不是出于必然就存在的。因此同样地,一切结论固然都出于必然地存在,因为在诸前提被假定时,它完全必然随之而来;然而并不能因此就说一切结论也都是必然的。

语法注2 条
  1. 1.128ἵνα μή τις οἰηθῇ περισσῶς αὐτὸν ἐρραψῳδηκέναι ἐκεῖνα, λέγων μὴ εἶναι ὅλως ἀμφίβολον τοῦτο, εἰ δέοι τοῦ συμπεράσματος τοῦ ἀποδεικτικοῦ ἐξ ἀνάγκης ὄντος καὶ τὰς προτάσεις τὰς τοῦτο συναγούσας ἀναγκαίας εἶναι

    目的从句(ἵνα μή τις οἰηθῇ...)内部嵌套了分词短语 λέγων...(“声称……”),其间接引语(μὴ εἶναι...)又由间接疑问句 εἰ δέοι...(“是否必须……”)进行具体说明。整句作为前置目的从句,统领并引出主句 διὰ τοῦτο νῦν βούλεται δεῖξαι ὅτι οὐ περιττῶς αὐτῷ εἴρηται ἐκεῖνα(“正因如此,他现在想要表明……”)。

  2. 1.128οὐκέτι μέντοι [ὅτι], εἴ τι ἐξ ἀνάγκης ἕπεταί τινι, τοῦτο καὶ ἀναγκαῖόν ἐστιν

    校勘本中被括号括起的 [ὅτι] 是被视作语法冗余而删除的连词。主句谓语 οὐκέτι μέντοι(省略了 ἐστὶν ἀληθές 或 συμβαίνει,“……不再成立”)直接统领后面的条件式命题 εἴ τι ἐξ ἀνάγκης ἕπεταί τινι, τοῦτο καὶ ἀναγκαῖόν ἐστιν(“如果某物必然伴随某物,此物也是必然的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:89.25-91.22