← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§87.29-89.24

认识的存续条件与论证前提的必然性

斐洛波诺斯注解了亚里士多德关于论证必须由必然前提构成的论据:从认识得以存续的条件(认知者、知识与对象)出发,指出若前提是偶然的,将导致在主体与对象均未受损的情况下却不再认知这一荒谬结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.126

" Ἔτι εἴ τις μὴ οἶδε νῦν ἔχων τὸν λόγον καὶ σῳζόμενος σωζομένου τοῦ πράγματος καὶ τὰ ἑξῆς." Ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστικόν. ὃ δὲ λέγει δυνάμει, τοῦτό ἐστι. τρία εἰσὶν ἐφεξῆς, φησί, ταῦτα, ὁ γινώσκων καὶ ἡ γνῶσις καὶ τὸ γινωσκόμενον. συμβαίνει οὖν τὸν πρότερον ὄντα ἐπιστήμονα ὕστερον μὴ εἶναι ἐπιστήμονα ἑνὸς τῶν τριῶν τούτων φθαρέντος· ἢ γὰρ καὶ τῆς γνώσεως σωζομένης καὶ τοῦ γινώσκοντος τοῦ πράγματος δὲ φθειρομένου συμβαίνει μηκέτι εἶναι ἐπιστήμονα τὸν πάλαι ἐπιστήμονα, ἢ αὐτοῦ φθαρέντος τοῦ πράγματος δὲ σωζομένου, ἢ αὐτοῦ μὴ φθαρέντος λήθης δὲ γενομένης. εἴ τις οὖν, φησί, λέγοι τὴν ἀπόδειξιν ἐξ ἐνδεχομένων εἶναι, ἐπειδὴ τὴν μὲν ἀπόδειξιν οὐκ ἐνδέχεται ἄλλως ἔχειν, τὸ δὲ ἐνδεχόμενον οἷόν τε καὶ μὴ εἶναι, ἐὰν ὑποθώμεθα μὴ ὂν τὸ ἐνδεχόμενον, συμβήσεται τὸν πρὶν ἐπιστάμενον μήτε φθαρέντα μήτε ἐπιλελησμένον μήτε τοῦ πράγματος ἀπολλυμένου μὴ εἶναι ἐπιστήμονα,1 ὅπερ γελοῖον, ὡς ἤδη εἶπον. οἷον εἴ τις συλλογίζοιτο οὕτως, ὅτι ὁ ἄνθρωπος γεωμετρεῖ, τὸ γεωμετροῦν ζῷον, ὁ ἄνθρωπος ἄρα ἐξ ἀνάγκης ζῷον, εἰ ὁ οὕτω συλλογιζόμενος ἀπόδειξιν ἔχειν οἴοιτο, διότι οὐκ ἐνδέχεται ἄλλως ἔχειν τὸν ἄνθρωπον ἀλλ’ ἀνάγκη ζῷον εἶναι, οἴοιτο δὲ τὴν ἐπιστήμην ταύτην ἔχειν διὰ τοῦ μέσου ὅρου τοῦ γεωμετρεῖν, ἐπειδὴ τὸ γεωμετρεῖν τῶν ἐνδεχομένων εἶναι ὑπεθέμεθα, τὸ δὲ ἐνδεχόμενον ἐνδέχεται καὶ μὴ εἶναι, ἀνῃρήσθω τὸ γεωμετρεῖν· ἐνδεχόμενον γάρ ἐστιν “οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ.”2 εἰ οὖν τὸ γεωμετρεῖν ἀναιρεθείη, συμβήσεται σωζομένου τοῦ πράγματος, λέγω δὴ τοῦ τὸν ἄνθρωπον εἶναι ζῷον, καὶ τοῦ γινώσκοντος αὐτὸ τοῦτο, λέγω δὴ τοῦ ἐπιστήμονος, καὶ μὴ ἐπιλελησμένου, ὅτι ζῷον ὁ ἄνθρωπός ἐστι, μηκέτι εἰδέναι ἀποδεικτικῶς ὅτι ζῷον ὁ ἄνθρωπός ἐστι, τῆς αἰτίας ἀναιρεθείσης. ὥστε, φησίν, εἰ μὴ νῦν ἐπίσταται ἀποδεικτικῶς ὅτι ζῷον ὁ ἄνθρωπος, τῆς αἰτίας ἀναιρεθείσης, διὰ τὸ τὴν αἰτίαν τοῦ πράγματος ἐνδεχομένην εἶναι, οὐδ’ ἄρα πρότερον ᾔδει, εἴ γε τὸ ἐπίστασθαί ἐστι τὸ εἰδέναι τὴν αἰτίαν καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὴν ἄλλως ἔχειν.

“此外,如果某人在现在持有根据且自身得以保全、事物也得以保全的情况下并不知晓,等等。” 这是确立同一观点的另一个论据。他实际上所说的就是这个意思。他说,这三者是相继存在的:知晓者、知识以及被知晓的事物。因此,先前是认知者的人,由于这三者之一的毁灭,后来便不再是认知者。因为,或者是在知识与知晓者都得以保全而事物毁灭时,从前的认知者不再是认知者;或者是他自己毁灭而事物得以保全;或者是他自己并未毁灭但发生了遗忘。他说,因此,如果有人声称论证是由偶然的事物构成的,既然论证不可能处于其他状态,而偶然者也可能不存在,那么如果我们假定偶然者不存在,就会得出结论说:先前知晓的人既未毁灭,也未遗忘,事物亦未消灭,却不再是认知者——正如我已说过的,这是荒谬的。例如,如果有人这样推论:人从事几何学,从事几何学的是动物,因此人出于必然性是动物;如果这样推论的人认为自己拥有论证,因为人不可能处于其他状态而必然是动物,并且认为自己是通过‘从事几何学’这一中项而拥有这种认识的——既然我们假定从事几何学属于偶然之事,而偶然者也可能不存在,那就让从事几何学被消除吧;因为偶然者就是“在不是必然的前提下,被设定时并不伴随任何不可能之事者”。因此,如果从事几何学被消除,那么就会出现这种情况:在事物——我是指人是动物——得以保全,知晓这一事实者——我是指认知者——自身得以保全且并未遗忘人是动物的情况下,由于原因被消除,他不再能以论证的方式知晓人是动物。他说,因此,如果由于原因被消除,且由于事物的原因是偶然的,他现在不能以论证的方式知晓人是动物,那么他先前也就并不知晓,只要认知确实是指知晓原因且知晓该原因不可能处于其他状态。

§1.127

"Εἰ δὲ μὴ ἔφθαρται, ἐνδέχεται δὲ φθαρῆναι, τὸ συμβαῖνον ἂν εἴη δυνατὸν καὶ ἐνδεχόμενον· ἀλλ’ ἔστιν ἀδύνατον τὸν οὕτως ἔχοντα εἰδέναι." Ἐπειδὴ ὑποθέμενος τὸ ἐνδεχόμενον μεταβάλλον οὕτως ἔδειξε τὸ ἄτοπον,3 εἴποι δὲ ἄν τις ‘ἀλλ’ εἰ καὶ ἐξ ἐνδεχομένων ἡ ἀπόδειξις, ὑποκείσθω ἔτι σωζόμενον τὸ ἐνδεχόμενον καὶ μὴ ἀνῃρημένον, πρὸς τοῦτο ὑπαντῶν φησιν ὅτι, κἂν νῦν μήπω ἀνῄρηται, ἐνδέχεται δὲ ὅμως ἀναιρεθῆναι διὰ τὸ τοιαύτην εἶναι τὴν τοῦ ἐνδεχομένου φύσιν. εἰ οὖν καὶ μὴ νῦν πρῶτον τὸ ἄτοπον τοῦτο συνέβη ὅπερ εἰρήκαμεν, λέγω δὴ τὸ τὸν ἐπιστήμονα σωζόμενον καὶ τοῦ πράγματος σωζομένου καὶ λήθης μὴ ἐπιγενομένης μηκέτι εἶναι ἐπιστήμονα διὰ τὸ μὴ σώζεσθαι ἔτι τὸ ἐνδεχόμενον, ἀλλ’ οὖν γε δυνατὸν τοῦτο συμβῆναι μετὰ ταῦτα, εἰ καὶ ὑποθώμεθα τὸ ἐνδεχόμενον μὴ ἀνῃρημένον. εἰ οὖν ἀνῃρημένου τοῦ ἐνδεχομένου συμβαίνει τὸ ἄτοπον, λέγω δὴ τὸ μὴ ἐπίστασθαι σωζομένου τοῦ τε πράγματος καὶ τοῦ γινώσκοντος καὶ τῆς γνώσεως, οὐδ’ ἄρα, πρὶν φθαρείη τὸ ἐνδεχόμενον, ἠπίστατο· ἀδύνατον γὰρ ἐκ τοῦ ἐπίστασθαι εἰς τὸ μὴ ἐπίστασθαι μεταβαλεῖν μὴ ἑνὸς τῶν τριῶν φθαρέντος, ἢ τοῦ γινώσκοντος ἢ τοῦ γινωσκομένου ἢ τῆς γνώσεως. ἄλλως τε, εἰ εἴπομεν μόνως ἐπίστασθαι, ὅταν εἰδείημεν τὸ πρᾶγμα καὶ τὴν αἰτίαν αὐτοῦ καὶ ὅτι οὐκ ἐνδέχεται ἄλλως ἔχειν, αἴτιαι δὲ αἱ προτάσεις τοῦ συμπεράσματος, ἀδύνατον ἄρα αὐτὰς ἄλλως ἔχειν· τὸ δὲ ἀδύνατον ἄλλως ἔχειν ἀνάγκη οὕτως ἔχειν· ἀναγκαίας ἄρα δεῖ εἶναι τὰς τοῦ συλλογισμοῦ προτάσεις, ὡς διὰ πλειόνων ἀποδέδεικται. Εἰ δὲ μὴ ἔφθαρται, ἐνδέχεται δὲ φθαρῆναι, τὸ συμβαῖνον ἂν εἴη δυνατόν. τὸ συμβαῖνον φησί, τουτέστι τὸ ἐπὶ ταῖς εἰρημέναις ὑποθέσεσι συμβὰν ἄτοπον, ὅπερ ἐστὶ τὸ ἐπίστασθαί τι, εἶτα μεταβάλλειν εἰς τὸ μὴ ἐπίστασθαι μήτε τοῦ γινώσκοντος φθαρέντος μήτε τοῦ γινωσκομένου μήτε τῆς γνώσεως. εἰ τοίνυν τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα ἐπίστασθαι τῆς ἐπιστήμης ἐξ ἐνδεχομένων προτάσεων γινομένης· τούτῳ γὰρ ἠκολούθησε τὸ ἄτοπον.

“但如果它尚未毁灭,却可能毁灭,那么所产生的结果就会是可能且偶然的;然而处于这种状态的人是不可能知晓的。” 既然他通过假定偶然者发生变化而如此指出了荒谬之处,但有人可能会说:‘即使论证是由偶然的事物构成的,仍应假定偶然者仍然得以保全而未被消除’,针对这一点他反驳说:即使现在它尚未被消除,但由于偶然者的本性就是如此,它仍然可能被消除。因此,即使我们所说的这一荒谬情况——我是指知晓者得以保全、事物得以保全且未发生遗忘,却由于偶然者不再得以保全而不再是认知者——尚未在当下首先发生,但即使我们假定偶然者未被消除,这种情况在随后发生终究是可能的。因此,如果在偶然者被消除时产生了这一荒谬结果——我是指在事物、知晓者以及知识都得以保全的情况下却不知晓——那么在偶然者毁灭之前,他也并未认知;因为如果不发生三者(知晓者、被知晓者或知识)之一的毁灭,从知晓转变为不知晓是不可能的。此外,如果我们说过,唯有当我们知晓事物及其原因,且知晓它不可能处于其他状态时,我们才是知晓,并且诸前提是结论的原因,那么前提就不可能处于其他状态;而不可能处于其他状态者,必然处于这种状态。因此,正如通过多项论据所证明的那样,推论的前提必须是必然的。“但如果它尚未毁灭,却可能毁灭,那么所产生的结果就会是可能的。”他说‘所产生的结果’,即指在上述假定下所产生的荒谬结果,也就是知晓某事随后在知晓者、被知晓者或知识均未毁灭的情况下转变为不知晓。因此,如果这是不可能的,那么在科学认识由偶然的前提产生时,知晓便是不可能的;因为荒谬正是伴随于此而来的。

语法注3 条
  1. 1.126συμβήσεται τὸν πρὶν ἐπιστάμενον μήτε φθαρέντα μήτε ἐπιλελησμένον μήτε τοῦ πράγματος ἀπολλυμένου μὴ εἶναι ἐπιστήμονα

    非人称动词 συμβήσεται 引导带不定式的宾格结构(τὸν πρὶν ἐπιστάμενον ... μὴ εἶναι ἐπιστήμονα)作为真正主语。在此结构中,修饰宾格主语 τὸν πρὶν ἐπιστάμενον 的两个宾格分词 μήτε φθαρέντα μήτε ἐπιλελησμένον(“既未毁灭也未遗忘”)通过 μήτε... μήτε... μήτε... 与一个属格绝对结构 μήτε τοῦ πράγματος ἀπολλυμένου(“事物亦未消灭”)并列。在句意上,这三者并列排除了导致认识丧失的三种客观条件。

  2. 1.126οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ

    引自亚里士多德《前分析篇》卷一第13章(32a18–20)对偶然者(τὸ ἐνδεχόμενον)的标准定义。关系代词 οὗ 引出后续陈述,指“当其并非必然时,即使被设定也不会伴随任何不可能之事者”。其中 μὴ ὄντος ἀναγκαίου 与 τεθέντος 均作为带有条件与让步意味的属格绝对结构使用。

  3. 1.127τὸ συμβαῖνον φησί, τουτέστι τὸ ἐπὶ ταῖς εἰρημέναις ὑποθέσεσι συμβὰν ἄτοπον

    注释家斐洛波诺斯在此澄清亚里士多德原文中的 τὸ συμβαῖνον(“所产生的结果”)。他借助 τουτέστι(“即”)指出,这里并非指一般的逻辑推论,而是特指在上述假定下产生的荒谬结论(ἄτοπον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:87.29-89.24