- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:86.18-87.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯对亚里士多德《后分析篇》74b25–74b28(文本标为73b)进行注解,阐明论证为何必须由原初、本有且必然的前提构成。他区分了有论证的事物与无需论证的公理,并指出若以偶然的中项推导必然的结论,将无法把握其原因,从而导致既知晓又不知晓同一事物的矛盾。
" Ἀλλὰ τὸ πρῶτον τοῦ γένους περὶ ὃ δείκνυται· καὶ τἀληθὲς οὐ πᾶν οἰκεῖον." Ἀληθὲς μὲν γὰρ ὅτι πᾶν ἰσοσκελὲς τρίγωνον τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει· οὐκ οἰκεῖον δὲ ἐπιστήμῃ, διότι μὴ ἐφ’ οὗ πρώτου δείκνυται τὸ τοιοῦτον προῆλθεν ἡ ἀπόδειξις.1
“而应是关于其得以证明的属的原初者;并且并非一切真实者都是本有的。” 因为每个等腰三角形的三内角之和等于两直角,这诚然是真实的;但这对于科学认识而言并非本有的,因为该论证并未从这种属性原初地在其上得以证明的主体出发进行。
"Ὅτι δὲ ἐξ ἀναγκαίων εἶναι δεῖ τὸν συλλογισμόν, φανερὸν καὶ ἐκ τῶνδε." Ἕτερον ἐπιχείρημα ὅτι ἐξ ἀναγκαίων ἡ ἀπόδειξις. εἰ οὖν τότε, φησίν, οἰόμεθα ἐπίστασθαι, ὅταν τὸν λόγον καὶ τὴν αἰτίαν οἴδαμεν δι’ ἣν ἐστιν ἐξ ἀνάγκης τὸ συμπέρασμα, καὶ οὐκ ἔστιν ἐπιστήμων ὁ τὸν λόγον καὶ τὴν αἰτίαν ἀγνοῶν, αἴτιον δὲ τοῦ συμπεράσματος αἱ προτάσεις, ἀνάγκη δήπου ἐξ ἀνάγκης αὐτὰς ὑπάρχειν. εἰ γὰρ τὸ μὲν συμπέρασμα ἀναγκαῖόν ἐστιν, αἱ δὲ προτάσεις ἐνδεχόμεναι, τὸ δὲ ἐνδεχόμενον ἐνδέχεται καὶ μὴ εἶναι, δῆλον ἄρα ὅτι τὸ μὲν συμπέρασμα εἴσεται ἐξ ἀνάγκης ὑπάρχον, τὸν δὲ λόγον τούτου καὶ τὴν αἰτίαν οὐκ εἴσεται, εἴ γε τὰς προτάσεις, δι’ ὧν δείκνυται, ἐνδέχεται καὶ μὴ ὑπάρχειν· ὁ δὲ τὸν λόγον ἀγνοῶν οὐκ ἔστιν ἐπιστήμων. οὐκ ἄρα ἐνδέχεται τὴν ἀπόδειξιν ἐξ ἐνδεχομένων προτάσεων εἶναι· ὥστε ἐξ ἀναγκαίων εἶναι πᾶσα ἀνάγκη.
“而推论必须由必然的事物而来,从以下诸点看也是显而易见的。” 这是论证来自必然事物的另一个论据。他说,因此,如果我们认为只有当我们知晓结论出于必然性而存在的根据与原因时,我们才算拥有科学认识,而不知晓根据与原因者便不是认知者,并且前提乃是结论的原因,那么前提本身出于必然性而存在当然也就是必然的了。因为如果结论是必然的,而前提是偶然的,且偶然者也可能不存在,那么显而易见,他将知晓结论是出于必然性而存在的,但却不会知晓其根据与原因,只要用以证明该结论的前提也可能不存在;然而不知晓根据者便不是认知者。因此,论证不可能由偶然的前提构成;所以,论证完全必须由必然的前提构成。
"Εἰ γὰρ ὁ μὴ ἔχων λόγον τοῦ διὰ τί οὔσης ἀποδείξεως οὐκ ἐπιστήμων." Ἀκριβῶς προσέθηκε τὸ οὔσης ἀποδείξεως· τῶν γὰρ ἀξιωμάτων ἔστι μὲν ἐπιστήμη καὶ ἐπιστήμονες εἶναι αὐτῶν λεγόμεθα, λόγον δὲ αὐτῶν οὐκ ἔχομεν, διότι μηδὲ ἔστιν αὐτῶν ἀπόδειξις τῷ μὴ εἶναι αὐτῶν πρότερον καὶ ἀρχοειδέστερον.2 τούτων οὖν ἐπιστήμονες λεγόμεθα πρὶν τὸν λόγον αὐτῶν γνῶμεν.
“因为如果没有‘为何’的根据的人,在有论证存在的情况下不是认知者。” 他准确地加上了“在有论证存在的情况下”;因为对于公理而言固然存在科学认识,我们也被说成是公理的知晓者,但我们并没有公理的根据,因为并不存在先于它们且比它们更具本原性的事物,所以它们甚至根本没有论证。因此,在我们知晓公理的根据之前,我们就已被说成是这些公理的知晓者。
"Εἴη δ’ ἂν ὥστε τὸ Α κατὰ τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν,3 τὸ δὲ Β τὸ μέσον, δι’ οὗ ἀπεδείχθη, μὴ ἐξ ἀνάγκης, οὐκ οἶδε διότι· οὐ γὰρ ἐστι τοῦτο διὰ τὸ μέσον." Τὸ μὲν τὸ Α κατὰ παντὸς τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν ὡς συμπέρασμα εἴληπται, ὅπερ ἐξ ἀνάγκης ὑπόκειται, τὸ δὲ Β ὁ μέσος ὅρος ὁ τῶν προτάσεων γεννητικός, δι’ οὗ δείκνυται τὸ συμπέρασμα. εἴ τις οὖν οἴοιτο τὸν μὲν ἄνθρωπον ἐξ ἀνάγκης εἶναι ζῷον, τούτου δὲ αἴτιον εἶναι νομίζοι τὸ περιπατεῖν τὸν ἄνθρωπον ἢ φιλοσοφεῖν καὶ συλλογίζοιτο οὕτως ‘ὁ ἄνθρωπος φιλοσοφεῖ, ὁ φιλοσοφῶν ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, ἐπεὶ τὸν μέσον ὅρον ἐνδεχόμενον εἴληφε, τὸ δὲ ἐνδεχόμενον ἐνδέχεται καὶ μὴ ὑπάρχειν, ἐὰν ἄρα τοῦτο ὑποτεθῇ μὴ ὑπάρχον, εἴσεται μὲν ὅτι ὁ ἄνθρωπος ἐξ ἀνάγκης ζῷόν ἐστι, τὸν λόγον μέντοι δι’ ὃν ἔστι ζῷον οὐκ εἴσεται τοῦ μέσου ὅρου ἀναιρεθέντος· ὁ δὲ τὸν λόγον μὴ εἰδὼς διότι τόδε οὐκ ἐπίσταται αὐτό· ὁ αὐτὸς ἄρα τὸ αὐτὸ καὶ ἐπιστήσεται καὶ οὐκ ἐπιστήσεται, ἐπιστήσεται μὲν διὰ τὴν ὑπόθεσιν, οὐκ ἐπιστήσεται δὲ διὰ τὸ ἐνδεχομένας λαβεῖν τὰς προτάσεις.
“可能出现这种情况:A出于必然性属于C,但证明所借助的中项B却并非出于必然性;他并不知晓为何,因为这并不是由于中项所致。” A出于必然性属于一切C,是作为必然被假定的结论而被采纳的;中项B则是生成诸前提者,结论正是通过它得以证明的。因此,如果有人认为人出于必然性是动物,却把人行走或从事哲学看作是其原因,并如此推论:‘人从事哲学,从事哲学的是动物,因此人是动物’——既然他采纳了偶然的中项,而偶然者也可能不存在,那么如果假定这并不存在,他固然知晓人出于必然性是动物,然而随着中项被消除,他将不知晓人为何是动物的根据。而不知晓此事为何如此之根据的人,并不认知此事本身;因此同一个人将既认知又不认知同一事物:一方面由于假定而认知,另一方面却由于采纳了偶然的前提而不认知。
- 1.122διότι μὴ ἐφ’ οὗ πρώτου δείκνυται τὸ τοιοῦτον προῆλθεν ἡ ἀπόδειξις
介词短语 ἐφ’ οὗ πρώτου 包含了先行词(ἐπὶ ἐκείνου)向关系代词 οὗ 的融合,受介词 ἐπί 支配。整句呈现倒装结构(hyperbaton),主语 ἡ ἀπόδειξις 位于句末,而作动词 προῆλθεν 状语的介词从句置于其前。
- 1.124τῷ μὴ εἶναι αὐτῶν πρότερον καὶ ἀρχοειδέστερον
定冠词带不定式 τῷ μὴ εἶναι 是表示原因的与格。不定式短语内部的 αὐτῶν 是由比较级形容词 πρότερον 和 ἀρχοειδέστερον 所支配的比较属格,意为“先于它们且比它们更具本原性的事物”。
- 1.125Εἴη δ’ ἂν ὥστε τὸ Α κατὰ τοῦ Γ ἐξ ἀνάγκης ὑπάρχειν
非人称的潜能希求法 εἴη ἄν 后接表示结果的 ὥστε 从句,构成“可能发生……的情况”之结构。紧随其后的 οὐκ οἶδε διότι 则以直陈式断言在上述假设情况下产生的认识后果。
