← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§85.16-86.17

对依据通行且真实前提的诡辩论法的批判

菲洛波诺斯注解了亚里士多德在《后分析篇》74b21中对诡辩家仅凭通行且真实的前提进行推论的批评,从证明论的角度剖析了涉及几何学者与知识本性的诡辩结构,并对该段落提出了两种不同的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.121

" Δῆλον δ’ ἐκ τούτων καὶ ὅτι εὐήθεις οἱ λαμβάνειν οἰόμενοι καλῶς τὰς ἀρχάς, ἐὰν ἔνδοξος ᾖ ἡ πρότασις καὶ ἀληθής, οἷον οἱ σοφισταὶ ὅτι τὸ ἐπίστασθαι τὸ ἐπιστήμην ἔχειν.1" Εἰ δέδεικται, φησίν, ὅτι δεῖ τὴν ἐπιστήμην ἐξ ἀναγκαίων εἶναι, γελοῖοι ἄρα οἱ νομίζοντες ἀποδεδειχέναι, ἐὰν ἢ ἐνδόξους ἢ ἀληθεῖς προτάσεις ἡμῖν προτείνωσι μὴ ἀναγκαίας δέ, ὥσπερ οἱ σοφισταί. ἐρωτῶντες γάρ, εἰ ἐπίσταται ὁ γεωμέτρης τὰ κατὰ γεωμετρίαν, καὶ τοῦτο λαβόντες φασὶν ὅτι, εἰ ἐπίστασθαί ἐστι τὸ ἐπιστήμην ἔχειν, τὸ δὲ ἔχειν ἐπιστήμην εἰδέναι ἐπιστήμην ἐστίν, ὁ δὲ εἰδὼς ἐπιστήμην ἐπίσταται τί ποτέ ἐστιν αὕτη, ὁ ἄρα ἐπιστάμενος οἶδε τί ἐστιν ἐπιστήμη· ὁ δὲ γεωμέτρης ἐπίσταται· ὁ γεωμέτρης ἄρα ἐπίσταται τί ἐστιν ἐπιστήμη. ἐνταῦθα γὰρ λαβόντες ἀληθῆ πρότασιν, ὅτι ἐπίσταται ὁ γεωμέτρης καὶ ὅτι ὁ ἐπιστάμενος ἔχει ἐπιστήμην, καὶ τρίτην τὴν ἔνδοξον, ὅτι ὁ ἔχων τι οἶδεν ὃ ἔχει, οὕτως οἴονται ἀποδεδειχέναι τὸ δεῖν τὸν γεωμέτρην εἰδέναι τί ποτέ ἐστιν ἐπιστήμη. ἐδείχθη δὲ ὅτι ἡ ἀπόδειξις οὐχ ἁπλῶς ἐξ ἀληθῶν οὐδὲ ἐξ ἐνδόξων ἀλλ’ ἐξ ἀναγκαίων καὶ οἰκείων καὶ πρώτων τοῦ ὑποκειμένου ἀποδεικτικὴ γίνεται. ὥστε εἰ μὲν ἦν τις ὡρισμένη φύσις ἐπιστήμης, ἣν ἔδει τὸν ἐπιστήμονα πάντως ἔχειν, οὐκοῦν ἂν ἀποδεικνύναι ἐλέγοντο οἱ οὕτω συλλογιζόμενοι· εἰ δὲ μή’στί τις ὡρισμένη φύσις ἐπιστήμης ἀλλὰ πᾶσα ἐπιστήμη οἷον ἢ γεωμετρία ἢ ἀστρονομία ἢ ἑκάστη τῶν κατὰ μέρος, οὐκ ἄρα τις ἔχων ἐπιστήμην καὶ ἁπλῶς τί ἐστιν ἐπιστήμη εἴσεται. ὥστε ὁ γεωμέτρης γεωμετρικὴν μὲν ἐπιστήμην ἔχει, καὶ αὕτη τί ποτε ἐστιν οἶδεν· ἁπλῶς δὲ τί ἐστιν ἐπιστήμη, οὐκ οἶδε, διότι μηδέ ἐστί τις φύσις τῆς καθόλου ἐπιστήμης, ἀλλ’ ἔστι φωνὴ ὁμώνυμος διαφόρων κατ’ εἶδος πραγμάτων κατηγορουμένη, μᾶλλον δὲ διαφόρων κατὰ γένος. τινὲς δὲ ἐξηγοῦνται τοῦτο τὸ χωρίον σοφιστικώτερον οὕτως. εἰ τὸ ἐπίστασθαί ἐστιν ἐπιστήμην ἔχειν, τὸ δὲ ἐπιστήμην ἔχειν ἐπιστήμην ἔχει, τὸ ἐπίστασθαι ἄρα ἐπιστήμην ἔχει, σοφιστικῶς ἀπὸ τῶν σημαινομένων ἐπὶ τὰς φωνὰς μεταβαίνοντος τοῦ λόγου. ὁ μὲν γὰρ ἐπιστάμενος ἔχει ἐπιστήμην, αὐτό φημι τὸ ὑπὸ τῆς φωνῆς τῆς ἐπιστήμης δηλούμενον· τὸ δὲ λέγειν ‘τὸ ἐπιστήμην ἔχειν ἐπιστήμην ἔχει’ οὐκέτι μενόντων ἐστὶν ἐπὶ τοῦ σημαινομένου ἀλλὰ μεταβαινόντων2 ἐπὶ τὰς φωνὰς καὶ μόνον οὐχὶ λεγόντων ὅτι ἡ φωνὴ αὐτὴ ἡ λέγουσα τὸ ἐπιστήμην ἔχειν ἔχει ἐν ἑαυτῷ ἐπιστήμην, αὐτὸ τὸ τῆς ἐπιστήμης ὄνομα. προσφυεστέρα δέ μοι δοκεῖ ἡ πρώτη ἐξήγησις.

“从这些事物中也显而易见,那些认为只要前提是通行的且真实的便已很好地采纳了原理的人是愚蠢的,正如诡辩家们[假定]认知即拥有知识。” 他说,如果已经表明科学认识必须由必然的事物而来,那么那些只要向我们提出或通行或真实却非必然的前提,就自以为完成了论证的人,便正如诡辩家们一样是可笑的。因为他们发问几何学者是否通晓几何学范围内的事务,并在采纳了这一点之后声称:如果认知即拥有知识,而拥有知识即通晓知识,通晓知识者又通晓这究竟是什么,那么认知者便知晓知识是什么;而几何学者认知;因此几何学者通晓知识是什么。因为他们在此采纳了几何学者通晓以及认知者拥有知识这一真实的前提,又采纳了第三个通行前提,即拥有某物者知晓自己所拥有之物,便这样自以为证明了几何学者必定通晓知识究竟是什么。然而已经表明,论证之所以成其为证明性的,并非单单由于来自真实的事物或通行的事物,而是由于来自对主体而言必然、本有且原初的事物。因此,如果一方面存在某种确定的知识本性,是认知者无论如何都必须拥有的,那么如此进行推论的人或许会被说成是在进行论证;但如果并不存在某种确定的知识本性,而一切知识都诸如要么是几何学,要么是天文学,要么是各个个别的具体知识,那么拥有某种知识的人便绝非就此一般地知晓知识是什么。因此,几何学者固然拥有几何学知识,并知晓这究竟是什么;但一般而言知识是什么,他却并不知晓,因为普遍的知识甚至根本不存在某种自然本性,而只是用来谓述在种上有别、毋宁说在属上有别的事物的同名异义声音。不过,有些人以更为诡辩的方式将这一段解释如下:如果认知即拥有知识,而‘拥有知识’拥有知识,那么认知便拥有知识;其推论诡辩地从所指的事物转移到了声音词句上。因为认知者拥有知识,我指的是由知识这一声音词句所表明的事物本身;而说‘拥有知识拥有知识’,这已经不再是停留在所指事物上的人所为,而是转移到声音词句上、甚至几乎是在说表示拥有知识的这个声音本身在自身中便包含着知识即‘知识’这个名称本身之人的行径。然而,在我看来第一种解释更为切合。

语法注2 条
  1. 1.121οἷον οἱ σοφισταὶ ὅτι τὸ ἐπίστασθαι τὸ ἐπιστήμην ἔχειν

    标目中的省略结构。此处省略了采纳假定动词(如 λαμβάνουσιν),意为‘正如诡辩家们[假定]认知即拥有知识’。表语不定词前再次冠以冠词 τό(即 τὸ ἐπιστήμην ἔχειν),表明两者在外延上的完全同一与定义性等置。

  2. 1.121οὐκέτι μενόντων ἐστὶν ἐπὶ τοῦ σημαινομένου ἀλλὰ μεταβαινόντων

    与系动词 ἐστίν 连用的特征属格(表语属格)。句首的带冠词不定词短语 τὸ δὲ λέγειν...(‘说……这一行为’)作为语法主语,不带冠词的分词 μενόντων 与 μεταβαινόντων 则指代具有此类特征的人,整句骨架为‘说……乃是不再停留在所指事物上、反而转向……的人所为’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:85.16-86.17