- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:83.28-85.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对《后分析篇》74b9–74b18的注解。亚里士多德在此提出了证明前提必然性的第二和第三个论述:其一是从证明课题或结论本身的必然性推导出前提的必然性;其二是从辩论实践中人们普遍通过指出前提缺乏必然性来进行反驳这一共同观念出发进行论证。
" Ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν." Δέδεικται γὰρ ὡς ἐν τῷ δευτέρῳ τρόπῳ ἀμέσου τῆς ἀντιθέσεως οὔσης θάτερον τῶν ἀντικειμένων ἐξ ἀνάγκης ὑπῆρχε τῷ ὑποκειμένῳ.
“在这些事物中,对立者中的这一个或那一个必然属于。” 因为已经表明,由于在第二种方式中对立是无中介的,对立者中的这一个或那一个出于必然性属于主体。
"Φανερὸν ὅτι ἐκ τοιούτων ἂν εἴη ὁ ἀποδεικτικὸς συλλογισμός." Θεὶς ἑκάτερον τῶν ἡγουμένων καὶ κατασκευάσας ἑξῆς ἐπάγει καὶ τὸ ἑπόμενον τὸ ἐκ τοιούτων ἀντὶ τοῦ ‘ἐκ τῶν προσεχῶς εἰρημένων δύο τρόπων τοῦ καθ’ αὑτό’.
“显而易见,证明三段论当是由此类事物而来的。” 在设定了每一前件并加以确立之后,他紧接着又加上了后件:“由此类事物而来”代替了“由方才言及的就自身而言的两种方式而来”。
"Ἅπαν γὰρ ἢ οὕτως ὑπάρχει ἢ κατὰ συμβεβηκός." Διὰ τούτων δείκνυσιν ὅτι μόνα τὰ καθ’ αὑτὸ ἀναγκαῖά ἐστιν, ὅπερ, ὡς εἶπον, [ἐκ] τοῦ ὅλου συνημμένου γίνεται κατασκευὴ κατὰ τὸν εἰρημένον τρόπον.
“因为一切事物要么如此属于,要么偶性地属于。” 通过这些论述,他表明了唯独就自身而言的事物是必然的,正如我所说,这按照所说的方式构成了对整个假言命题的确立。
"Ἢ δὴ οὕτω λεκτέον ἢ ἀρχὴν θεμένοις1 ὅτι ἡ ἀπόδειξις ἀναγκαῖόν ἐστι." Πλείοσιν ἐπιχειρήμασι κατασκευάζει τὸ λεγόμενον, ὧν δεύτερόν ἐστι τὸ προκείμενον. καὶ ἐπεὶ ἐν τῷ πρώτῳ ἐπιχειρήματι λαβών,2 ὅτι δεῖ τὰς ἀποδεικτικὰς προτάσεις ἐπίστασθαι, καὶ ἐκ τούτου δείξας, ὅτι καὶ ἀναγκαίας αὐτὰς δεῖ εἶναι, ἐξ ὧν πάλιν συνῆγεν ὅτι καὶ ἐκ τῶν καθ’ αὑτὸ ὑπαρχόντων εἰσίν, ἐντεῦθεν ἐξ ἄλλης ἀρχῆς ποιεῖται τὴν ἐπιχείρησιν, ἐξ αὐτοῦ φημι τοῦ ἀποδεικτικοῦ προβλήματος ἢ τοῦ συμπεράσματος, ὅπερ καὶ μᾶλλον ἐστι σαφέστερον. εἰ γὰρ ἡ ἀπόδειξις τῶν ἐξ ἀνάγκης ἐστὶν ὑπαρχόντων καὶ μὴ ἐνδεχομένων ἄλλως ἔχειν, τὰ δὲ ἀναγκαῖα ἐξ ἀναγκαίων (οὐ γὰρ ἐνδέχεται τι ἀναγκαῖον εἰ μὴ ἐξ ἀναγκαίων συνάγεσθαι), ἡ ἄρα ἀπόδειξις ἐξ ἀναγκαίων ἐστὶ προτάσεων. ἐξ ἀληθῶν μὲν γὰρ καὶ μὴ ἀναγκαίων προτάσεων συλλογισμὸν γενέσθαι ἀληθῆ ἐνδέχεται, ἀποδεικτικὸν δὲ ἀδύνατον. οἷον ὁ Σωκράτης βαδίζει, τὸ βαδίζον διὰ σκελῶν κινεῖται, ὁ Σωκράτης ἄρα διὰ σκελῶν κινεῖται· ἐνταῦθα καὶ ἐξ ἀληθῶν καὶ ἀληθὴς ὁ συλλογισμός, οὐ μέντοι ἀπόδειξις τὸ τοιοῦτον, διότι μήτε ἀναγκαῖον τὸ συμπέρασμα μήτε ἐξ ἀναγκαίων προτάσεων. καὶ τί λέγω ἐπὶ τούτων, ἐν οἷς καὶ χωρίζεσθαι δύναται τοῦ ὑποκειμένου τὸ κατηγορούμενον, ὅπου γε οὐδὲ ἐπὶ τῶν ἀχωρίστων συμβεβηκότων μὴ μέντοι μιᾷ καὶ μόνῃ φύσει ὑπαρχόντων ἐνδέχεται συλλογισμὸν ἀποδεικτικὸν γενέσθαι διὰ τὰ ἤδη ἡμῖν εἰρημένα ἐν τοῖς ἔμπροσθεν; ἀλλὰ δὴ κἂν ἀναγκαῖον ᾖ τὸ συμπέρασμα, οὐδὲ οὕτως ἀπόδειξις τὸ τοιοῦτόν ἐστιν· οἷον ὁ Σωκράτης διὰ σκελῶν κινεῖται, τὸ διὰ σκελῶν κινούμενον ζῷόν ἐστιν, ὁ Σωκράτης ἄρα ζῷόν ἐστι· δεῖ γὰρ ἄρτι εἰδέναι ὅτι οὐκ ἔστιν ἐπίστασθαι τὸ ἐξ ἐνδεχομένων προτάσεων ἀναγκαῖόν τι δοκεῖν συνάγειν συμπέρασμα.3
“或者确实应当这样说,或者对那些设定论证是某种必然之物为原理的人而言[应当这样说]。” 他通过数个论证论述确立了所说之事,其中眼下这个便是第二个。既然在第一个论述中,他假定了必须在科学上知晓证明前提,并由此表明这些前提也必须是必然的,进而从中又推断出它们是由就自身而言属于的事物而来的,那么在此之后,他便从另一个原理出发进行论述——我指的是从证明课题本身或结论出发,而这更加明了。因为如果论证是关涉出于必然性属于且不可能以其他方式存在的事物,而必然的事物是由必然的事物而来的(因为任何必然之物除了由必然的事物推导出来之外,是不可能被推导出来的),那么论证便是由必然的前提而来的。因为由真实但非必然的前提能够产生真实的三段论,但不可能产生证明性的三段论。例如“苏格拉底在步行;凡步行者皆靠双腿运动;因此苏格拉底靠双腿运动”:在此三段论既由真前提而来且本身为真,然而此类三段论绝非论证,因为结论既非必然,亦非由必然的前提而来。既然即便在那些不可分离的偶性上,只要它们并非属于唯独一种本性,证明三段论就无法产生(这依据我们此前已述的理由),那么我又何必多言于那些谓述能够从主体中分离的事物呢?然而,即便结论是必然的,此类推论同样不是论证:例如“苏格拉底靠双腿运动;靠双腿运动者是动物;因此苏格拉底是动物”;因为当下必须知晓,看似由偶然的前提推导出某种必然的结论,并不是在科学上知晓。
"Σημεῖον δ’ ὅτι ἡ ἀπόδειξις ἐξ ἀναγκαίων ὅτι καὶ τὰς ἐνστάσεις οὕτως φέρομεν πρὸς τοὺς οἰομένους ἀποδεικνύναι, ὅτι οὐκ ἀνάγκη, ἂν οἰώμεθα ἢ ὅλως ἐνδέχεσθαι ἄλλως ἢ ἕνεκά γε τοῦ λόγου." Τρίτον τοῦτο ἐπιχείρημα τοῦ εἶναι τὴν ἀπόδειξιν ἐξ ἀναγκαίων. εἰ γὰρ προτεθείη τις ἡμῖν ὡς ἀποδεικτικὴ πρότασις, ἐλέγχειν αὐτὴν οἰόμεθα, φησίν, ἐὰν δείξωμεν μὴ ἐξ ἀνάγκης ὑπάρχειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. εἶτα δεικνὺς ὅτι ὥσπερ κοινή τις ἔννοιά ἐστι πάντων περὶ ἀποδείξεως ἡ αὐτή, λέγω δὴ τὸ ἐξ ἀναγκαίων εἶναι τὴν ἀπόδειξιν, φησὶν ὅτι οὐ μόνον οἱ πρὸς ἀλήθειαν ὁρῶντες ἀντιλέγουσι ταῖς προτάσεσιν, ἐν αἷς μή ἐστιν ἐξ ἀνάγκης ὑπάρχον τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον, ἀλλὰ καὶ οἱ ἐριστικώτερον ἕνεκεν φιλονεικίας ἀντιλέγοντες πολλάκις καὶ ἀναγκαίας οὔσης τῆς προτάσεως ἐμποδίσαι τῷ λόγῳ βουλόμενοί φασι μὴ ἐξ ἀνάγκης ὑπάρχειν. οὕτως οὖν κοινή ἐστιν ἔννοια τὸ τὰς ἀποδεικτικὰς μεθόδους ἀναγκαίας δεῖν εἶναι.
“而论证是由必然的事物而来的一个证据是,我们针对那些自以为在进行论证的人也是如此提出异议的,即认为这不是必然的,如果我们认为它要么完全可能以其他方式存在,要么至少出于论辩的缘故。” 这是论证是由必然的事物而来的第三个论证论述。因为他说,如果有某个命题作为证明前提被向我们提出,如果我们表明谓项不是出于必然性属于主体,我们便认为自己反驳了它。接着,为了表明所有人关于论证可以说都拥有某种共同且相同的观念——我指的是论证是由必然的事物而来的,他说,不仅那些着眼于真理的人会反驳谓项并非出于必然性属于主体的命题,而且那些出于好胜而更具争辩性地进行反驳的人,也常常在命题甚至是必然的时候,为了阻碍论述而声称它并非出于必然性属于。因此,证明方法必须是必然的,乃是一个共同的观念。
- 1.119ἀρχὴν θεμένοις
引文(lemma)中的与格分词 θεμένοις 作为动词性形容词 λεκτέον(“应当说”)所支配的施事与格或关涉与格,意为“对那些设定[论证是某种必然之物]为原理的人而言[应当说]”。
- 1.119καὶ ἐπεὶ ἐν τῷ πρώτῳ ἐπιχειρήματι λαβών
该长句的骨干由连接词 ἐπεὶ 引导的原因从句(包含分词 λαβών、δείξας 以及关系分句 ἐξ ὧν πάλιν συνῆγεν)与主句 ἐντεῦθεν ἐξ ἄλλης ἀρχῆς ποιεῖται τὴν ἐπιχείρησιν 构成。分词 λαβών 和 δείξας 的逻辑主语是亚里士多德,在总结了第一种论述的诸步骤后过渡到主句的论点。
- 1.119οὐκ ἔστιν ἐπίστασθαι τὸ ἐξ ἐνδεχομένων προτάσεων ἀναγκαῖόν τι δοκεῖν συνάγειν συμπέρασμα
在 οὐκ ἔστιν ἐπίστασθαι 结构中,作为系词的 οὐκ ἔστιν(“不是”)后接表语不定词 ἐπίστασθαι,带定冠词的不定词短语 τὸ ... δοκεῖν συνάγειν 则充当主语,意为“看似由偶然的前提推导出某种必然的结论,并不是在科学上知晓”。
