- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:82.4-83.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德在《后分析篇》74b6中推导证明前提必须源于就自身而言之物的过程,论证了第二个前件(即就自身而言属于的事物是必然的,且唯独它们是必然的),并解释了为何该推论必须被构造成假言三段论而非定言三段论(以避免第二格由两个肯定命题构成的无效形式)。
" Τὰ δὲ καθ’ αὑτὰ ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν." Τοῦτο τῶν ἡγουμένων τὸ δεύτερον, ὅτι τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν ἀναγκαῖά ἐστι. πάλιν δὲ θεὶς τοῦτο εὐθὺς καὶ τὴν κατασκευὴν αὐτοῦ ἐπάγει δι’ ὧν φησιν ἃ μὲν γὰρ ἐν τῷ τί ἐστιν ὑπάρχει· τοῖς δ’ αὐτὰ ἐν τῷ τί ἐστιν 〈ὑπάρχει〉 κατηγορουμένοις αὐτῶν, ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν τοῖς πράγμασι, λέγω δὴ τῶν κατὰ τοὺς προτέρους τρόπους·1 ταῦτα γὰρ ἦν τὰ καὶ ἄλλο ἄλλου κατηγοροῦντα. τὰ μὲν γὰρ ἐν τῷ τί ἐστι τῶν ὑποκειμένων κατηγορεῖτο, ὡς τὰ κατὰ τὸν πρότερον τρόπον τοῦ καθ’ αὑτό· τὸ γὰρ ζῷον ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου κατηγορεῖτο· τὰ δὲ ἐν τῷ λόγῳ τῷ ἑαυτῶν τῷ δηλοῦντι τὸ τί ἐστι τὸ ὑποκείμενον ἐνυπῆρχε τῷ κατηγορουμένῳ, ὡς τὰ κατὰ τὸν δεύτερον τρόπον· ἐν γὰρ τῷ λόγῳ τῷ τοῦ ἀρτίου, φημὶ δὴ τῷ ἀριθμῷ, ἀριθμὸς ἐνυπῆρχε. τὰ δὲ ἐν τῷ τί ἐστί τινων κατηγορούμενα, ταῦτα ἐξ ἀνάγκης αὐτοῖς ὑπάρχει· ὁ γὰρ ὅρος ἑκάστου ἐξ ἀνάγκης ὑπάρχει τῷ ὁριστῷ. τὰ ἄρα καθ’ αὑτὸ ὑπάρχοντα ἀναγκαῖά ἐστιν. Ὅτι μὲν οὖν τὰ καθ’ αὑτὸ ἀναγκαῖα, οὕτω δείκνυσιν. ὅτι δὲ καὶ μόνα τῶν ὑπαρχόντων τισὶν ἀναγκαῖα τὰ καθ’ αὑτά, κατασκευάζει οὕτως· πᾶν γάρ, φησίν, ἢ οὕτως ὑπάρχει τινί, λέγω δὴ καθ’ αὑτὸ κατὰ τοὺς προτέρους τρόπους τοῦ καθ’ αὑτό, ἢ κατὰ συμβεβηκός· τὸ δὲ κατὰ συμβεβηκὸς ὑπάρχον οὐκ ἐξ ἀνάγκης ὑπάρχει· μόνα ἄρα τὰ καθ’ αὑτὸ τῶν ἐξ ἀνάγκης εἰσὶν ὑπαρχόντων. πάλιν οὖν λέγω, εἰ πᾶν ἢ καθ’ αὑτὸ ὑπάρχει τινὶ ἢ κατὰ συμβεβηκός, ὃ δὲ μὴ κατὰ συμβεβηκὸς ὑπάρχει, ἐξ ἀνάγκης ὑπάρχει, ὃ δὲ καθ’ αὑτὸ ὑπάρχει, μὴ κατὰ συμβεβηκὸς ὑπάρχει, λείπεται ἄρα τὰ ἐξ ἀνάγκης ὑπάρχοντα καθ’ αὑτὸ ὑπάρχειν. συνάξει οὖν τὸ προκείμενον διὰ κατηγορικοῦ συλλογισμοῦ τὸν τρόπον τοῦτον· πᾶσα ἀπόδειξις ἐξ ἀναγκαίων· τὰ δὲ ἀναγκαῖα καθ’ αὑτό· πᾶσα ἄρα ἀπόδειξις ἐκ τῶν καθ’ αὑτό, ὅπερ δεῖξαι προέκειτο. δυνατὸν δὲ ἦν αὐτόθεν καὶ τὸν Ἀριστοτέλους συλλογισμὸν κατηγορικὸν ποιεῖν· ἀλλὰ κατηγορικὸς γινόμενος ἀσυλλόγιστον ἐποίει τὸ σχῆμα ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν γινόμενος.2 διὰ τοῦτο οὖν ὑποθετικῶς δεῖ αὐτὸν μᾶλλον συμπλέκειν, δύο μὲν ἡγουμένων παραλαμβανομένων ἑνὸς δὲ ἐπαγομένου. ἔστι δὲ ὅλος ὁ συλλογισμὸς τοιοῦτος· εἰ ἡ ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν, τὰ δὲ καθ’ αὑτὸ ὑπάρχοντα ἀναγκαῖα τοῖς πράγμασιν, φανερὸν ὅτι ἐκ τοιούτων τινῶν ἂν εἴη ὁ ἀποδεικτικὸς συλλογισμός. εἰ γὰρ κατηγορικῶς, ὥσπερ εἶπον, συμπλέξομεν, γίνεται ὁ μέσος ὅρος, τὸ ἀναγκαῖον, κατηγορούμενος καὶ τῶν ἀρχῶν τῆς ἀποδείξεως καὶ τῶν καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπαρχόντων· καὶ ἰδοὺ σχῆμα δεύτερον ἐκ δύο καταφατικῶν, καὶ ἔστιν ἀσυλλόγιστον. διὰ τοῦτο γίνεται ἡ συμπλοκὴ ὑποθετικὴ οὕτως· εἰ ἡ ἀπόδειξις ἐξ ἀναγκαίων ἀρχῶν, κεῖται δὲ ὅτι τὰ καθ’ αὑτὸ μόνα ἀναγκαῖά ἐστιν, ἕπεται ἄρα καὶ τὸ τὰς ἀποδεικτικὰς ἀρχὰς ἀναγκαίας εἶναι καὶ καθ’ αὑτάς· ἀλλὰ μὴν τὸ πρότερον· καὶ τὸ δεύτερον ἄρα. τὴν δὲ τοῦ συνημμένου κατασκευήν, λέγω δὴ ὅτι ἀναγκαίως τῷ ἡγουμένῳ τὸ ἑπόμενον ἕπεται, ἐπήγαγε διὰ τοῦ εἰπεῖν ἅπαν γὰρ ἢ οὕτως ὑπάρχει ἢ κατὰ συμβεβηκός. εἰ γὰρ πᾶν ἢ ἐξ ἀνάγκης ὑπάρχει ἢ κατὰ συμβεβηκός, τὰ δὲ ἐξ ἀνάγκης ὑπάρχοντα οὐ κατὰ συμβεβηκὸς ὑπάρχει, τὰ ἄρα ἐξ ἀνάγκης ὑπάρχοντα καθ’ αὑτὸ ὑπάρχει· μόνα γὰρ τὰ καθ’ αὑτὰ ἀναγκαῖά ἐστι καὶ τὰ ἀναγκαῖα καθ’ αὑτά. οὐκοῦν εἰ δέδοται ὅτι ἐκ τῶν ἀναγκαίων προτάσεων ἡ ἀπόδειξις, δέδοται δὲ καὶ ὅτι μόνα τὰ καθ’ αὑτὰ ἀναγκαῖά ἐστιν, ἀκολούθως ἕψεται καὶ τὸ τὰς ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὸ εἶναι· ταὐτὸν γάρ ἐστιν εἰπεῖν ἐξ ἀναγκαίων εἶναι τὰς ἀποδείξεις καὶ ἐκ τῶν καθ’ αὑτό, εἴπερ μόνα τὰ ἀναγκαῖα καθ’ αὑτὸ καὶ τὰ καθ’ αὑτὸ ἀναγκαῖα. Ἃ μὲν γὰρ ἐν τῷ τί ἐστιν ὑπάρχει, τουτέστι τὰ κατηγορούμενα τοῖς ὑποκειμένοις, οἷα ἦν τὰ κατὰ τὸν πρότερον τρόπον. Τοῖς δὲ αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις αὐτῶν.3 ταῦτα δῆλον ὅτι τὰ ὑποκείμενα, ἅπερ ἐν τῷ τί ἐστι παραλαμβάνεται τῶν κατ’ αὐτῶν κατηγορουμένων, ὡς ἐν τῷ ὁρισμῷ τοῦ ἀρτίου ὁ ἀριθμός, ὅσπερ παραλαμβάνεται κατηγορούμενος κατὰ τοῦ ἀρτίου.
“而就自身而言属于的事物,对诸事物而言是必然的。” 这是诸前件中的第二个,即就自身而言属于事物的东西对事物而言是必然的。在进而提出了这一点之后,他也立即通过下述论述附加上了对其的确立:“因为有些是在‘是什么’中属于的;而对另一些事物而言,它们自身是在对其作谓述的事物的‘是什么’中[属于的],在这些事物中,对立者中的这一个或那一个必然属于诸事物” ——我指的是按照在先诸方式的事物;因为这些正是将一物谓述另一物的事物。因为有些是在主体的“是什么”中被谓述的,正如按照就自身而言的在先方式的事物(因为“动物”是在“人”的“是什么”中被谓述的);而另一些则是依据它们自身揭示主体是什么的说明而内在于被谓述者之中的,正如按照第二种方式的事物(因为在“偶数”的说明中,我指的是在“数”中,数是内在于其中的)。而凡是在某些事物的“是什么”中被谓述的东西,都是出于必然性而属于它们的;因为每一事物的定义都是出于必然性属于被定义者的。因此,就自身而言属于的事物是必然的。于是,就自身而言的事物是必然的,他是这样展示的。而属于某物的事物中唯独就自身而言的事物是必然的,他是如此确立的:因为他说,一切事物要么是如此属于某物(我指的是按照就自身而言的在先诸方式就自身而言地属于),要么是偶性地属于;但偶性地属于的事物并不是出于必然性而属于的;因此在出于必然性属于的事物中,唯独就自身而言的事物[属于]。因此我再说一次:如果一切事物要么就自身而言地属于某物,要么偶性地属于,而凡不偶性地属于的事物都是出于必然性而属于,就自身而言属于的事物又不偶性地属于,那么剩下的便是出于必然性属于的事物是就自身而言属于的。因此,他将以这种方式通过定言三段论得出所提出的课题:“一切论证都是由必然的事物而来;但必然的事物是就自身而言的;因此一切论证都是由就自身而言的事物而来”,而这正是此前提出要表明的。然而,原本也可以直接将亚里士多德的三段论作成为定言三段论;但是如果成为定言三段论,它由两个肯定命题在第二格中构成,就会造成一个无推论的形式。因此,倒不如采用假言方式将其结合起来,即采纳两个前件并引出一个[后件]。而整个三段论如下:“如果证明的知识是由必然的原理由来,而就自身而言属于的事物对诸事物而言是必然的,那么显而易见,证明三段论当是由此类事物而来的。”因为正如我所说,如果我们作定言的结合,中项即“必然的”就会同时被谓述于论证的原理和就自身而言属于事物的东西;看哪,这就是由两个肯定命题构成的第二格,因而是无推论的。因此,结合便以如下假言方式构成:“如果论证是由必然的原理由来,且已设定唯独就自身而言的事物是必然的,那么证明的原理既是必然的又是就自身而言的这一点也就随之得出;然而前者属实;因此后者亦属实。”至于假言命题的确立——我指的是后件必然伴随前件——他是通过说“因为一切事物要么如此属于,要么偶性地属于”而附加上的。因为如果一切事物要么出于必然性属于,要么偶性地属于,而出于必然性属于的事物并非偶性地属于,那么出于必然性属于的事物便是就自身而言属于的;因为唯独就自身而言的事物是必然的,必然的事物也是就自身而言的。因此,如果已经承认论证是由必然的前提而来,且亦已承认唯独就自身而言的事物是必然的,那么论证是由就自身而言的事物而来这一点也就顺理成章地伴随而来;因为既然唯独必然的事物是就自身而言的,就自身而言的事物是必然的,那么说论证是由必然的事物而来与说论证是由就自身而言的事物而来就是同一回事。“因为有些是在‘是什么’中属于的”,即在主体上被谓述的事物,正如那些按照在先方式的事物。“而对另一些事物而言,它们自身是在对其作谓述的事物的‘是什么’中属于的”。显然这些就是主体,它们被采纳在对其作谓述的事物的“是什么”之中,正如在“偶数”的定义中的“数”,这数是作为对“偶数”作谓述而被采纳的。
- 1.115ὧν θάτερον τῶν ἀντικειμένων ἀνάγκη ὑπάρχειν τοῖς πράγμασι, λέγω δὴ τῶν κατὰ τοὺς προτέρους τρόπους
关系代词 ὧν 指涉前述被谓述的事物(κατηγορουμένοις),并由同位语短语 λέγω δὴ τῶν κατὰ τοὺς προτέρους τρόπους(“我指的是按照在先诸方式的事物”)作进一步说明。从句内部以 θάτερον τῶν ἀντικειμένων 作为不定词 ὑπάρχειν 的主语,受无人称谓语 ἀνάγκη [ἐστί] 支配,表述了就自身而言的第二种方式(即对立属性中的某一方必然属于主体)。
- 1.115ἀσυλλόγιστον ἐποίει τὸ σχῆμα ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν γινόμενος
分词 γινόμενος 与定言构想的三段论(συλλογισμός)在性数格上一致,表示伴随状况或原因。若作定言构成,两个前提(“论证原理是必然的”与“就自身而言属于事物的东西是必然的”)会使中项(“必然的”)在两个肯定命题中均居于谓项位置,从而构成由两个肯定命题形成的第二格,而这在逻辑上是无法得出推论的(ἀσυλλόγιστον ἐποίει τὸ σχῆμα),这正是采用假言三段论形式的形式逻辑理由。
- 1.115Τοῖς δὲ αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχει κατηγορουμένοις αὐτῶν
此处引用亚里士多德原文(74b8)。与格 τοῖς ... κατηγορουμένοις αὐτῶν(“对在它们之上被谓述的事物而言”)与动词 ὑπάρχει 及主格代词 αὐτά(“它们自身”,指主体自身)搭配,表示就自身而言的第二种方式,即主体的本质被包含在对其进行谓述的偶性/属性的定义(“是什么”)之中。
