- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:80.23-82.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明普遍论证的主体正是抽离后所保留的首要主体(三角形),继而分析了亚里士多德关于证明知识的前提必须是就自身而言且必然的推导结构(包含两个前件的假言三段论),并解释了确立第一个前件的理据。
" Εἰ δὴ τριγώνου, κατὰ τοῦτο ὑπάρχει καὶ τοῖς ἄλλοις." Τουτέστιν εἰ τριγώνου ἀφαιρεθέντος εὐθὺς τούτῳ πρώτῳ συναναιρεῖται καὶ τὸ σύμπτωμα,1 δῆλον ὅτι τούτου ἐστὶ καθόλου ἡ ἀπόδειξις καὶ διὰ τοῦτο καὶ τοῖς λοιποῖς ὑπῆρχε τὸ σύμπτωμα, τῷ τε ἰσοσκελεῖ φημι καὶ τῷ σκαληνῷ καὶ τῷ σχήματι καὶ τοῖς λοιποῖς.
“因此,若是属于三角形,也是根据此物而属于其他事物。” 也就是说,如果在三角形被抽离时,偶性便立即随同这个首要之物一同被否定,那么显然,关于此物的论证便是普遍的,而且正是因为此物,偶性才属于其余的事物——我指的是等腰三角形、不等边三角形、图形以及其余的事物。
"Εἰ οὖν ἐστιν ἡ ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν καὶ τὰ ἑξῆς." Δείξας ὅτι τὸ ἐπιστητόν τε καὶ ἀποδεικτὸν ἀναγκαῖόν ἐστι καὶ ἐξ ἀναγκαίων προτάσεων, ἐζήτησε καὶ τίνα ἐστὶ τὰ ἀναγκαῖα προβλήματα ὧν ἐστιν ἡ ἀπόδειξις, καὶ τίνες αἱ ἀναγκαῖαι προτάσεις ἐξ ὧν ὁ περὶ τούτων ἀποδεικτικὸς γίνεται συλλογισμός. καὶ ἐπειδὴ συνεβάλλετο αὐτῷ πρὸς τὴν τούτου γνῶσιν τὸ διδάξαι τί ἐστι τὸ κατὰ παντὸς καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ καθόλου, πρότερον περὶ τούτων ἐδίδαξεν, εἶτα λοιπὸν ἀκολούθως εἶπε ποῖα ἦν τὰ ἀναγκαῖα προβλήματα περὶ ὧν ἡ ἀπόδειξις. ἅμα γὰρ τὴν περὶ τοῦ καθόλου διδασκαλίαν ποιούμενος εἶπε περὶ τῶν τοιούτων εἶναι τὰς ἀποδείξεις καθ’ αὑτό, λέγω δὴ τῶν πρώτων καθόλου καὶ ὧν ἀναιρουμένων ἀναιρεῖται τὸ σύμπτωμα ὃ θέλομεν δεῖξαι ὑπάρχον τῷ ὑποκειμένῳ. καὶ ὅτι ἐκ τούτων μὲν κυρίως ἐστί, φησίν, ἡ ἀπόδειξις, τῶν δὲ ἄλλων τρόπον τινὰ κατὰ συμβεβηκός. προσέθηκε δὲ καὶ τὰς αἰτίας, δι’ ἃς πολλάκις μὴ ἀποδείξαντες καθόλου οἰόμεθα ἀποδεδειχέναι. ταῦτα οὖν εἰπὼν εἰκότως νῦν μέτεισιν ἐπὶ τὸ λεῖπον τῆς διδασκαλίας, λέγω δὴ τὸ διδάξαι τίνες εἰσὶν αἱ ἀναγκαῖαι προτάσεις ἐξ ὧν τὰ ἀποδεικτικὰ προβλήματα συλλογιζόμεθα. φησὶν οὖν τῶν καθ’ αὑτὸ δεῖν εἶναι τὰς ἀποδεικτικὰς προτάσεις. δεικνύει δὲ τοῦτο ὑποθετικῷ χρώμενος συλλογισμῷ τοιούτῳ· εἰ αἱ ἀποδείξεις ἐξ ἀναγκαίων, τὰ δὲ ἀναγκαῖα μόνα καθ’ αὑτά, ἐκ τῶν καθ’ αὑτὸ ἄρα αἱ ἀποδείξεις. καὶ δῆλον ὅτι δύο τινὰ εἴληπται ἐν τῷ συλλογισμῷ τούτῳ τὰ ἡγούμενα,2 λέγω δὴ τό τε τὴν ἀπόδειξιν ἐξ ἀναγκαίων εἶναι καὶ 〈τὸ〉 τὰ ἀναγκαῖα μόνα καθ’ αὑτὸ εἶναι, οἷς ἀμφοτέροις ἕπεται ἅμα τὸ ἑπόμενον τὸ τὴν ἀπόδειξιν εἶναι ἐκ τῶν καθ’ αὑτό. οὐ ξένον δὲ τῶν συλλογισμῶν τὸ δύο παραλαμβάνεσθαι ἡγούμενα· ἔστι γὰρ ὅτε ἑνὶ μὲν ἑκάστῳ τῶν ἡγουμένων οὐχ ἕπεται τὸ συμπέρασμα, τουτέστι τὸ ἑπόμενον, ἀμφοτέροις δὲ ἅμα ἕπεται, ὡς δέδεικται ἡμῖν ἐν ἑτέροις. ὁ μὲν οὖν συλλογισμὸς οὗτος. κατασκευάζει δὲ ἑκάτερον τῶν ἡγουμένων, τό τε τὴν ἐπιστήμην ἐξ ἀναγκαίων εἶναι καὶ τὸ τὰ ἀναγκαῖα μόνα εἶναι καθ’ αὑτά. πῶς δὲ ταῦτα κατασκευάζει, τὸ ῥητὸν ἐπεξιόντες εἰσόμεθα. Εἰ οὖν ἐστιν ἡ ἀποδεικτικὴ ἐπιστήμη ἐξ ἀναγκαίων ἀρχῶν. τοῦτο τῶν ἡγουμένων ἐστὶ τὸ πρότερον· ὃ θεὶς εὐθὺς τὴν τούτου κατασκευὴν ἐπάγει. φησὶ γὰρ οὕτως·
“因此,如果证明的知识是由必然的原理而来,等等。” 在表明了可知且可证明之物是必然的并由必然的前提而来之后,他也探讨了作为论证对象的必然探究课题是什么,以及关于这些课题的证明三段论由之构成的必然前提是什么。由于讲授什么是“关于一切”、“就自身而言”以及“普遍”有助于认识这一点,他便首先讲授了这些内容,然后顺理成章地说明了作为论证对象的必然探究课题是怎样的。因为在讲授关于普遍的学说的同时,他就已经说过,就自身而言的论证是关于这类事物的——我指的是关于首要的普遍者,以及关于那些一旦被否定、我们希望展示属于主体的偶性也随之被否定的事物。他说,论证严格来说是由这些构成的,而由其他事物构成的论证在某种方式上则是偶性的。他还补充了我们之所以常常在未普遍地论证时却自以为已经作了论证的原因。因此,在谈了这些之后,他现在理所当然地转向了讲授的剩余部分,即讲授我们据以推导证明课题的必然前提究竟是什么。于是他说,证明的前提必须属于就自身而言的事物。他使用如下形式的假言三段论来证明这一点:“如果论证是由必然的事物而来,而唯独必然的事物是就自身而言的,那么论证就是由就自身而言的事物而来。”显然,在这个三段论中采取了两个前件——即论证是由必然的事物而来,以及唯独必然的事物是就自身而言的——而二者共同导向后件,即论证是由就自身而言的事物而来。在三段论中采纳两个前件并非罕见之事;因为有时结论(即后件)并不单从每一个前件各自推出,而是从二者共同结合中推出,正如我们在别处所展示的那样。这个三段论便是如此。他进而确立这两个前件中的每一个:即知识是由必然的事物而来,以及唯独必然的事物是就自身而言的。他是如何确立这些的,我们通过研读经文便会知晓。“因此,如果证明的知识是由必然的原理而来。”这是两个前件中在先的一个;在提出了这个前件之后,他立即附加上了对其的确立。因为他这样说:
"Ὃ γὰρ ἐπίσταται, οὐ δυνατὸν ἄλλως ἔχειν." Ἐπιστάμεθα γὰρ δῆλον ὅτι οὐ μόνον τὸ συμπέρασμα ἀλλὰ καὶ τῶν προτάσεων ἑκάστην, δι’ ὧν καὶ τὸ συμπέρασμα ἔγνωμεν· εἰ γὰρ μὴ ἔχοιμεν ἐπιστήμην τῶν προτάσεων, οὐδὲ τοῦ συμπεράσματος ἐπιστήμην ἔχειν δυνάμεθα, μὴ ἔχοντες τὰς προτάσεις ἐξ ὧν ἡ ἀπόδειξις.3 ὃ δὲ ἐπιστάμεθα, ἀδύνατον ἄλλως ἔχειν· τὸ δὲ ἀδύνατον ἄλλως ἔχειν, τοῦτο ἀναγκαῖον· ἐκ δὴ τῶν ἀναγκαίων προτάσεων αἱ ἀποδείξεις· ἐξ ἀναγκαίων ἄρα ἡ ἀπόδειξις.
“因为人所知道的事情,是不可能处在另一种状态的。” 因为显然,我们不仅知道结论,而且知道我们据以得知结论的每一个前提。因为如果我们对前提没有知识,由于不拥有论证所由产生的前提,我们也就不能拥有对结论的知识。而我们所知道的事情,是不可能处在另一种状态的;而不可能处在另一种状态的,则是必然的;所以论证是由必然的前提而来;因此论证是由必然的事物而来。
- 1.112τούτῳ πρώτῳ συναναιρεῖται καὶ τὸ σύμπτωμα
与格 τούτῳ πρώτῳ 由复合动词 συναναιρεῖται(与……一同被否定/消除)所支配,代词 τούτῳ 指代前文属格绝对结构 τριγώνου ἀφαιρεθέντος 中提及的三角形。形容词 πρώτῳ 作表语性修饰,相当于“作为首要之物的此物”。
- 1.113δύο τινὰ εἴληπται ἐν τῷ συλλογισμῷ τούτῳ τὰ ἡγούμενα
δύο τινὰ τὰ ἡγούμενα 为完成时被动态动词 εἴληπται(源自 λαμβάνω)的主语。在古代逻辑学术语中,条件命题的前件称为 τὸ ἡγούμενον,后件称为 τὸ ἑπόμενον。此处指具有联言前件(复合前件,“如果A且B,则C”)的假言三段论结构,后文以同格的冠词加不定式短语分别说明这两个前件。
- 1.114μὴ ἔχοντες τὰς προτάσεις ἐξ ὧν ἡ ἀπόδειξις
分词 ἔχοντες(带否定词 μή)相对于主句 οὐδὲ τοῦ συμπεράσματος ἐπιστήμην ἔχειν δυνάμεθα 作原因或条件性状语(“既然/如果未能掌握前提……”)。在关系分句 ἐξ ὧν ἡ ἀπόδειξις 中,系词 ἐστί 被省略。
