- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:79.1-80.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《后分析篇》74a33–37,考察了普遍者与种同一的假定,并阐释了通过抽离法确立普遍认识的标准:即当其他偶性被逐一抽离后,最终保留下来的首要基底方为该论证首要且普遍所属的对象。
" Δῆλον δὴ ὅτι, εἰ ταὐτὸν ἦν τριγώνῳ εἶναι καὶ ἰσοπλεύρῳ ἢ ἑκάστῳ ἢ πᾶσιν." Ἑκάστῳ μέν, ὅτι, εἰ ἓν εἶδος ἦν τοῦ τριγώνου, λέγω δὴ τὸ ἰσοσκελές, ταὐτὸν ἦν εἰπεῖν ἰσοσκελὲς καὶ τρίγωνον μηδενὸς ἄλλου ὄντος τριγώνου ἀλλὰ τοῦ ἰσοσκελοῦς μόνου. πᾶσι δέ, ὅτι, καὶ εἰ ἐπεξέλθῃ πᾶσι τοῖς εἴδεσι καὶ ταὐτὸν ᾖ πάντα τὰ εἴδη τοῦ τριγώνου εἰπεῖν καὶ τρίγωνον, οὐκ ἔσται καθόλου ἡ ἀπόδειξις, εἰ ὡς ἐπὶ εἰδῶν γένοιτο, διὰ τὸ τὴν τοῦ καθόλου φύσιν ἐξηρτῆσθαι τῶν μερικωτέρων καὶ ἐπὶ ταύτης ὑπάρχειν τὰ συμπτώματα ἃ ἐπὶ τῶν εἰδῶν ἐδείκνυτο. οὔτε γὰρ εἰ ἓν ἦν τρίγωνον, οἷον ἰσοσκελές, τῷ ἰσοσκελεῖ ᾗ ἰσοσκελεῖ ὑπῆρχεν ἂν τὸ σύμπτωμα, οὔτε πᾶσιν ἅμα, ᾗ ἐκεῖνά ἐστιν, ὑπάρχει, ἀλλ’ ᾗ ἁπλῶς τρίγωνα. δεῖ οὖν ἁπλῶς ἐφ’ οὗ πρώτως ὑπάρχει τι ποιεῖσθαι τὴν ἀπόδειξιν. ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη. τὸ δὲ τῆς λέξεως ἀκόλουθον ὧδέ πως ἔχει. Πότε οὖν οὐκ οἶδε καθόλου καὶ πότ’ οἶδεν ἁπλῶς; τὴν ἀντίφασιν ἠρώτησε, τίνι διακρινοῦμεν πότε οὐκ ἴσμεν καθόλου κατὰ τὰ ἐνταῦθα παραδεδομένα καὶ πότε ἴσμεν. καὶ πρῶτον ἀπαντᾷ πρὸς ὃ δεύτερον ἠρώτησε, λέγω δὴ πρὸς τὴν κατάφασιν, τουτέστι πότε καθόλου γίνεται ἡ ἀπόδειξις. φησὶν οὖν ὅτι, εἰ ταὐτὸν ἦν τριγώνῳ εἶναι καὶ ἰσοπλεύρῳ ἢ ἑκάστῳ ἢ πᾶσιν, ὑπακουομένου ἀπὸ κοινοῦ τοῦ οἶδεν ἁπλῶς.1 εἰ γὰρ ταὐτὸν μὲν ἦν τρίγωνον εἰπεῖν καὶ ἰσόπλευρον, ὡς ἄορ καὶ ξίφος, ὑπῆρχε δὲ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν τῷ τριγώνῳ, ᾗ τρίγωνόν ἐστι, δῆλον ὅτι ὁ ἐπὶ τοῦ ἰσοπλεύρου δείξας ἀποδεδειχὼς ἂν εἴη καὶ ἐπὶ τοῦ τριγώνου· ταὐτὸν γὰρ ἦν τρίγωνόν τε εἰπεῖν καὶ ἰσόπλευρον. εἰ δὲ μὴ ταὐτόν, φησίν, ἀλλ’ ἕτερόν ἐστι τριγώνῳ τε εἶναι καὶ ἰσοπλεύρῳ, ὥσπερ καὶ τὸ ζῴῳ εἶναι καὶ ἀνθρώπῳ ἕτερον, ἡ δὲ ἀπόδειξις ὡς ἐπὶ ἰσοπλεύρου γέγονε καὶ οὐχ ὡς ἐπὶ τριγώνου, τὸ δὲ σύμπτωμα, περὶ οὗ ἡ ἀπόδειξις, οὐχ ᾗ ἰσόπλευρόν ἐστιν ἀλλ’ ᾗ τρίγωνον ὑπάρχει, οὐ φαμὲν τὸν τοιοῦτον εἰδέναι καθόλου. διὰ τούτων οὖν δείξας πότε ἐστὶ καθόλου ἡ ἀπόδειξις καὶ πότε οὔ, ἐφεξῆς καὶ τὸν κανόνα τὸν τούτων διακριτικὸν παραδίδωσι.
“显然,如果作为三角形与作为等边三角形,或与作为每一个,或与作为所有,是同一的……” “每一个”,是因为如果三角形只有一个种,比方说是等腰三角形,由于除了等腰三角形之外别无其他三角形,而唯独只有等腰三角形,那么说等腰三角形与说三角形就会是同一的。而“所有”,则是因为即使有人遍历所有的种,且说三角形的所有种与说三角形是同一的,但如果论证是作为对各个种作出的,论证也不会是普遍的;这是因为普遍者的本性独立于那些更为特殊的个别者,而在各种上被展示的那些偶性,正是属于这种普遍者的本性。因为即使三角形只是一种(例如等腰三角形),该偶性也不会就其是等腰三角形而言属于等腰三角形;同样,该偶性也不是就它们是那些种而言同时属于所有种,而是无条件地就其是三角形而言属于。因此,必须无条件地在某物首要属于的主体上建立论证。所言之事的含义就是如此。而文句的承接大致如下:“那么,何时并非普遍地知,何时是无条件地知呢?”他提出了这一矛盾对立,询问我们将凭什么来分辨何时按照此处所传授的标准并非普遍地知,何时是知。而对于他所问的第二点,即肯定方面——也就是说,论证何时成为普遍的——他首先作答。于是他说:“如果作为三角形与作为等边三角形,或与作为每一个,或与作为所有,是同一的”,此处共同心领神会地补充“便是无条件地知”。因为如果说三角形与说等边三角形是同一的(如同短剑与利剑),并且具有三内角等于两直角是就其是三角形而言属于三角形,那么显然,在等边三角形上展示的人,也就已经在三角形上作出了论证;因为说三角形与说等边三角形曾是同一的。他说,但如果不是同一的,而是作为三角形与作为等边三角形是不同的(正如同作为动物与作为人是不同的一样),且论证是作为关于等边三角形而不是作为关于三角形作出的,而被论证的偶性并非就其是等边三角形而言属于,而是就其是三角形而言属于,我们便不说这样的人是普遍地知。因此,通过这些阐明了论证何时是普遍的、何时不是之后,紧接着他也给出了区分这些的标准。
"Πότερον δ’ ᾗ τρίγωνον ἢ ᾗ ἰσοσκελές, ὑπάρχει; καὶ πότε κατὰ τοῦθ’ ὑπάρχει πρῶτον; καὶ καθόλου τίνος ἡ ἀπόδειξις;" Εἰπὼν ‘πότερον δὲ ᾗ τρίγωνον ἢ ᾗ ἰσοσκελές, ὑπάρχει τὸ καθόλου δείκνυσθαι;’, ἵνα μὴ ὡς ἐπὶ μερικοῦ δόξῃ ποιεῖσθαι τὴν ἀπόδειξιν, ἀνῆλθεν ἐπὶ τὸ καθολικώτερον λέγων καὶ πότε κατὰ τοῦτο ὑπάρχει πρῶτον; ὅπερ ἐξηγούμενος ἐπήγαγε τὸ καὶ καθόλου τίνος ἡ ἀπόδειξις; τουτέστι κοινῷ λόγῳ πότε γνωσόμεθα ἐπί τινος ὅτι καθόλου ποιούμεθα τὰς ἀποδείξεις;
“但是,它是就三角形而言属于,还是就等腰三角形而言属于呢?又在何时首要地根据此物属于呢?而论证又普遍地是关于何物的呢?” 在说了“普遍地被展示,究竟是就三角形而言属于,还是就等腰三角形而言属于呢?”之后,为了不显得像是针对特殊事物建立论证,他上升到了更具普遍性的问题,说:“又在何时首要地根据此物属于呢?”在解释这一点时,他接着补充道:“而论证又普遍地是关于何物的呢?”也就是说:按照一般的道理,在面对某一事物时,我们何时能知道我们正在普遍地作出论证呢?
"Δῆλον ὅτι ὅταν ἀφαιρουμένων2 ὑπάρξῃ πρώτῳ." Τουτέστιν ὅταν πλειόνων κατὰ τοῦ αὐτοῦ λεγομένων, οἷον κατὰ τοῦδε τοῦ τριγώνου τὸ χαλκοῦν εἶναι, τὸ ἰσοσκελές, τὸ τρίγωνον, τὸ ἔχειν τὴν περίμετρον, εἰ οὕτω τύχοι, τεσσάρων ποδῶν, καὶ εἴ τι ἄλλο αὐτῷ ὑπάρχει, ἐὰν ἀφαιρουμένων τῶν ἄλλων ἑνὸς δέ τινος καταλειπομένου μένῃ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας εἶναι, ἐκείνῳ ὑπάρχει πρώτῳ τῷ καταλειπομένῳ τὸ σύμπτωμα, καὶ ἐκείνου ἐστὶ καθόλου ἡ ἀπόδειξις. ἀφαιρεθέντος γὰρ τοῦ χαλκοῦ καὶ τοῦ ἰσοσκελοῦς καὶ τοῦ ἔχειν τὴν περίμετρον, ἀπομένοντος δὲ τοῦ τριγώνου μένει ἐν τῷ τριγώνῳ τὸ σύμπτωμα· τούτου δὲ ἀναιρεθέντος συναναιρεῖται εὐθὺς καὶ τὸ σύμπτωμα.
“显然,是在当[其他事物]被抽离时,它属于首要之物之时。” 也就是说,当许多属性关于同一个主体被述说时——例如关于这个三角形述说:是青铜的、是等腰的、是三角形、周长为四呎(设若是如此),以及属于它的其他任何属性——如果当其他属性被抽离而唯独保留某一个属性时,三内角等于两直角依然保留,那么该偶性便首要地属于那个被保留下来的属性,而关于该属性的论证便是普遍的。因为在青铜、等腰以及具有周长被抽离,而三角形被保留下来时,该偶性依然保留在三角形中;但若将此物否定,该偶性也立即随之被否定。
- 1.109ὑπακουομένου ἀπὸ κοινοῦ τοῦ οἶδεν ἁπλῶς
对引文句法的阐释。亚里士多德原文 ¦74a33¦ 中的条件从句 εἰ ταὐτὸν ἦν... 表面上省略了主句结论,注疏者通过属格独立结构说明,应当从前文的疑问句中共同补充心领神会的述谓成分 οἶδεν ἁπλῶς(“无条件地知”)。
- 1.111ἀφαιρουμένων
未明示逻辑主语的属格独立结构。正如注疏者紧接着的阐释(ἀφαιρουμένων τῶν ἄλλων ἑνὸς δέ τινος καταλειπομένου)所表明的,它以潜在的其他偶性/属性为逻辑主语,意为“当其他属性被抽离时”。
