← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§8.20-9.32

论证中应当预先知晓的三要素

菲洛波庞提出了在一切论证中通常应当预先知晓的三要素(已知之物、所求之物与公理),以欧几里得几何学和医学为例进行了说明,并指出已知之物与所求之物会随着定理的不同而相互转换。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#2

ὥστε τρία ἐστὶ τὰ προλαμβάνεσθαι ὀφείλοντα κοινῶς πάσης ἀποδείξεως,1 τὸ δεδομένον, τὸ ζητούμενον, τὸ ἀξίωμα. οἷον ὡς ἐπὶ παραδείγματος ἐν τῷ πρώτῳ θεωρήματι τῶν Εὐκλείδου ζητοῦντι ἐπὶ τῆς δοθείσης εὐθείας πεπερασμένης τρίγωνον ἰσόπλευρον συστήσασθαι ἔστι δεδομένον μὲν ἡ εὐθεῖα ἡ πεπερασμένη, ζητούμενον δὲ τὸ ἰσόπλευρον τρίγωνον, ἀξίωμα δὲ ἐν μὲν τοῖς προσυλλογισμοῖς ὅτι αἱ ἐκ τοῦ κέντρου πρὸς τὴν τοῦ κύκλου περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσὶ καὶ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἐν δὲ τῷ συμπεράσματι ὅτι τρίγωνον ἰσόπλευρόν ἐστι τὸ ὑπὸ τριῶν εὐθειῶν ἴσων περιεχόμενον. καὶ σκόπει ὡς πάντα τὰ εἰρημένα προείληπται τῷ γεωμέτρῃ, τίς τέ ἐστιν ἡ εὐθεῖα καὶ τίς ἡ πεπερασμένη καὶ τί τὸ ἰσόπλευρον τρίγωνον, καὶ ἔτι τὰ λοιπὰ ἀξιώματα. τινὰ δὲ καὶ παρεῖται τῷ γεωμέτρῃ, οἷον τίς ἡ βάσις καὶ τί τὸ ἐφαρμόζον καὶ τί τὸ ἴσον, ὡς ἐν τῇ συνηθείᾳ γνωρίμων ὄντων τούτων. τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις καὶ τέχναις ἐπεξιὼν εὑρήσεις. οἷον ἐν ἰατρικῇ δεδομένον μέν ἐστιν, εἰ τύχοι, τὸ πυρέττειν τὸν ἄνθρωπον, ζητούμενον δὲ τί τὸ εἶδος τοῦ πυρετοῦ ἢ τὸ προκαταρκτικὸν αἴτιον καὶ ἡ ἀρχὴ τῆς κατακλίσεως, ἀξίωμα δὲ ὅτι τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. οὐχ ὥσπερ δὲ αἱ ἐπιστῆμαι προειλημμένα ἔχουσι κοινῶς τὰ ἀξιώματα ἢ τοὺς ὅρους δι’ ὧν αἱ ἀποδείξεις γίνονται, οὕτω καὶ ἐπὶ τῶν τεχνῶν τοῦτο γίνεσθαι δυνατόν, οἷον φυσιολογίας ἢ ἰατρικῆς· ἀόριστοι γὰρ οὖσαι τοῦτο ποιεῖν οὐχ οἷαί τέ εἰσιν. εἰδέναι μέντοι γε χρὴ ὅτι ἔστιν ὅτε καὶ τὸ δεδομένον ζητούμενον γίνεται καὶ τὸ ζητούμενον δεδομένον. οἷον ἐν μὲν τῷ πρώτῳ θεωρήματι ἔχομεν δεδομένον τὴν εὐθεῖαν· αὕτη οὖν ἡ εὐθεῖα ἡ νῦν δεδομένη γίνεται ζητούμενον ἐν τῷ ιδʹ θεωρήματι τῷ λέγοντι ‘ἐὰν πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι μὴ ἐπὶ τὰ αὐτὰ μέρη κείμεναι τὰς ἐφεξῆς γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιήσωσιν, ἐπ’ εὐθείας ἔσονται ἀλλήλαις2 αἱ εὐθεῖαι’. εἰ γὰρ δείξω ὅτι ἐπ’ εὐθείας εἰσὶν ἀλλήλαις αἱ εὐθεῖαι, τότε ἀποφαίνομαι ὡς ἔστι μία εὐθεῖα, εἴ γε εὐθεῖα γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφ’ ἑαυτῆς σημείοις κεῖται. ὥστε τὸ δεδομένον γέγονε ζητούμενον. πάλιν ἐὰν μὲν εἴπω ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσίν, ἔλαβον δεδομένον τρίγωνον. ἐὰν μέντοι λάβω τετράγωνον τὸ ΑΒΓΔ καὶ ἀγάγω τὴν Β διάμετρον καὶ τέμω ταύτην δίχα κατὰ τὸ Ε σημεῖον καὶ ἐκτείνω ἐκ τῶν γωνιῶν, τῆς τε ὑπὸ ΓΑΒ καὶ τῆς ὑπὸ ΒΔΓ3 ἐπὶ τὸ Ε σημεῖον δύο εὐθείας, τήν τε Α καὶ τὴν Ε, ζητῶ πότερον τρίγωνόν ἐστι τὸ ΑΓΔ, ὅπερ νῦν ζητούμενον γίνεται· εἰ γὰρ δείξω τήν τε Α καὶ τὴν Ε μίαν εὐθεῖαν, δῆλον ὅτι τρίγωνόν ἐστι τὸ ΑΓΔ. εἰδέναι μέντοι χρὴ ὅτι ἔστι τινὰ δεδομένα ἃ μηδέποτε ζητούμενα γίνεται. οἷον ἐὰν εἴπω τὸ δοθὲν μέγεθος κινῆσαι, οὐδέποτε ἔσται τὸ μέγεθος ζητούμενον. κἂν εἴπω πάλιν σφαῖραν, οὐδέποτε ταύτην ζητούμενον ποιῶ· ἀεὶ γὰρ αὕτη δέδοται.

因此,在一切论证中通常应当预先取得的有三样东西:已知之物、所求之物与公理。例如作为范例,在欧几里得的第一条定理中,当探究“在给定的有限直线上作一等边三角形”时,已知之物是有限直线,所求之物是等边三角形,而在预备推论中公理是“从圆心落到圆周上的直线彼此相等”以及“与同量相等者彼此也相等”,在结论中公理则是“等边三角形是由三条相等直线所包围的图形”。请看,所有上述这些事情都已被几何学家预先取得:何为直线、何为有限、何为等边三角形,以及其余的公理。但也有某些事情被几何学家略去了,例如什么是底边、什么是重合、什么是相等,因为这些在日常习用中是已知的。当你依次考察其他科学与技艺时,也会发现这些相同的事情。例如在医学中,设若有人发热是已知之物,发热的类型是什么,或者先行的病因与卧床的起因是什么则是所求之物,而“相反者为相反者之疗药”则是公理。然而,并不像诸门科学共通地将论证据以产生的诸公理或诸定义预先取得并加以保留那样,在诸门技艺如自然研究或医学中也能做到这一点;因为它们是不确定的,所以无力做到这一点。不过必须知晓,有时已知之物也会成为所求之物,而所求之物也会成为已知之物。例如在第一条定理中,我们拥有作为已知之物的直线;而这条现在作为已知的直线,在第十四条定理中便成为了所求之物,该定理声称:“如果对于任一直线及位于其上的点,两条不位于同侧的直线使相邻的各角等于两直角,则这些直线将彼此成一直线。”因为如果我证明这些直线彼此成一直线,那么我便断言存在一条直线,倘若直线确实是与其上的各点平直并列者的话。因此,已知之物变成了所求之物。同样,如果我说“任一三角形的两边大于其余的一边”,我是把三角形作为已知之物来取得的。然而,如果我取正方形ΑΒΓΔ,画出对角线Β,并在点Ε处将其平分,又从各个角、即由ΓΑΒ所夹的角和由ΒΔΓ所夹的角向点Ε引出两条直线Α与Ε,我便探究ΑΓΔ是否为一个三角形,这在当下便成为了所求之物;因为如果我证明Α与Ε是一条直线,显然ΑΓΔ就是一个三角形。不过应当知晓,有些已知之物决不会成为所求之物。例如如果我说“移动给定的量”,量决不会成为所求之物。如果我又说“球”,我也决不会将它作为所求之物;因为这始终是给定的。

语法注3 条
  1. 1.5κοινῶς πάσης ἀποδείξεως

    属格 πάσης ἀποδείξεως 由副词 κοινῶς(“一般地”、“共通地”)支配,表示涉及的范围或对象,意为“普遍适用于一切论证”。

  2. 1.5ἐπ’ εὐθείας ἔσονται ἀλλήλαις

    这是欧几里得几何学中的惯用表达:介词短语 ἐπ’ εὐθείας 作表语(“成一直线”),与表示相互关系的与格 ἀλλήλαις 结合,意为“彼此成一直线”。

  3. 1.5τῆς τε ὑπὸ ΓΑΒ καὶ τῆς ὑπὸ ΒΔΓ

    几何学中表示角的惯用省略结构:尽管前面已有 γωνιῶν,但在冠词 τῆς 和介词 ὑπό 之后省略了分词 περιεχομένης(“所包夹的”),指“由直线ΓΑ与ΑΒ所夹的角”以及“由直线ΒΔ与ΔΓ所夹的角”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:8.20-9.32