- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:7.6-8.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对71a11的引文,斐洛庞奴斯阐述了每项论证中“问题”与“前提”的区分,以及问题中“已知之物”与“所求之物”的划分,并论证了一般论证中大前提(公理)的预先认知是必然的。
" Διχῶς δ’ ἀναγκαῖον [ἕκαστον δεῖ] προγινώσκειν." Εἰρηκὼς ὅτι πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προυπαρχούσης γίνεται γνώσεως καὶ πιστωσάμενος τοῦτο καὶ ἐκ τῶν ἄλλων τεχνῶν καὶ ἐκ τῶν συλλογισμῶν καὶ ἐκ τῆς ἐπαγωγῆς καὶ ἐκ τῶν ῥητορικῶν πίστεων, βούλεται νῦν παραδοῦναι τίνα ἐστὶ τὰ προγινώσκεσθαι ὀφείλοντα. ἀλλ’ ἐπειδὴ μὴ περὶ τῶν κατὰ μέρος ἐπιστημῶν νῦν ἐστιν ἡμῖν τὸ προκείμενον ἀλλ’ ἁπλῶς περὶ ἀποδεικτικῆς μεθόδου, οὐκ ὀφείλομεν ζητῆσαι τὰ καθ’ ἑκάστην ἐπιστήμην προγινώσκεσθαι ὀφείλοντα ἀλλὰ τὰ ἁπλῶς τῆς ἀποδεικτικῆς. οὐκ ἂν δὲ τοῦτο γνοῖμεν μὴ μαθόντες κατὰ ποίους τρόπους προγινώσκεται τὰ προγινωσκόμενα. τοῦτο δὲ πάλιν οὐκ ἂν ἄλλως ἡμῖν ὑπάρξοι μὴ μαθοῦσιν ἐν τίσιν ὅλως ἐστὶν ἡ ἀποδεικτικὴ ἐπιστήμη καὶ διὰ τίνων περαίνεται. ἀναγκαῖον οὖν περὶ τούτου πρότερον διαλαβεῖν. φημὶ τοίνυν ὅτι ἐπὶ πάσης ἀποδείξεως δύο ταῦτα θεωρεῖται, τό τε πρόβλημα ὃ προτίθεται εἰς ἀπόδειξιν καὶ αἱ προτάσεις δι’ ὧν τὸ πρόβλημα κατασκευάζεται. πάλιν δὲ ἐν παντὶ προβλήματι δύο ταῦτα θεωρεῖται, τό τε δεδομένον καὶ τὸ ζητούμενον· οἷον ἐν τῷ προβλήματι τῷ εἰ ἡ ψυχὴ ἀθάνατος ὁ μὲν ὑποκείμενος ὅρος, λέγω δὴ ἡ ψυχή, δέδοται, ζητεῖται δὲ ὁ κατηγορούμενος, εἰ ἀθάνατος. οὐ μόνον δὲ ἐν τοῖς προβλήμασι τοῖς καθ’ αὑτὰ συμβεβηκότα τοῖς πράγμασι ζητοῦσιν εὑρίσκομεν τὸ δεδομένον καὶ τὸ ζητούμενον, ἀλλὰ καὶ ἐν τοῖς τὸ εἰ ἔστιν ὅλως ἐπιζητοῦσιν ἡ αὐτὴ διαίρεσις θεωρεῖται· οἷον ἐν τῷ προβλήματι τῷ ζητοῦντι εἰ ἔστι ζῷον τραγέλαφος δεδομένον μέν ἐστι τὸ ζῷον, ζητούμενον δὲ τὸ ‘τραγέλαφος’· ζητεῖ γὰρ τὸ πρόβλημα οὐχ ὅτι ἔστι ζῷον (τοῦτο γὰρ ἐναργές), ἀλλ’ εἰ τοιοῦτον ζῷον· ἡ γὰρ προσθήκη τοῦ ‘τραγέλαφος’ τὸ εἶναι ζῷον ὁμολογεῖ, ποιότητα δὲ αὐτοῦ τινα ἐπιζητεῖ. ὡσαύτως κἂν ζητῶμεν εἰ τόπος κενός ἔστι, δεδομένον μέν ἐστιν ὁ τόπος, ζητούμενον δὲ τὸ εἰ κενός. ὥστε πᾶσαι αἱ προτάσεις, δι’ ὧν κατασκευάζεται τὸ πρόβλημα, τοὐλάχιστον μέν εἰσι δύο, ἃς ἑκάστης μὲν τῶν κατὰ μέρος ἀποδείξεων προλαμβάνεσθαι δεῖ·1 οὐ γὰρ οἷόν τε συμπερᾶναί τι μὴ πασῶν τῶν προτάσεων γνωσθεισῶν. ἁπλῶς μέντοι ἀποδείξεως ἀδύνατον ἀμφοτέρας ἴσως προεγνῶσθαι τὰς προτάσεις, μόνην δὲ ἀνάγκη τὴν μείζονα, ἣν πάντως ἀνάγκη ἕν τι εἶναι τῶν κοινῶν ἀξιωμάτων, ὧν χωρὶς ἀποδειχθῆναί τι ἀδύνατον. αἱ δὲ ἐλάττους προτάσεις ἐπειδὴ ἄπειροι (καθ’ ἕκαστον γὰρ θεώρημα ἴδιαί τινες λαμβάνονται), εἰκότως ἀδύνατον ἁπλῶς πάσης ἀποδείξεως τὰς ἐλάττονας προεγνῶσθαι προτάσεις. περιέχονται μέντοι ἐν ταῖς μείζοσι προτάσεσι, λέγω δὴ τοῖς ἀξιώμασι, καὶ αἱ ἐλάττους δυνάμει. οἷον τριῶν εὐθειῶν ὑποκειμένων, τῶν ΑΒΓ, ἐὰν εἴπω ὅτι, ἐπεὶ ἑκατέρα τῶν Α2 τῇ Γ ἐστὶν ἴση, καὶ ἀλλήλαις ἄρα εἰσὶν ἴσαι αἱ Α διὰ τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα, ἐμπεριέχεται δῆλον ὅτι ἡ ἐλάττων πρότασις ἡ λέγουσα ‘αἱ Α τῇ Γ εἰσὶν ἴσαι’ ἐν τῇ λεγούσῃ ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’. καὶ ἐν τῷ συλλογισμῷ δὲ τῷ λέγοντι ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος οὐσία’ ἡ ἐλάττων πρότασις ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον’ ἐμπεριειλημμένη ἐστὶ δῆλον ὅτι τῇ μείζονι τῇ λεγούσῃ ‘τὸ ζῷον οὐσία’.
“必须以两种方式预先知晓[应当知晓每一项]。” 在说了“一切教学和一切学习都是从预先存在的知识中产生的”,并通过其他技艺、推论、归纳以及修辞学证明证实了这一点之后,亚里士多德现在希望传授应当预先知晓之物究竟是什么。但由于我们当下的论题并非关于个别的诸门科学,而是全然关于论证方法,所以我们不应探究在每门科学中所应预先知晓之物,而应探究全然属于论证学之物。如果不先明了被预先知晓之物是以何种方式被预先知晓的,我们就无法得知这一点。而这若非我们弄清论证科学究竟由何构成并通过何者得以完成,又是无法为我们所获得的。因此,首先区分论述这一点是必然的。那么我说,在一切论证中都可以看到这两样东西:既包括被提出用以论证的问题,也包括据以确立该问题的前提。而在每一个问题中,又同样可以看到这两样东西:既有已知之物,也有所求之物。例如在“灵魂是否不朽”这一问题中,底层的项,即灵魂,是给定的;而被述及的项,即是否不朽,则是所求的。而且,不仅在探究事物自身偶性的一类问题中我们能发现已知之物和所求之物,在探究某物究竟是否存在的一类问题中,也能看到同样的划分。例如在探究“是否存在鹿羚这种动物”的问题中,“动物”是已知之物,而“鹿羚”是所求之物;因为该问题探究的不是动物是否存在(因为这是显而易见的),而是是否存在这样一种动物;因为“鹿羚”这一附加词承认了它是动物,而探究的是它的某种性质。同样地,即使我们探究“是否存在空虚的处所”,“处所”也是已知之物,而是否空虚则是所求之物。因此,据以确立问题的所有前提至少有两条,在每一个别的论证中都必须预先取得它们;因为如果不知晓所有前提,就不可能得出任何结论。然而就一般的论证而言,大概不可能两条前提都被预先知晓,而必然仅仅大前提被预先知晓;这大前提必然在任何情况下都是共同公理之一,没有公理就无法论证任何事物。由于小前提是无限的(因为对应于每一个定理都采纳某些特有的前提),自然不可能一般的每一论证的小前提都被预先知晓。然而,小前提也潜能地包含在大前提、即诸公理之中。例如,当设定了三条直线Α、Β、Γ时,如果我说,由于Α中的每一条都等于Γ,因而由于与同量相等者彼此也相等,所以Α彼此也相等,显然,声称“Α等于Γ”这一小前提包含在声称“与同量相等者彼此也相等”的前提中。而在声称“人是动物,动物是实体,人是实体”这一推论中,声称“人是动物”这一小前提,显然也被包含在声称“动物是实体”这一大前提之中。
- 1.5ἑκάστης μὲν τῶν κατὰ μέρος ἀποδείξεων προλαμβάνεσθαι δεῖ
属格 ἑκάστης ... τῶν κατὰ μέρος ἀποδείξεων 与其后的 ἁπλῶς μέντοι ἀποδείξεως 相对置,充当表示范围或关联的属格(相当于带有前置词 ἐπί 的短语),意为“在每一个别的论证中”以及“就一般的论证而言”。
- 1.5ἐπεὶ ἑκατέρα τῶν Α τῇ Γ ἐστὶν ἴση, καὶ ἀλλήλαις ἄρα εἰσὶν ἴσαι αἱ Α
从上下文来看,τῶν Α 指涉所考虑的成对直线(通常标为 Α 与 Β,或统称为 Α 的两条线),单数的 ἑκατέρα(“两者中的每一者”)作为主语支配复数属格 τῶν Α。后文的 αἱ Α 同样以复数指代这两条直线。
