- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:9.32-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞阐明了论证的三要素(已知之物、所求之物与公理)如何与两种前认知方式(“其存在”与“意味着什么”)相对应,并依次注释了亚里士多德在《后分析篇》71a11–16中所举的具体范例(公理、三角形与单位)。
ὁ μέντοι κύκλος καὶ αὐτὸς ἀεὶ δεδομένος ἐστὶν ἐν τοῖς ἐπιπέδοις· ἐν μέντοι τοῖς στερεοῖς εὑρίσκομεν αὐτὸν ζητούμενον, ὡς ἐν τούτῳ τῷ θεωρήματι· ἐὰν σφαῖρα ἐπιπέδῳ τμηθῇ, ἡ τομὴ κύκλος ἐστίν. οὐδεὶς οὖν ζητεῖ εἰ τόδε σφαῖρα, εἰ τόδε κύκλος ἐν ἐπιπέδῳ, εἰ τόδε μέγεθος· ταῦτα γὰρ ἐκ τῆς αἰσθήσεως εἴληπται. Τὰ μὲν οὖν ἐν οἷς ἡ ἀπόδειξις ταῦτα. ἐν τούτοις μὲν οὖν καὶ διὰ τούτων πᾶσα ἀπόδειξις περαίνεται. τρόποι δέ, φησί, δι’ ὧν προγινώσκονται, δύο, τό τε τί ἐστιν ἢ τί σημαίνει καὶ τὸ ὅτι ἔστι. καί, φησίν, ἐπὶ μὲν τοῦ δεδομένου δεῖ προγινώσκεσθαι καὶ ὅτι ἔστι καὶ τί σημαίνει ἢ τί ἐστιν, ἐπὶ δὲ τοῦ ζητουμένου οὐ τὸ ὅτι ἔστιν ἀλλὰ τὸ τί σημαίνει ἢ τί ἐστιν· οἷον δεδομένης οὔσης τῆς πεπερασμένης εὐθείας δεῖ προεγνῶσθαι καὶ ὅτι ἔστι πεπερασμένη ἡ εὐθεῖα καὶ τί σημαίνει τοὔνομα, ἐπὶ δὲ τοῦ ζητουμένου, τουτέστι τοῦ ἰσοπλεύρου τριγώνου, τὸ τί σημαίνει μόνον· οὐ γὰρ ἐνταῦθα προεγνῶσθαι δεῖ τὸ ὅτι ἔστιν, ἐπεὶ οὐκ ἂν ἦν ζητούμενον. ἐπὶ μέντοι τῶν ἀξιωμάτων, λέγω δὴ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα καὶ τῶν λοιπῶν, μόνον τὸ ὅτι ἔστι δεῖ προεγνῶσθαι. καὶ ἐάν τις ἀποροίη ‘τί οὖν; οὐ δεῖ εἰδέναι ἡμᾶς καὶ τὸ τί σημαίνει;’, φήσομεν ὅτι μάλιστα μὲν ὡς ὁμολογούμενον τοῦτο παρῆκεν· ἀδύνατον γὰρ εἰδέναι τι ὅτι ἔστι τὸν μὴ εἰδότα τὸ τί σημαίνει, ὥσπερ ἀδύνατον τραγέλαφον εἰδέναι τὸ τί σημαίνει1 ἀγνοοῦντα ὅτι ἔστιν· οὐ μὴν εἰδότα ὅτι ἔστιν ἀγνοεῖν ἐνδέχεται τὸ τί σημαίνει. ἔπειτα τὸ τί σημαίνει οὐκ ἐπὶ τῶν προτάσεων ὅλων λαμβάνεται ἀλλ’ ἐπὶ μόνων τῶν ὅρων. διὰ τοῦτο ἐπὶ μὲν τοῦ δεδομένου καὶ ζητουμένου, ἐπεὶ ὅροι ταῦτα, δεῖ προεγνῶσθαι τὸ τί σημαίνει ἑκάτερος τῶν ὅρων. ἐπὶ μέντοι τῶν ἀξιωμάτων, ἐπεὶ προτάσεις ταῦτα, οὐ τὸ τί σημαίνει ζητοῦμεν ἀλλὰ τὸ ὅτι ἔστι· τὸ γὰρ τί σημαίνει μᾶλλον ἂν ἐπὶ τῶν ὅρων τοῦ ἀξιώματος χώραν ἔχοι, οὐ μέντοι ἐπὶ τῆς ὅλης προτάσεως· καὶ γὰρ ἡ πρότασις τὸ ὑπάρχειν ἄλλο ἄλλῳ σημαίνει. Εἰδέναι δὲ δεῖ κἀκεῖνο, ὅτι τῶν [ἄλλων] ἀξιωμάτων τὰ μὲν κοινῶς πάσαις ἐπιστήμαις ὑποβέβληται, τὰ δὲ τισί, τὰ δὲ καὶ μιᾷ μόνῃ. οἷον τὸ μὲν ‘ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις’ ἐπὶ πάσης ἐπιστήμης χώραν ἕξει· καὶ γὰρ καὶ ἐν ταῖς κοιναῖς τέχναις καὶ ταῖς πρὸς ἀλλήλους ὁμιλίαις τῷ τοιούτῳ χρώμεθα ἀξιώματι. τὸ μέντοι ‘τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα’ καὶ ‘ἐὰν ἀπὸ τῶν ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα’ πλείοσιν ἁρμόζει ἐπιστήμαις· καὶ γὰρ καὶ μουσικὴ καὶ γεωμετρία καὶ ἀριθμητικὴ τούτοις κέχρηται. τὸ δὲ ‘τὰ ἐφαρμόζοντα ἐπ’ ἄλληλα ἴσα ἀλλήλοις ἐστί’ μόνῃ τῇ γεωμετρίᾳ προσήκει. Διχῶς δ’ ἀναγκαῖον προγινώσκειν καὶ τὰ ἑξῆς. εἰρηκὼς διχῶς δ’ ἀναγκαῖον προγινώσκειν τρεῖς τρόπους ἐπάγει·2 φησὶ γὰρ ὅτι τὰ μὲν ὅτι ἔστι προϋπολαμβάνειν ἀναγκαῖον, τὰ δὲ τί τὸ λεγόμενον ξυνιέναι δεῖ, τὰ δὲ ἄμφω. καὶ δήλη ἡ αἰτία ἐκ τῶν εἰρημένων, ὅτι τρία μέν ἐστιν ἃ δεῖ προλαμβάνεσθαι πάσης ἐπιστήμης, οἱ δὲ τρόποι, καθ’ οὓς δεῖ ταῦτα γινώσκεσθαι, δύο εἰσίν, τὸ ὅτι ἔστι καὶ τὸ τί σημαίνει.
然而圆自身在平面中始终是已知的;但在立体中我们却发现它是所求的,正如在这一定理中:“若一球被一平面所截,其截面为圆。”因此无人探究这是否为球,这在平面中是否为圆,这是否为量;因为这些是从感觉中取得的。论证所基于的事项便是这些。因此在这些之中且通过这些,一切论证得以完成。但他声称,它们被预先知晓的方式有两种,即“是什么”或“意味着什么”,以及“其存在”。而且他说,对于已知之物,必须预先知晓“其存在”以及“意味着什么”或“是什么”两者,而对于所求之物,则不是“其存在”,而是“意味着什么”或“是什么”;例如,当有限直线被给定时,必须预先知晓有限直线存在,以及这名称意味着什么,而对于所求之物,即等边三角形,则仅需预先知晓其意味着什么;因为在此处毋需预先知晓其存在,否则它就不会成为所求之物了。然而对于诸公理——我指的是“与同量相等者彼此也相等”及其他公理——则仅需预先知晓“其存在”。若有人发难:“那么怎样?难道我们不也应当知晓其意味着什么吗?”,我们将回答说,这主要是因为作为公认之事而被[亚里士多德]略去了;因为对于不知其意味着什么的人而言,知晓某物存在是不可能的,正如不知牝鹿山羊是否存在便不可能知晓其意味着什么一样;知晓其存在的人确实不可能不知其意味着什么。其次,“意味着什么”并非针对整个命题而言,而仅针对项而言。因此,对于已知之物和所求之物,由于它们是项,便必须预先知晓各个项意味着什么。然而对于公理,由于它们是命题,我们探究的便不是其意味着什么,而是其存在;因为“意味着什么”宁可说在公理的诸项中有其地位,而在整个命题中则不然;因为命题意味着一物从属于另一物。还应当知晓的是,在诸公理中,有些是作为共通的公理奠基于一切科学之中,有些则奠基于某些科学,有些则仅奠基于单一科学。例如,“对于一切事物,要么肯定要么否定”在一切科学中都占有一席之地;因为我们在共通的诸技艺以及彼此的交际中也使用这样的公理。然而,“与同量相等者彼此也相等”以及“若从相等者中减去相等者,余量相等”则适用于更多的科学;因为音乐、几何学与算术都使用这些。而“彼此重合者彼此相等”则仅属于几何学。“以两种方式预先知晓是必然的”等等。他在说了“以两种方式预先知晓是必然的”之后,便引入了三种方式;因为他说,对于某些事物必然预先假定其存在,对于另一些事物则必须理解其所说为何,而对于另一些事物则兼具两者。其原因从上述论说中已甚明了:即在一切科学中应当预先取得的事物有三样,而据以知晓这些事物的方式有两种,即“其存在”与“意味着什么”。
"Οἷον ὅτι μὲν ἅπαν ἢ φῆσαι ἢ ἀποφῆσαι ἀληθές, ὅτι ἔστι." Τοῦτο παράδειγμα τοῦ ἀξιώματος ἐν ᾧ δεῖ τὸ ὅτι ἔστι μόνον προγινώσκεσθαι.
“例如,关于肯定或否定一切为真,[需知晓]其存在。” 这是只需预先知晓“其存在”的公理的范例。
"Τὸ δὲ τρίγωνον, ὅτι τόδε σημαίνει." Τοῦτό ἐστι παράδειγμα τοῦ ζητουμένου ἐν ᾧ τὸ τί σημαίνει χρὴ προγινώσκεσθαι.
“而关于三角形,则知其意味着此物。” 这是必须预先知晓“意味着什么”的所求之物的范例。
"Τὴν δὲ μονάδα ἄμφω, καὶ τί σημαίνει καὶ ὅτι ἔστι." Τοῦτο τοῦ δεδομένου, ἐν ᾧ ἀμφότεροι οἱ τρόποι τῆς προγνώσεως λαμβάνονται·3 πολλαχοῦ γὰρ καὶ τὴν μονάδα ὡς δεδομένον λαμβάνομεν. οἷον ἐὰν μονὰς ἀριθμὸν μετρῇ, ἰσάκις δὲ ἕτερος ἀριθμὸς ἄλλον ἀριθμὸν μετρῇ, καὶ ἡ μονὰς ἰσάκις μετρήσει τὸν τρίτον καὶ ὁ δεύτερος τὸν τέταρτον· δεῖ γὰρ προεγνῶσθαι καὶ ὅτι ἔστι τόδε μονὰς καὶ τί σημαίνει τὸ τῆς μονάδος ὄνομα.
“而关于单位则兼具两者,既知其意味着什么,又知其存在。” 这是预先知晓的两种方式都被取得的已知之物的范例;因为在很多情况下我们也将单位作为已知之物来取得。例如,若一单位量度一数,而另一数以同等次数度量另一数,则该单位也以与第二个数度量第四个数同等的次数度量第三个数;因为必须预先知晓这作为单位存在,以及单位这一名称意味着什么。
"Οὐ γὰρ ὁμοίως τούτων ἕκαστον δῆλον ἡμῖν." Τὸ μὲν γὰρ δεδομένον ἔχει καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί σημαίνει, τὸ δὲ ζητούμενον τὸ τί σημαίνει μόνον, τὸ δὲ ἀξίωμα τὸ ὅτι ἔστι.
“因为这些中的每一个对我们而言并非同样明晰。” 因为已知之物兼具“其存在”与“意味着什么”,所求之物仅具“意味着什么”,而公理则具“其存在”。
- 1.5ὥσπερ ἀδύνατον τραγέλαφον εἰδέναι τὸ τί σημαίνει ἀγνοοῦντα ὅτι ἔστιν· οὐ μὴν εἰδότα ὅτι ἔστιν ἀγνοεῖν ἐνδέχεται τὸ τί σημαίνει.
前半句 ὥσπερ 引导一个比喻性从句,指出“正如不知道牝鹿山羊是否存在就无法知道其名称意义一样”;紧接着的 οὐ μὴν ... ἐνδέχεται 构成强烈的否定断言,表明“知其存在者绝不可能不知其含义”。这构成了菲洛波诺斯解释亚里士多德为何略去对公理“意味着什么”的前认知要求的论证核心。
- 1.5εἰρηκὼς διχῶς δ’ ἀναγκαῖον προγινώσκειν τρεῖς τρόπους ἐπάγει
分词短语 εἰρηκὼς... 充当主动词 ἐπάγει 的伴随/时间性状语,指出了文本中表面的张力:亚里士多德在断言“以两种方式(διχῶς)预先知晓是必然的”之后,紧接着引入了三种方式(τρεῖς τρόπους)。随后的解释通过区分前认识的三种对象与两种认知方式,化解了这一表面矛盾。
- 1.8Τοῦτο τοῦ δεδομένου, ἐν ᾧ ἀμφότεροι οἱ τρόποι τῆς προγνώσεως λαμβάνονται
这是一个承接 §1.6 和 §1.7 句式的省略句,省略了表语名词(如 παράδειγμα)。该结构应理解为“这是[……的范例]”,即“这是予取预先知晓的两种方式的已知之物的[范例]”。
