- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:77.4-78.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《后分析篇》74a19–74a32中探讨了对数、线、立体所共有的属性的普遍论证,以及为何即便穷尽列举所有个别种也不构成真正的普遍论证;菲洛波庞对此进行了阐发,对“曾经”与“现在”作非时间性的解释,并提出了一个消除基准(何者被消除则偶性亦随之被消除)来确立论证的首要主体。
" Ὥσπερ καὶ ἐδείκνυτό ποτε χωρίς, ἐνδεχόμενόν γε1 κατὰ πάντων μιᾷ ἀποδείξει δειχθῆναι." Τὸ ποτὲ οὐ χρονικῶς ἀκουστέον ἀλλ’ οἱονεὶ ὁλοσχερέστερον καὶ οὐκ ἀκριβῶς. ἀπεδείκνυτο οὖν, φησίν, ὁλοσχερέστερον ἐφ’ ἑκάστου διὰ τὸ μὴ εἰδέναι ἡμᾶς τί ἐστι τὸ ἐπὶ πάντων τούτων ἓν κοινῶς κατηγορούμενον, οἷον εἴτε τὸ ποσὸν εἴτε ὁτιοῦν ἄλλο, καθὸ ἀριθμοί τε καὶ μεγέθη καὶ χρόνοι ἕν εἰσι τῷ κοινῷ αὐτῶν γένει. ἐπεὶ οὖν τοῦτο μὲν ἄγνωστον, διαφέρουσι δὲ ταῦτα ἀλλήλων τοῖς εἴδεσιν, εἰκότως χωρὶς ἑνὸς ἑκάστου τούτων ἀπόδειξις γίνεται, καὶ δοκοῦμεν καθόλου ἀποδεικνύναι μηδὲν καθόλου ἀποδεδειχότες.
“正如曾经也是分别展示的,尽管本来可以通过一个论证对所有事物展示。” “曾经”不应按时间理解,而应理解为可说是较为粗略且不精确的。他说,由于我们不知道在所有这些事物上共同被述说的一者是什么——例如是数量还是其他任何东西——数、量度与时间凭此在其共同的属中是一,因此过去在每一个上较为粗略地论证。既然这一点是不为人知的,而这些事物在种上彼此相异,那么分别对它们之中的每一个作出论证就是理所当然的,而我们在根本没有普遍地作出论证的情况下,却自以为作出了普遍的论证。
"Νῦν δὲ καθόλου δείκνυται." Τὸ νῦν πάλιν οὐ χρονικῶς ἀκουστέον ἀλλ’ οἷον ἀκριβῶς καὶ κατὰ τὰς ἀποδεικτικὰς μεθόδους.
“而现在则是普遍地被展示。” “现在”同样不应按时间理解,而应理解为可说是精确地且按照论证方法。
"Οὐ γὰρ ᾗ γραμμαὶ ἢ ᾗ ἀριθμοὶ ὑπῆρχεν, ἀλλ’ ᾗ τοδί, ὃ καθόλου ὑποτίθενται ὑπάρχειν." Τὸ εἶναι ἀνάλογον καὶ ἐναλλὰξ οὐχ ὑπάρχει, φησί, ταῖς γραμμαῖς ᾗ γραμμαὶ οὐδὲ τοῖς λοιποῖς ᾗ ἐκεῖνά ἐστιν, ἀλλ’ ᾗ ἐστί τι κοινῶς κατὰ πάντων ὑπάρχον, ὅπερ ἐστὶν ἀνώνυμον. τὸ δὲ ὑποτίθενται, οἱ τοῦτο δηλονότι τὸ κοινῶς αὐτοῖς ὑπάρχον ἐπιθεωροῦντες.
“因为这并不是就其是线而言或就其是数而言属于,而是就其是此物而言属于,他们设定此物是普遍属于的。” 他说,成比例且更比成比例,并非就其是线而言属于线,也不是就其他事物是其自身而言属于其他事物,而是就存在某种共同属于所有事物的无名之物而言属于。而“他们设定”,显然是指那些考察共同属于它们之此物的人。
"Διὰ τοῦτο οὐδ’ ἄν τις δείξῃ καθ’ ἕκαστον τρίγωνον ἀποδείξει ἢ μιᾷ ἢ ἑτέρᾳ ὅτι δύο ὀρθὰς ἔχει ἕκαστον, τὸ ἰσόπλευρον χωρὶς καὶ τὰ ἑξῆς." Κἂν διέλθῃ τις, φησίν, ἕκαστον τῶν εἰδῶν τῶν ὑπὸ τὸ καθόλου ἰδίᾳ δεικνὺς ἐπὶ ἑκάστου καὶ μηδὲν παραλίπῃ τῶν εἰδῶν, ὅτι οὕτως καθόλου ἀπέδειξεν, οὐ φαμὲν τὸ τοιοῦτον ἀπόδειξιν εἶναι, διότι μὴ ὡς ἐπί τινος κοινοῦ, ᾧ πρώτῳ ὑπάρχει τὸ σύμπτωμα, ἔδειξεν, ἀλλ’ ἔοικέ πως ὁ τοιοῦτος τρόπος τὸν σοφιστικὸν τρόπον δεικνύναι ἐκ τῶν μερικῶν περὶ τῶν καθόλου συλλογιζόμενος καὶ οἱονεὶ ἐκ τῶν συμβεβηκότων τὰς κατασκευὰς ποιούμενος. κἂν γάρ, ὡς εἶπον, πάντα ἐπέλθῃ τὰ ὑπὸ τὸ τρίγωνον εἴδη, οὐχ ᾗ τρίγωνα οἶδεν ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχουσιν, ἀλλ’ ἕκαστον αὐτῶν ἀνὰ μέρος, κατὰ μέντοι τὸ κοινὸν αὐτῶν εἶδος οὐκέτι, εἰ καὶ μηδὲν τῶν κατὰ μέρος ἀγνοεῖ.
“因此,即使有人通过一个或另一个论证对每个三角形展示每个都具有两直角——对等边三角形分别展示,等等……” 他说,即使有人遍历处于普遍者之下的每一个种,在每一个种上分别进行展示,且未遗漏任何一个种,认为这样就普遍地作出了论证,我们也不说这种做法是论证,因为他并没有作为一个共同之物(即该偶性首要属于之物)的性质来展示它。相反,这种方式似乎在某种程度上是以智者派的方式进行展示,即从部分推论普遍,且宛如从偶性建立论证。因为正如我所说,即使他遍历了三角形之下的所有种,他也不是就其是三角形而言知道它们具有三内角等于两直角,而只是分别地知道它们中的每一个;尽管对于个别事物他无一不知,但他却不再是根据它们共同的形式知道的。
"Πότ’ οὖν οὐκ οἶδε καθόλου καὶ πότ’ οἶδεν ἁπλῶς;" Τίνι οὖν, φησί, χαρακτηρίσομεν, πότε μὲν καθόλου γίνεται ἡ ἀπόδειξις, πότε δὲ οὔ; φησὶν οὖν, εἰ μὲν ταὐτὸν ἦν τριγώνῳ εἶναι καὶ ἰσοπλεύρῳ, ὥσπερ λωπίῳ καὶ ἱματίῳ, ἦν δὲ ἐπὶ τοῦ ἑτέρου καθόλου ἡ ἀπόδειξις, καὶ ἐπὶ τοῦ λοιποῦ ἂν καθόλου ἦν. ἐπεὶ δὲ μὴ ταὐτόν, τίνι διακρινοῦμεν ἐπὶ ποτέρου τούτων καθόλου πρώτου γίνεται ἡ ἀπόδειξις; καὶ παραδίδωσι τούτου κανόνα τοιοῦτον· οὗτινος πρώτου, φησίν, ἀναιρεθέντος2 συναναιρεῖται τὸ σύμπτωμα, ἐπὶ τούτου καθόλου γίνεται ἡ ἀπόδειξις. οἷον τῷδε τῷ τριγώνῳ ὑπάρχει καὶ τὸ χαλκῷ εἶναι καὶ τὸ ἰσοσκελεῖ καὶ τὸ τριγώνῳ καὶ τὸ σχήματι καὶ τὸ πέρατα ἔχειν· ἀλλ’ οὔτε τοῦ χαλκοῦ ἀναιρεθέντος συναναιρεῖται τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν οὔτε τοῦ ἰσοσκελοῦς· τοῦ μέντοι τριγώνου ἀναιρεθέντος, κἂν τὸ σχῆμα μείνῃ καὶ τὸ πέρατα ἔχειν, ἀνῄρηται τὸ σύμπτωμα. εἰ δέ τις εἴποι ‘τί οὖν φησιν; ἀναιρεθέντος τοῦ σχήματος ἢ τοῦ ἔχειν πέρατα οὐ συναναιρεῖται καὶ τὸ σύμπτωμα, φημὶ δὲ τὸ ἐκ τριῶν γωνιῶν καὶ ὀρθαῖς δύο ἴσων εἶναι;’, ναί φημι, ἀλλ’ οὐ τινὸς πρώτου τούτων, ἀλλὰ τοῦ τριγώνου πρώτου· δυνατὸν γάρ τι καὶ σχῆμα εἶναι καὶ πέρατα ἔχειν, οἷον εἴ τι εἴη τετράπλευρον, τὰς δὲ γωνίας μὴ ἔχειν δύο ὀρθαῖς ἴσας. διὰ δὲ τὸ ἐν τῷ σχήματι περιέχεσθαι καὶ τὸ τρίγωνον συμβαίνει τὸ ἀναιρεθέντος τοῦ σχήματος συναναιρεῖσθαι καὶ τὸ σύμπτωμα. πρώτως οὖν τοῦ τριγώνου ἡ ἀπόδειξις, διότι καὶ τῷ τυχόντι τριγώνῳ ὑπάρχει καὶ πρώτως τούτῳ, οὐ μέντοι τῷ σχήματι, διότι μὴ παντὶ μηδὲ πρώτου τούτου ἀναιρεθέντος συναναιρεῖται.
“那么,何时并非普遍地知,何时是无条件地知呢?” 他说,那么我们将凭什么来界定论证何时是普遍的,何时不是呢?于是他说,如果作为三角形与作为等边三角形是同一的,如同外衣与衣服一样,而论证在其中一者上是普遍的,那么在另一者上也就会是普遍的。但既然不是同一的,我们将凭什么来分辨论证在它们中的哪一者上首要地是普遍的呢?于是他给出了如下的标准:他说,当哪一物首要地被否定时偶性也随之被否定,论证便是在此物上普遍地作出的。例如,属于这个三角形的,有是青铜的,有是等腰的,有是三角形的,有是图形的,以及具有界限;但是,否定了青铜,具有三内角等于两直角并没有随之被否定,否定了等腰也没有随之被否定。然而否定了三角形,即使图形保留下来,具有界限保留下来,该偶性也被否定了。如果有人说:“那么他是说什么呢?当图形或具有界限被否定时,偶性——我是指由三个且等于两直角的角组成——难道不同样随之被否定吗?”,我说:确实如此,但并不是当这些之中的任何一个首要地〔被否定〕时,而是当三角形首要地〔被否定〕时。因为某物完全可能是图形且具有界限(例如某物若是四边形),但其角却不等于两直角。正是由于三角形被包含在图形之中,才导致了当图形被否定时偶性也随之被否定。因此,论证首要地是关于三角形的,因为它属于任一给定的三角形且首要地属于它;但并不属于图形,因为它并不属于所有的图形,当此物首要地被否定时偶性也并非随之被否定。
- 1.104ἐνδεχόμενόν γε
非人称动词 ἐνδέχεται 的中性单数宾格分词构成的宾格绝对独立结构(accusative absolute)。带有语气词 γε,起让步作用,意为“尽管本来可以通过一个论证对所有事物展示”。
- 1.108οὗτινος πρώτου, φησίν, ἀναιρεθέντος
属格关系代词 οὗτινος 在属格绝对独立结构(ἀναιρεθέντος)中充当逻辑主语,置于主句之前,并由主句中的指示词 ἐπὶ τούτου 所承接。包含先行词的关系子句构成属格绝对结构,用于引出判定普遍主体的条件准则。
