- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:75.4-77.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯对导致全称论证受阻的第三种欺骗方式(在种而非属上进行论证)的引文提出了两种解释,并根据后文采纳了属作为全体存在于作为部分之种中的解释。随后他阐明亚里士多德给出的三个具体例证以倒序分别对应第三种(内角和等于两直角)、第一种(仅存在单一物种时)和第二种(比例的更比性)欺骗方式。
" Ἢ τυγχάνῃ ὂν ὡς ἐν μέρει ὅλον ἐφ’ ᾧ δείκνυται.1" Ὁ τρίτος τρόπος, ἐν ᾧ ὠνομασμένον μέν ἐστι τὸ καθόλου, οὐ γίνεται δὲ ἐπ’ ἐκείνου ἡ ἀπόδειξις ἀλλ’ ἐφ’ ἑκάστου ἰδίᾳ τῶν εἰδῶν. ἡ δὲ τῆς λέξεως διάνοια αὕτη· ἤ, φησί, τὸ ἐφ’ οὗ γίνεται ἡ ἀπόδειξις κυρίως οὐκ ᾖ καθόλου ἀλλ’ ὡς ἐν μέρει· οἷον εἰ ἐπὶ τοῦ ἰσοσκελοῦς γένοιτο ἡ ἀπόδειξις, ἐπὶ τούτου τοῦ τριγώνου, λέγω δὴ τοῦ ἰσοσκελοῦς, ὡς ἐν μέρει ὅλον ὑπάρχει ἐφ’ οὗ ἀποδείκνυται, τουτέστιν 〈ἐπὶ〉 τοῦ ἰσοσκελοῦς τυγχάνει ὡς ἐν μέρει ὅλον ὑπάρχον τὸ κοινὸν γένος, τουτέστι τὸ τρίγωνον· τὸ γὰρ γένος ὅλον τί ἐστι, καὶ οἷον μέρος τι τὸ εἶδος. ἢ οὖν οὕτω νοητέον τὴν λέξιν ἢ τοιῶσδε· ἢ τυγχάνῃ ὂν τὸ μερικώτερον, λέγω δὴ τὸ ἰσοσκελές, ὡς ὅλον ἐν μέρει τῷ τριγώνῳ, ἐφ’ οὗ κυρίως ἡ ἀπόδειξις γένοιτ’ ἄν, ὡς ἐν μέρει τῷ τριγώνῳ ὅλον τι ὂν τὸ ἰσοσκελές, διότι εἰς τὸν τοῦ ἰσοσκελοῦς ὁρισμὸν τὸ τρίγωνον παραλαμβάνεται, τὰ δὲ εἴς τινος ὁρισμὸν παραλαμβανόμενα μέρη ἐστὶν ἐκείνου. ἀλλὰ τοῖς ἐπιφερομένοις σύμφωνος μᾶλλον ἡ προτέρα ἐξήγησις· ἐπάγει γοῦν τοῖς γὰρ ἐν μέρει ὑπάρξει μὲν ἡ ἀπόδειξις καὶ ἔσται κατὰ παντός. ὥστε μέρος εἶπεν οὐ τὸ γένος, οἷον τὸ τρίγωνον, ὡς μέρος τοῦ ὁρισμοῦ γινόμενον, ἀλλὰ τὸ εἶδος, οἷον τὸ ἰσοσκελές, καθ’ οὗ κατὰ παντὸς μὲν ἀποδείκνυται ἀλλ’ οὐ πρώτου.
“或者,在其上得到展示的东西,恰好是犹如在部分中的全体。” 这是第三种方式:其中普遍者固然已被命名,但论证并不是在其上作出,而是在各个种上分别作出。文句的含义如下:他说,或者,在其上本来作出论证的东西并非普遍的,而是犹如在部分中;例如若在等腰三角形上作出论证,在这个三角形上,我是指等腰三角形,在其上被论证之物作为“在部分中的全体”而存在,也就是说,在等腰三角形[上],共同的属即三角形,恰好作为在部分中的全体而存在;因为属是某种全体,而种就像是某种部分。因此,这句话要么应当这样理解,要么应当作如下理解:或者,更为部分者,我是指等腰三角形,恰好犹如在三角形这一部分中的全体(本来的论证本应在三角形上作出),等腰三角形是犹如在三角形这部分中的某种全体,因为三角形被纳入等腰三角形的定义中,而纳入某物定义中的东西是该事物的组成部分。但前一种解释与后文更为一致;因为他接着说:“因为对于处于部分中的事物,论证固然属于它们,并且将是全称的。”可见,他所说的“部分”并非指作为定义一部分的属(如三角形),而是指虽然全称地在其上被论证但非首要地被论证的种(如等腰三角形)。
"Λέγω δὲ τούτου πρώτου, ᾗ τοῦτο, ἀπόδειξιν, ὅταν ᾖ πρώτου καθόλου." Τὸ ᾗ τοῦτο ἀντὶ τοῦ καθόλου λαμβάνει. κέχρηται δὲ τούτῳ τῷ σημαινομένῳ τοῦ ᾗ ἀντὶ τοῦ εἶναι καθόλου τὴν ἀπόδειξιν ἐφ’ οὗ ἂν πρώτου καὶ καθόλου δεικνύηται· κατὰ παντὸς μὲν γὰρ καὶ τοῦ ἰσοσκελοῦς τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν, ἀλλ’ οὐ πρώτου, ἀλλὰ τοῦ τριγώνου πρώτου. τούτου οὖν καθόλου ἡ ἀπόδειξις πρώτου.
“而我所谓就其是此物而言关于此物首要者的论证,是指当它是关于首要普遍者的论证之时。” 他用“就其是此物而言”来代替“普遍”。他使用“就其……而言”的这一含义,是为了表示论证在其首要且普遍地被展示的任何对象上都是普遍的;因为具有三个角等于两直角,固然对等腰三角形也是全称地属于的,但不是首要的,而是首要地属于三角形。因此,关于这一首要者的论证才是普遍的。
"Εἰ οὖν τις δείξειεν ὅτι αἱ ὀρθαὶ οὐ συμπίπτουσι, δόξειεν ἂν τούτου εἶναι ἡ ἀπόδειξις διὰ τὸ ἐπὶ πασῶν εἶναι τῶν ὀρθῶν." Εἰπὼν τριττῶς γίνεσθαι τὴν ἀπάτην λοιπὸν τῶν τριῶν τρόπων τὰ παραδείγματα διὰ τούτων ἐκτίθεται. ἰστέον δὲ ὅτι τοῖς ὑποδείγμασιν οὐ τῇ αὐτῇ τάξει ἐχρήσατο, οἷσπερ ἐξέθετο ὑποδείγμασι τὰ τοῦ πρώτου καὶ δευτέρου καὶ τρίτου.2 τὸ οὖν προκείμενον παράδειγμα τοῦ τρίτου ἐστὶ τρόπου. δείκνυται δὲ οὕτως· ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθαῖς ἴσας ποιῇ, καὶ ἐκβαλλόμεναι ἐπ’ ἄπειρον ἐφ’ ἑκάτερα τὰ μέρη ἐπὶ οὐδέτερον συμπίπτουσιν αἱ εὐθεῖαι. ἐὰν οὖν τις ὡς ἐπὶ δύο ὀρθῶν ποιήσηται τὸν λόγον, δοκεῖ μὲν καθόλου δεικνύναι, οὐκ ἔστι δὲ καθόλου, διότι οὐκ ἐν δυσὶν ὀρθαῖς ὡρισμέναις ὑπάρχει τοῦτο τὸ σύμπτωμα ταῖς εὐθείαις, ἀλλὰ τυχὸν 〈ἐν〉 δύο ὀρθαῖς ἴσαις· κἂν γὰρ ᾖ ἡ μὲν ἡμίσεια ὀρθῆς ἡ δὲ μία ἡμίσεια ἢ ὁπωσοῦν ἄλλως, οὐδὲν ἧττον ἀκολουθεῖ τὸ μὴ συμπίπτειν ἐκβαλλομένας τὰς εὐθείας.
“因此,如果有人展示成直角的直线不相交,人们或许会认为论证是关于此事的,因为这在所有的直角上都成立。” 在指出欺骗以三重方式产生之后,他接下来通过这些文句列举了这三种方式的例子。但应当知道,他运用例子的顺序与他列出第一、第二和第三种方式的顺序并不相同。因此,眼前的例子属于第三种方式。它的证明如下:如果一条直线落在两条直线上,使同旁的内角等于两直角,则向两方无限延长的直线在任一方都不会相交。如果有人把论据建立在两个直角上,他看起来像是在作普遍的展示,但并非普遍,因为这一偶性并不是在两个特定的直角中属于直线,而是在等于两直角的任意两个角中;因为即使一个是半个直角而另一个是一个半直角,或者以任何其他方式,延长后的直线不相交同样成立。
"Καὶ εἰ τρίγωνον μὴ ἦν ἄλλο ἢ ἰσοσκελές, ᾗ ἰσοσκελὲς ἂν ἐδόκει ὑπάρχειν." Τοῦτο τοῦ πρώτου τρόπου παράδειγμα, ὅτι εἰ ἕν τι τρίγωνον μόνον ἦν, οἷον ἰσοσκελές, ἐδόκει ἂν τοῦτο, τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν, καθὸ ἰσοσκελές ἐστιν, ὑπάρχειν αὐτῷ καὶ εἶναι καθόλου. νῦν δὲ οὐκ ἔστιν· οὐ γὰρ ᾗ ἰσοσκελὲς τοῦτο ὑπάρχει, ἀλλ’ ᾗ τρίγωνον. ὥστε οὐ καθόλου ἡ ἐπὶ τοῦ ἰσοσκελοῦς ἀπόδειξις ἀλλ’ ἡ ἐπὶ τοῦ τριγώνου. οὕτως οὖν, εἰ καὶ ἐπί τινος τῶν μοναδικῶν ἀπόδειξις γίνοιτο, οὐκ ἂν εἴη καθόλου· καὶ γὰρ εἰ πλείονα ἦν ὅμοια, ἡ αὐτὴ ἂν καὶ ἐπὶ τούτων ἥρμοσεν ἀπόδειξις.
“而且如果除等腰三角形之外不存在其他三角形,它似乎就会就其是等腰三角形而言属于它。” 这是第一种方式的例子:如果只有一种三角形存在,例如等腰三角形,那么具有三个角等于两直角这一性质,似乎就会就其是等腰三角形而言属于它,并且是普遍的。但现在事实并非如此;因为这一性质并非就其是等腰三角形而言属于它,而是就其是三角形而言。因此,在等腰三角形上的论证不是普遍的,在三角形上的论证才是普遍的。因此,即使在某种唯一之物上作出论证,它也不会是普遍的;因为即使存在更多相似的事物,相同的论证也同样适用于它们。
"Καὶ τὸ ἀνάλογον ὅτι ἐναλλάξ, ᾗ ἀριθμοὶ καὶ ᾗ γραμμαὶ καὶ ᾗ στερεὰ καὶ ᾗ χρόνοι." Τοῦ δευτέρου τρόπου παράδειγμα. ὃ δέ φησι, τοῦτό ἐστιν, ὅτι τῷ δείκνυσθαι ἐπὶ ἀριθμῶν εἶναι ἀνάλογον καὶ ἐναλλάξ, ᾗ ἀριθμοί εἰσι, δοκεῖ αὐτοῖς ὑπάρχειν, ὁμοίως καὶ ταῖς γραμμαῖς ᾗ γραμμαί, καὶ τοῖς λοιποῖς ὡσαύτως, διὰ τὸ μὴ ὠνομάσθαι ἐπὶ πάντων τούτων τὸ κοινόν.
“以及比例更比地成立,就其是数而言,就其是线而言,就其是立体而言,以及就其是时间而言。” 这是第二种方式的例子。他的意思是:由于在数上展示了成比例且更比成比例,因为在所有这些事物中共同之物未被命名,人们便认为它就其是数而言属于数,同样地就其是线而言属于线,对其他事物也以此类推。
- 1.99ὡς ἐν μέρει ὅλον ἐφ’ ᾧ δείκνυται
关于亚里士多德原文极度紧凑的短语 ὡς ἐν μέρει ὅλον,斐洛波诺斯提出了两种句法分析:(1) ὅλον 指属(三角形),它作为全体存在于作为部分(ἐν μέρει)的种(等腰三角形)之中;(2) 较偏狭的概念(等腰三角形)作为整体(ὅλον),而三角形作为定义的一部分(ἐν μέρει)被纳入其中。斐洛波诺斯根据后文 τοῖς γὰρ ἐν μέρει κτλ.,采纳了将 ἐν μέρει 视作种、将 ὅλον 视作属的方案(1)。
- 1.101ἰστέον δὲ ὅτι τοῖς ὑποδείγμασιν οὐ τῇ αὐτῇ τάξει ἐχρήσατο, οἷσπερ ἐξέθετο ὑποδείγμασι τὰ τοῦ πρώτου καὶ δευτέρου καὶ τρίτου
从句 οἷσπερ ἐξέθετο ὑποδείγμασι 表现为先行词被吸引进关系从句中的结构(相当于 τοῖς ὑποδείγμασιν ἃ ἐξέθετο)。句法与结构上,斐洛波诺斯指出亚里士多德在 74a13–17 中列举的例子与前文 74a4–10 中所列的三种欺骗方式次序不同,其实际对应关系为第三种(成直角的直线不相交)、第一种(仅有等腰三角形)和第二种(比例更比)。
