← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§73.10-75.3

缺乏通名导致的错误与更比证明

菲洛波庞解释了亚里士多德提出的第二种欺骗原因(即存在共同属性但缺乏共同名称的情况),并引用了数、量度、时间的更比证明以及《高尔吉亚篇》中的类比来进行阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.98

" Ἢ ᾗ μέν, ἀλλ’ ἀνώνυμον ᾖ1 ἐπὶ διαφόροις εἴδει πράγμασιν.2" Δευτέρα αἰτία τῆς ἀπάτης, ὅταν ᾖ μέν τι κοινόν, ἀνώνυμον δὲ ᾖ τοῦτο καὶ διὰ τὸ μὴ ἔχειν κοινόν τι ὄνομα ἀναγκαζώμεθα ἐφ’ ἑκάστου εἴδους τὰς ἀποδείξεις ποιεῖσθαι. οἷον δείκνυται ἐν τῷ ἑβδόμῳ βιβλίῳ τῶν Εὐκλείδου Στοιχείων ὅτι, ἐὰν τέσσαρες ἀριθμοὶ ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται· οἷον εἰ ὡς ἔχει ὁ λβʹ πρὸς τὸν ιςʹ, οὕτως ἔχει καὶ ὁ ηʹ πρὸς τὸν δʹ, καὶ πάλιν ὡς ἔχει ὁ λβʹ πρὸς τὸν ηʹ, οὕτως ἔχει καὶ ὁ ιςʹ πρὸς τὸν δʹ· τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐν τῷ πέμπτῳ βιβλίῳ ἐπὶ μεγεθῶν δείκνυται, ὅτι ἐὰν τέσσαρα μεγέθη ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται· ἀλλὰ καὶ ἐπὶ χρόνων τὸ αὐτὸ ἂν δειχθήσεται, ὅτι ἐὰν τέσσαρες χρόνοι ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται. τῆς οὖν αὐτῆς δείξεως καθ’ ἕκαστον τούτων δεικνυμένης, μὴ ὄντος δὲ κοινοῦ τινος καθ’ οὗ ἑνὶ λόγῳ πάντα ἀποδειχθείη, οὔ φαμεν3 καθόλου εἶναι τούτων τὴν ἀπόδειξιν. ὥσπερ γάρ, εἰ καὶ ἐπὶ τοῦ ἰσοσκελοῦς ἰδίᾳ δειχθείη τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν καὶ ἐπὶ σκαληνοῦ ἰδίᾳ καὶ ἐπὶ ἰσοπλεύρου, οὐκ ἔστιν ἡ τοιαύτη ἀπόδειξις καθόλου, ἐπεὶ μὴ ἐπί τινος κοινοῦ καὶ ἑνὸς γεγένηται ὡς ἐπὶ τοῦ τριγώνου, ᾧ πρώτῳ τὸ τοιοῦτον σύμπτωμα ὑπάρχει, οὕτως καὶ ἐπὶ τῶν προκειμένων, ἐπειδὴ οὐκ ἔστι τι κοινὸν ᾧ πρώτῳ τὸ σύμπτωμα τοῦτο ὑπῆρξεν, οὗ μετέχοντες ἀριθμοί τε καὶ χρόνοι καὶ μεγέθη καὶ τοῦ συμπτώματος μετέσχον, οὔ φαμεν καθόλου εἶναι τὴν ἐφ’ ἑκάστου τούτων ἰδίᾳ γενομένην ἀπόδειξιν. εἰ δέ τις καὶ ἐπὶ τούτων δοίη τι κοινὸν κατηγορεῖσθαι, οἷον τὸ ποσόν, ἀλλ’ οὖν ἐφ’ ὧν μὴ ἐστι τὸ κοινὸν ὠνομασμένον, ἐπὶ τούτων οὐκ ἔσται καθόλου ἡ ἀπόδειξις. ἴσως δὲ οὐ δυνατὸν ἐπὶ τοῦ ποσοῦ χρήσασθαι κοινῶς τῇ τοιαύτῃ ἀποδείξει, εἴ γε τὸ ποσὸν περιέχει καὶ τὸν τόπον καὶ τὸν λόγον, ἃ μὴ ἔστιν ἐξ ἀφαιρέσεως λαβεῖν, τῆς ἀποδείξεως ἐπὶ τῶν ἐξ ἀφαιρέσεως λαμβανομένων δεικνυμένης. ἄλλως τε δέ, εἰ καὶ παντὶ ποσῷ τοῦτο ὑπῆρχε τὸ σύμπτωμα καὶ ἀληθὲς ἦν τὸ λέγειν ὅτι, ἐὰν τέσσαρά τινα ποσὰ ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται, οὐδ’ οὕτως καὶ πρώτως ἐπὶ τοῦ ποσοῦ ἐγίνετο ἡ δεῖξις· οὐδὲ γὰρ ᾗ ποσὸν ὑπάρχει αὐτῷ τοῦτο τὸ σύμπτωμα· καὶ γὰρ καὶ ἐπὶ ποιῶν ἡ αὐτὴ σώζεται ἀναλογία, ὅτι ἐὰν τέσσαρά τινα ποιὰ ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται. οὕτως οὖν ὁ Πλάτων ἐν Γοργίᾳ λαμβάνει νομοθετικὴν καὶ δικαστικὴν καὶ σοφιστικὴν καὶ ῥητορικήν, καὶ φησίν, ὃν λόγον ἔχει ἡ νομοθετικὴ πρὸς τὴν δικαστικήν, οὕτως ἡ σοφιστικὴ πρὸς τὴν ῥητορικήν, καὶ ἐναλλάξ, ὡς νομοθετικὴ πρὸς σοφιστικήν, οὕτω δικαστικὴ πρὸς ῥητορικήν· ὁμοίως λαμβάνει γυμναστικὴν καὶ ἰατρικὴν καὶ ὀψαρτυτικὴν καὶ μαγειρικήν, ἐφ’ ὧν πάλιν τὴν αὐτὴν δείκνυσιν ἀναλογίαν. ὥστε καὶ ἐπὶ ποιῶν προχωρεῖ ἡ αὐτὴ δεῖξις καὶ οὐκ ἐπὶ ποσῶν μόνων. οὐδὲν δέ ἐστι κοινὸν ποσῷ καὶ ποιῷ, ἐφ’ οὗ ἔστι τὸ κοινὸν τούτοις παρακολουθοῦν ἀποδεῖξαι. ἀλλ’ οὐδὲ ἐπὶ ποσῶν μόνον δυνατὸν καθόλου λαμβάνοντα τὸν λόγον ἀποδεῖξαι ὅτι, ἐὰν τέσσαρά τινα ποσὰ ἀνάλογον ᾖ, καὶ ἐναλλὰξ ἀνάλογον ἔσται· οὐδὲ γὰρ πάντα τὰ ὡς ἔτυχε ποσὰ λαμβανόμενα ἀνάλογον εἶναι δύναται ἀλλὰ μόνον τὰ ὁμοειδῆ· ἔστι γάρ, ὡς εἶπον, καὶ ὁ λόγος καὶ ὁ τόπος ποσά, καὶ οὐκέτι ἐπὶ τούτων ἁρμόσει ἡ ἀπόδειξις. ἀλλ’ οὐδὲ ἐπὶ μεγεθῶν καθόλου, εἰ μὴ καὶ αὐτὰ ὁμοειδῆ εἴη· ἔστωσαν γὰρ τέσσαρα μεγέθη, οἷον γραμμή, ἐπιφάνεια, τόπος, σῶμα· ἐπὶ τούτων οὖν οὔτε τῇ ἀναλογίᾳ οὔτε τῷ ἐναλλὰξ χρήσασθαι δυνατόν. οὐ γὰρ ὡς ἡ γραμμὴ ἔχει πρὸς τὴν ἐπιφάνειαν, οὕτως ὁ τόπος πρὸς τὸ ἐν αὐτῷ σῶμα· οὐ γὰρ εἰ τετράγωνον σῶμα, οὕτως καὶ ὁ τόπος τοῦ σώματος. ἀλλὰ μὴν κἂν τὸ ἀνάλογον ᾖ, οὐκέτι ἔσται καὶ τὸ ἐναλλάξ· οἷον ὡς ἡ περίμετρος τοῦ κύκλου πρὸς τὸν κύκλον, οὕτω καὶ ἡ τοῦ τετραγώνου ἔχει πρὸς τὸ τετράγωνον· ἀλλ’ οὐκέτι καὶ τὸ ἐναλλάξ· οὐ γὰρ δύναταί τινα σχέσιν ἢ λόγον ἡ περίμετρος τοῦ τετραγώνου πρὸς τὴν περίμετρον τοῦ κύκλου ἔχειν, οὐδὲ ὁ κύκλος πρὸς τὸ τετράγωνον· ἀνομοειδῆ γὰρ ταῦτα τὰ μεγέθη.

“或者[依凭某种共同之物],但在不同种的事物上它是无名的。” 第二种造成欺骗的原因是:虽然确实存在某种共同之物,但此物是无名的,并且由于没有共同名称,我们被迫在每个种上分别进行论证。例如欧几里得《几何原本》第七卷中展示了:如果四个数成比例,它们更比之后也将成比例;正如32比16等于8比4,反过来32比8也等于16比4;而这同一件事在第五卷中针对量度也被展示出来:如果四个量度成比例,它们更比之后也将成比例;但在时间上同样可以展示出:如果四个时间成比例,它们更比之后也将成比例。因此,既然同样的证明是在这些事物中的每一者上展示的,而没有某种能以单一说明将一切加以论证的共同之物,我们便不说关于这些事物的论证是普遍的。因为正如即使在等腰三角形上分别展示了具有三个角等于两直角,在不等边三角形和等边三角形上也分别展示了,这样的论证也不是普遍的,因为并非依凭某个共通且单一的事物(如三角形,这种偶性首要属于它)而成立;同样在眼下的情况中,既然不存在某种首要拥有此偶性的共同之物,使得数、时间与量度通过分有此共同之物而分有该偶性,我们便不说在这些事物中的每一者上分别作出的论证是普遍的。即使有人承认在这些事物上也有某种共同之物被述说,例如“量”,但在共同之物未被命名的事物上,论证仍然不是普遍的。或许根本不可能在量上普遍地使用这样的论证,既然量也包含了场所与言论,而这些是无法通过抽象把握的,论证却是在通过抽象把握的事物上被展示的。此外,即使该偶性属于一切量,并且“如果任何四个量成比例,它们更比之后也将成比例”这种说法为真,证明也不会是首要地在量上成立的;因为该偶性并不是就其是量而言属于它;因为在质上同样保持着相同的比例关系,即如果任何四个质成比例,它们更比之后也将成比例。因此柏拉图在《高尔吉亚篇》中取立法术、司法术、智者术和修辞术,并且说,立法术对司法术有什么样的比,智者术对修辞术也是这样;更比之,正如立法术对智者术,司法术对修辞术也是这样;同样他取体操、医术、调味术和烹饪术,在它们之上再次展示了相同的比例。因此,相同的证明在质上同样有效,而不仅仅在量上。但是量和质之间没有任何共同之物,能让我们就其展示共同伴随它们的东西。而且,即使单单在量上,也不可能通过普遍地取其说明来论证“如果任何四个量成比例,它们更比之后也将成比例”;因为并非任意取来的所有量都能成比例,而只有同种的量才可以;因为正如我所说,言论和场所也是量,而论证将不再适用于这些。但在量度上也不是普遍的,除非它们自身也是同种的;例如设四个量度为线、面、场所、物体;因此在这些事物上既不可能使用比例,也不可能使用更比。因为线对面的关系,并不等于场所对其内部物体的关系;因为即使物体是立方的,该物体的场所也并不同样如此。再者,即使存在比例,也不再具有更比关系;例如圆的周长对圆的关系,正如正方形的周长对正方形的关系;但更比之后则不再成立;因为正方形的周长对圆的周长不可能有任何关系或比,圆对正方形也是如此;因为这些量度是不同种的。

语法注3 条
  1. 1.98Ἢ ᾗ μέν, ἀλλ’ ἀνώνυμον ᾖ

    亚里士多德原文(引文)中的省略结构。承接前文(74a4-5)关于欺骗发生条件的表述,是由 ἤ(“或者”)引导的条件从句。在 ᾗ μέν 之后,根据上下文补足了 ᾖ τι κοινόν(“存在某种共同之物”)或类似谓述,并通过 μέν...ἀλλά 与后半句 ἀλλ’ ἀνώνυμον ᾖ(“但它是无名的”)形成对比。

  2. 1.98ἐπὶ διαφόροις εἴδει πράγμασιν

    名词 εἴδει 为表示规格或方面的与格(dative of specification/respect),修饰形容词 διαφόροις,意为“在种上不同”。

  3. 1.98τῆς οὖν αὐτῆς δείξεως καθ’ ἕκαστον τούτων δεικνυμένης, μὴ ὄντος δὲ κοινοῦ τινος καθ’ οὗ ἑνὶ λόγῳ πάντα ἀποδειχθείη, οὔ φαμεν

    τῆς δείξεως δεικνυμένης 和 μὴ ὄντος κοινοῦ τινος 是两个并列的属格绝对结构(表示原因或伴随情况),依附于主句的谓语动词 οὔ φαμεν。在关系从句 καθ’ οὗ 中,动词 ἀποδειχθείη 为潜在(可能性)祈愿语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:73.10-75.3