- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:71.28-73.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确认唯有对首要且普遍属性的论证才是本义上按自身成立的普遍论证之后,斐洛庞奴斯探讨了在普遍性上产生误认的三种原因中的第一种,即论证主体为独一无二的个别事物的情形。
" Ὃ τοίνυν τὸ τυχὸν πρῶτον 〈δείκνυται〉 δύο ὀρθὰς ἔχον1 ἢ ὁτιοῦν ἄλλο, τούτῳ πρώτῳ ὑπάρχει καθόλου, καὶ ἡ ἀπόδειξις καθ’ αὑτὸ τούτου καθόλου ἐστίν." ᾯ, φησί, καὶ πρώτῳ καὶ τῷ τυχόντι ὑπάρχει τὸ κατηγορούμενον, τούτου ἡ ἀπόδειξις καὶ καθ’ αὑτό ἐστι καὶ καθόλου. τῶν δ’ ἄλλων, ὅσοις τῷ τυχόντι μὲν ὑπάρχει τὸ κατηγορούμενον μὴ πρώτως δέ, τούτων κατά τινα, φησί, τρόπον, οὐ κυρίως οὐδὲ καθόλου ἐστὶν ἡ ἀπόδειξις· οἷον εἰ ὁ γεωμέτρης δεικνύει παντὸς ἰσοσκελοῦς τριγώνου τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας εἶναι, τούτου κατά τινα τρόπον, οὐ καθ’ αὑτὸ οὐδὲ καθόλου ἐστὶν ἡ ἀπόδειξις, διότι οὐχ ᾗ ἰσοσκελὲς ὑπάρχει αὐτῷ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν ἀλλ’ ᾗ τρίγωνον. ταύτῃ οὖν οὐκ ἔστι τούτου καθ’ αὑτὸ ἡ ἀπόδειξις. καθὸ μέντοι καὶ ἐπὶ ἰσοσκελοῦς παντὸς ἀληθεύει τὸ κατηγορούμενον, ταύτῃ ἂν κατὰ τὰ δεύτερα μέτρα τῆς ἀποδείξεως λέγοιτο ἂν καὶ ἐπὶ τούτων ἡ ἀπόδειξις. καὶ σκόπει πῶς σαφῶς διὰ τούτων οὐ τὰ εἰς τὴν ἀπόδειξιν χρησιμεύοντα τοιαῦτά φησιν εἶναι ἀλλ’, ὅπερ ἔλεγον, αὐτὰ τὰ ἀποδεικτικά·2 καὶ ἡ ἀπόδειξις γάρ, φησί, καθ’ αὑτὸ τοῦ καθόλου ἐστίν.
“因此,对于那作为任意且首要的实例被展示具有两直角或任何其他属性者,〔所展示的〕普遍地首要属于它,并且关于这者的论证按自身而言是普遍的。” 他说,谓词既首要地又在任意实例上属于的那者,关于这者的论证既是按自身的又是普遍的。而关于其他事物,即谓词虽在任意实例上属于但非首要属于者,他说,关于这些事物的论证只是在某种方式上成立,既不是本义上的,也不是普遍的;例如几何学家证明每一个等腰三角形的三个角都等于两直角,关于这者的论证只是在某种方式上成立,不是按自身的,也不是普遍的,因为具有三个角等于两直角并不是就其是等腰三角形而言属于它,而是就其是三角形而言。因此在这方面,关于这者的论证不是按自身的。然而就该谓词在每个等腰三角形上亦为真而言,在这方面,根据论证的第二级尺度,在这些事物上也可以被称为有论证。请注意,通过这些话他何其明确地表明,并非用于论证的前提是这样的,而是正如我刚才所说,是论证本身如此;因为他说:“关于普遍者的论证也是自身成立的。”
"Τῶν δ’ ἄλλων τρόπον τινά, οὐ καθ’ αὑτό· οὐδὲ τοῦ ἰσοσκελοῦς οὐκ ἔστι καθόλου ἀλλ’ ἐπὶ πλέον.3" Ἐν τῷ εἰπεῖν τρόπον τινὰ ἔδειξεν ὅτι καὶ τῶν καθ’ αὑτὸ μὲν ὑπαρχόντων μὴ πρώτως δὲ ἔστιν ἀπόδειξις, ἀλλ’ οὐ τοιαύτη· κυριωτάτη γὰρ καὶ πρώτως τῶν τοιούτων ἐστὶν ἀπόδειξις, δευτέρως δὲ καὶ τῶν λοιπῶν.
“而关于其他事物是在某种方式上,并非按自身成立;关于等腰三角形的论证也不是普遍的,而是关于更为宽广者。” 在说“在某种方式上”时,他表明:即使对于自身成立但非首要属于的事物,也存在论证,但并非那样的论证;因为最本义且首要的论证是关于前述事物的,而关于其余事物则是第二位的。
"Δεῖ δὲ μὴ λανθάνειν ὅτι πολλάκις συμβαίνει διαμαρτάνειν καὶ μὴ ὑπάρχειν τὸ δεικνύμενον πρῶτον καθόλου, ᾗ δοκεῖ δείκνυσθαι πρῶτον καθόλου." Διδάξας περὶ τοῦ καθόλου νῦν βούλεται παραδοῦναι τὰς αἰτίας τῆς ἀπάτης, καθ’ ἃς πολλάκις μὴ ἀποδεικνύντες τι καθόλου κατὰ τὰ ἐνταῦθα παραδεδομένα ὅμως δοκοῦμεν καθόλου ἀποδεικνύναι. τρεῖς δέ φησιν αἰτίας εἶναι τῆς τοιαύτης ἀπάτης. μίαν μέν, ὡς ὅταν μοναδικόν τι ᾖ καὶ καθ’ ἕκαστα ἐφ’ οὗ ποιούμεθα τὰς ἀποδείξεις, οἷον ὅτι ἡ γῆ ἐν μέσῳ τοῦ παντὸς κεῖται, ἢ ὅτι ὁ κόσμος σφαιρικός, ἢ τὰ τῷ ἡλίῳ ἴδια συμβαίνοντα συμπτώματα· ἐπὶ τούτων γὰρ δοκοῦμεν καθόλου ποιεῖσθαι τὰς ἀποδείξεις, διότι καθ’ αὑτὸ ὑπάρχει τὰ δεικνύμενα καὶ οὐδενὶ ἄλλῳ παρ’ ἐκεῖνα. οὐκ ἔστι μέντοι τοῦτο καθόλου· καὶ γὰρ εἰ πλείονες ἦσαν κόσμοι ἢ πλείονες ἥλιοι ἢ γαῖ πλείους, ταὐτὰ ἂν καὶ ἐπ’ ἐκείνων ἥρμοσε.4 καὶ γὰρ ὥσπερ εἰ τὸ σκαληνὸν ἦν μόνον τρίγωνον, εἶτα ἐπὶ τούτου ἐδείκνυμεν ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, οὐκ ἂν καθόλου ἦν ἡ τοιαύτη ἀπόδειξις, διότι οὐχ ᾗ σκαληνὸν ἐδείκνυτο αὐτῷ τὸ τοιοῦτον ὑπάρχον ἀλλ’ ᾗ τρίγωνον, οὕτω καὶ τὰ δεικνύμενα ἐπὶ τῶν μοναδικῶς ὑφεστηκότων οὐκ ἂν εἶεν καθόλου, διότι οὐκ ἐπειδὴ μία γῆ οὐδὲ ἐπειδὴ εἷς ἥλιος, ταῦτα αὐτοῖς συμβέβηκεν, ἀλλ’ ἐπεὶ ἁπλῶς ἥλιος καὶ ἐπεὶ ἁπλῶς γῆ. ὥστε εἰ καὶ πλείους ἦσαν, ταὐτὰ ἂν καὶ ἐπ’ ἐκείνων ἥρμοσεν· οὐκ ἄρα καθόλου δείκνυται τὰ ἐπ’ ἐκείνων δεικνύμενα.
“但不可忽略的是,经常发生错误,即就其看似被首要且普遍地展示而言,所展示的并非首要且普遍地属于。” 在讲授了普遍之后,他现在想要传授造成欺骗的原因;依照这些原因,我们往往并未按照此处传授的标准普遍地证明某物,却自以为进行了普遍的证明。他说这种欺骗的原因有三种。其一是:当我们进行论证所依凭的对象是某种独一无二的个别事物时,例如大地位于宇宙中心,或者宇宙是球形的,或者太阳所特有的那些偶性;因为在这些情况下,我们自以为进行了普遍的论证,这是由于所展示的性质按自身成立地属于它们,并且除它们之外不属于任何别物。然而,这并不是普遍的;因为即使有多个宇宙、多个太阳或多个大地,同样的事情也会适合于它们。正如假设不等边三角形是唯一的三角形,然后我们针对它证明了它具有三个角等于两直角,这样的论证决不是普遍的(因为展示出这一属性属于它,并非就其是不等边三角形而言,而是就其是三角形而言);同样,在那些独一无二地存在的事物上所展示的东西,也不会是普遍的,因为并非由于是一个大地,也不是由于是一个太阳,这些事情才附随于它们,而是由于单单是太阳、单单是大地的缘故。所以即使有多个,同样的事情也会适合于它们;因此,在那些事物上所展示的,并不是普遍地被展示的。
- 1.95Ὃ τοίνυν τὸ τυχὸν πρῶτον 〈δείκνυται〉 δύο ὀρθὰς ἔχον
由关系代名词 ὅ 引导的整个分句作为主句指示代词 τούτῳ 的先行成分。补入的 δείκνυται 为被动态,πρῶτον 与 τὸ τυχόν 作状语性宾格(或表语修饰),意为“首要地且在任意实例上”。
- 1.95οὐ τὰ εἰς τὴν ἀπόδειξιν χρησιμεύοντα τοιαῦτά φησιν εἶναι ἀλλ’, ὅπερ ἔλεγον, αὐτὰ τὰ ἀποδεικτικά
在对比结构 οὐ A ἀλλὰ B 中,A(τὰ εἰς τὴν ἀπόδειξιν χρησιμεύοντα,“用于论证的前提”)与 B(αὐτὰ τὰ ἀποδεικτικά,“论证本身/论证性事物本身”)均作为由 φησίν 支配的宾格不定式结构的主语,共用谓语 τοιαῦτα εἶναι。
- 1.96οὐδὲ τοῦ ἰσοσκελοῦς οὐκ ἔστι καθόλου ἀλλ’ ἐπὶ πλέον
在 οὐδέ 之后的 οὐκ ἔστι 是希腊语中标准的否定叠用(强化否定),并不构成双重否定表肯定,而是加深否定意。意为:“对于等腰三角形而言也非普遍的(而是关涉外延更广的事物)”。
- 1.97εἰ πλείονες ἦσαν κόσμοι ... ταὐτὰ ἂν καὶ ἐπ’ ἐκείνων ἥρμοσε
由过去直陈式(ἦσαν 与不定过去直陈式 ἥρμοσε)结合归结句中的 ἄν 构成的经典与事实相反的虚拟条件句(反事实假设),意为:“如果有多个宇宙……同样的事情也会适用于它们”。
