- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:70.30-71.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将“自身成立”与“就其自身而言”视为同一,菲洛波庞对比介绍了区分二者外延的泰奥弗拉斯托斯学派见解,并进而解释了普遍的第三个规定,即属于任意且首要的实例。
" Καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό." Ταῦτα ἐκ παραλλήλου ταὐτὸν σημαίνοντα παρέλαβεν,1 ὡς ἐφεξῆς αὐτὸς εἶπε· τὸ καθ’ αὑτὸ γάρ, φησί, καὶ ᾗ αὐτὸ ταὐτόν. πρῶτον δὲ εἰπὼν δεῖν τὸ καθόλου καθ’ αὑτό τε εἶναι καὶ κατὰ παντὸς ἐφεξῆς καὶ τὴν τρίτην διαφορὰν ἐπάξει, λέγω δὴ τὸ καὶ πρώτως δεῖν τοῖς κατηγορουμένοις ὑπάρχειν.2 ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ἐν τούτοις τὸ αὐτό φησιν εἶναι τὸ καθ’ αὑτὸ καὶ τὸ ᾗ αὐτό, οἱ δὲ περὶ τὸν Θεόφραστον διαφέρειν ταῦτα λέγουσι· καθολικώτερον γὰρ εἶναι τὸ καθ’ αὑτὸ τοῦ ᾗ αὐτό· εἴ τι μὲν γὰρ ᾗ αὐτό, τοῦτο καὶ καθ’ αὑτό· οὐκ εἴ τι δὲ καθ’ αὑτό, πάντως καὶ ᾗ αὐτό. τῷ γὰρ τριγώνῳ, ᾗ τρίγωνόν ἐστιν, ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν, ἀλλὰ καὶ καθ’ αὑτό· τῷ δὲ ἰσοσκελεῖ καθ’ αὐτὸ μὲν ὑπάρχει, οὐκέτι δὲ ᾗ αὐτό· οὐ γὰρ ᾗ ἰσοσκελὲς ὑπάρχει αὐτῷ τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν (εἰ γὰρ τοῦτο, οὐκ ἄν τῷ ἰσοπλεύρῳ ἢ σκαληνῷ ὑπῆρχεν, ἐπεὶ μὴ ἰσοσκελῆ) ἀλλ’ ᾗ ἁπλῶς τρίγωνόν ἐστι. ταῦτα μὲν οἱ περὶ Θεόφραστον. ὁ μέντοι Ἀριστοτέλης εὑρὼν ἐπί τινων ταῦτα συντρέχοντα ταὐτὸν εἶναι ἔφη ἄμφω· τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καθ’ αὑτό τε ὑπάρχει τῷ ἀνθρώπῳ καὶ ᾗ αὐτό· οὐ γὰρ ᾗ ζῷόν ἐστι, νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστιν, οὐδὲ ᾗ δίπουν ἢ ἔμψυχον, ἀλλ’ ᾗ ἄνθρωπος· δοκεῖ γὰρ τοῦτο μόνον τῶν ζῴων νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶναι· καὶ τῷ περιττῷ ἀριθμῷ τὸ μὴ εἰς ἴσα διαιρεῖσθαι δύνασθαι καθ’ αὑτὸ καὶ ᾗ αὐτὸ ὑπάρχει.
“既自身成立,又就其自身而言。” 他将这些并列采纳为指称同一事物,正如他自己紧接着所说:“因为自身成立,”他说,“与就其自身而言是同一的。”在首先说明普遍既须自身成立又须属于一切之后,他紧接着还将引入第三种差等,我指的是它必须首要地属于被谓述者。但应当知道,亚里士多德在这些地方固然说“自身成立”与“就其自身而言”是同一的,然而泰奥弗拉斯托斯学派却说二者有所不同;因为“自身成立”比“就其自身而言”更为普遍;因为如果某物就其自身而言[属于],它也就自身成立地[属于];但并不是说,如果某物自身成立地[属于],它就必定也按其自身而言[属于]。因为对于三角形而言,就其是三角形而言,具有三个角等于两直角属于它,但也自身成立地属于;而对于等腰三角形,这虽然自身成立地属于,却不再是就其自身而言;因为并非就其是等腰三角形而言,具有三个角等于两直角才属于它(因为若如此,由于不是等腰三角形,这就不属于等边三角形或不等边三角形了),而是就其单单是三角形而言属于。泰奥弗拉斯托斯学派如此主张。然而亚里士多德由于发现这二者在某些情况下相吻合,便说二者是同一的;因为能够接纳理智和科学知识,既自身成立地属于人,又就其自身而言属于人;因为并不是就其是动物而言它能接纳理智和科学知识,也不是就其是两足或有灵魂而言,而是就其是人而言;因为在动物之中似乎唯有人能接纳理智和科学知识;而不能被等分,对奇数而言也是既自身成立又就其自身而言属于的。
"Τὸ καθόλου δὲ ὑπάρχει τότε, ὅταν ἐπὶ τοῦ τυχόντος καὶ πρώτου δεικνύηται." Οὗτος οὖν ὁ τρίτος προσδιορισμὸς τοῦ καθόλου. τὸ δὲ ἐπὶ τοῦ τυχόντος τοῦτ’ ἔστιν, ὅταν τῷ τυχόντι τῶν ὑπὸ τὸ κατηγορούμενον ὑπάρχῃ αὐτὸ τὸ κατηγορούμενον,3 οἷον τῷ τυχόντι τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ μὴ μόνον τῷ τυχόντι ἀλλὰ καὶ πρώτῳ· οὐ γὰρ πρώτως τῷ σκαληνῷ ἀλλὰ τῷ τριγώνῳ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν.
“而普遍则在此时属于:当它在任意且首要的实例上被展示之时。” 因此这就是普遍的第三种界定。所谓“在任意实例上”,意思就是:当谓词本身属于该谓词之下的任意事物时,例如具有三个角等于两直角属于任意三角形;且不仅属于任意事物,还属于首要事物;因为具有三个角等于两直角,首要地不是属于不等边三角形,而是属于三角形。
- 1.93ἐκ παραλλήλου ταὐτὸν σημαίνοντα παρέλαβεν
前置词短语 ἐκ παραλλήλου 作副词性修饰语修饰动词 παρέλαβεν,意为“并列地”或“同等地”;分词 ταὐτὸν σημαίνοντα 作谓语性修饰(表示方式或理由),解为“作为指称同一事物”。
- 1.93τοῖς κατηγορουμένοις ὑπάρχειν
τοῖς κατηγορουμένοις 为中性复数与格的被动态分词,指承受谓述的底层主体(被谓述项),而非述词属性本身。它充当 ὑπάρχειν 的与格补足语,而 ὑπάρχειν 则受冠词不定词 τὸ ... δεῖν 支配。
- 1.94τῷ τυχόντι τῶν ὑπὸ τὸ κατηγορούμενον ὑπάρχῃ αὐτὸ τὸ κατηγορούμενον
τῶν ὑπὸ τὸ κατηγορούμενον 作部分属格修饰 τῷ τυχόντι,意为“归入该谓词之下的任意事物”。该从句的主语是 αὐτὸ τὸ κατηγορούμενον(谓词本身),通过动词 ὑπάρχῃ 与与格 τῷ τυχόντι 构成支配关系。
