- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:69.16-70.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德关于普遍的定义(73b26),区分了普遍的三种含义,阐明唯有首要地属于的主体才能换位并构成严格证明的对象,并考察了特米斯蒂乌斯对属和种差这一难题的解决,同时批判了另一种解释。
" Καθόλου δὲ λέγω ὃ ἂν κατὰ παντός τε ὑπάρχῃ καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό." Ἀπαριθμησάμενος τὰ τοῦ καθ’ αὑτὸ σημαινόμενα καὶ ἀφορισάμενος τὰ χρήσιμα πάσης τῆς ἀποδεικτικῆς μεθόδου μέτεισιν εἰς τὴν περὶ τοῦ καθόλου διδασκαλίαν. τρία δὲ οἶδε τοῦ καθόλου τὰ σημαινόμενα ὁ Ἀριστοτέλης. ἓν μὲν τὸ ἁπλῶς παντὶ ὑποκειμένῳ ὑπάρχειν τὸ κατηγορούμενον, κἂν μὴ καθ’ αὑτὸ ὑπάρχῃ, ὡς φαμὲν παντὶ Αἰθίοπι τὸ μέλαν ἢ παντὶ ἀνθρώπῳ τὸ βαδίζειν. δεύτερον δὲ ὃ καθόλου τέ ἐστι καὶ καθ’ αὑτό, ὡς φαμὲν πάσῃ δεκάδι τὸ ἄρτιον. τρίτον δὲ ὃ καθ’ αὑτό τέ ἐστι καὶ κατὰ παντὸς καὶ πρώτως,1 ὅπερ νῦν καὶ παραδίδωσι καὶ εἰς τὰς ἀποδεικτικὰς παραλαμβάνει μεθόδους, οἷον τὸ παντὸς τριγώνου τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι. τὸ γὰρ ὑπάρχειν μὲν τῷ σκαληνῷ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας καὶ παντὶ καὶ καθ’ αὑτό, ἀλλ’ οὐ πρώτως· οὐ γὰρ ᾗ σκαληνὸν τὰς τρεῖς ἔχει γωνίας δυσὶν ὀρθαῖς ἴσας, οὐδὲ ᾗ ἰσοσκελές· κἂν γὰρ μὴ εἴη σκαληνόν, οὐδὲν κωλύει τρίγωνον ἕτερον εἶναι ἔχον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. πρώτως οὖν τῷ τριγώνῳ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, διότι καὶ παντὶ τριγώνῳ καὶ καθ’ αὑτὸ παντὶ καὶ πρώτως· οὐδενὶ γὰρ ἄλλῳ πρὸ τοῦ τριγώνου ὑπάρχει· εἰ γὰρ ὑπάρχει σχήματί τινι τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ἀλλ’ οὐ παντὶ σχήματι, οὐδὲ ᾗ σχῆμα ἀλλ’ ᾗ τρίγωνον. καὶ τοῦτό φησι τὸ καθόλου εἰς τὴν ἀπόδειξιν δεῖν παραλαμβάνεσθαι. εἰ δὲ τοῦτο, συμβήσεται μηδὲν εἶναι ἀποδεικτικὸν ὃ μὴ ἀντιστρέφει πρὸς τὸ κατηγορούμενον καὶ, ἵνα συντόμως εἴπω, μόνους εἶναι τοὺς ὁρισμοὺς καὶ τὰ ἴδια ἀποδεικτικοὺς διὰ τὸ ἀντιστρέφειν πρὸς τὰ ὁριστά, τὸ μέντοι ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι μὴ εἶναι ἀποδεικτικόν, διότι μὴ πρώτως τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ὑπάρχει. καὶ φησὶ πρὸς τοῦτο ὁ Θεμίστιος ὅτι καὶ τὰ γένη καὶ αἱ διαφοραὶ τῶν ἀποδεικτικῶν, εἰ καὶ μὴ ἐξισάζουσι πρὸς τὰ ὑποκείμενα, ἀλλ’ οὖν, ἐπειδὴ καθ’ αὑτό τε καὶ παντὶ τῷ ὑποκειμένῳ ὑπάρχουσι.2 καὶ δῆλον ὅτι ὁ Ἀριστοτέλης τὴν κυριωτάτην καὶ μάλιστα ἀπόδειξιν καὶ τῷ πρώτῳ πρέπουσαν φιλοσόφῳ διασκοπούμενος ταύτην φησὶν εἶναι τὴν καθολικώτατα ἀποδεικνύουσαν. δῆλον οὖν ὅτι δεύτερα ἂν εἴη μέτρα ἀποδείξεως τὰ ἐπὶ τῶν γενῶν καὶ τῶν διαφορῶν παραλαμβανόμενα, πρῶτα δὲ καὶ μάλιστα ἅπερ αὐτὸς παρέδωκε. τινὲς δὲ πρὸς τούτῳ κἀκεῖνο ἔφασαν, ὡς ταῦτά φησιν ὁ Ἀριστοτέλης, οὐχ ὅτι πάντα τὰ ἀποδεικτικὰ ὀφείλει ἀντιστρέφειν, ἀλλὰ ταῦτα τὰ συμβαλλόμενά εἰσιν εἰς τὴν ἀπόδειξιν. οἷον ἐν τῇ ἀποδείξει τοῦ τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν παραληπτέον ὅτι, ἐὰν εἰς δύο εὐθείας παραλλήλους εὐθεῖα ἐμπέσῃ, αἱ ἐναλλὰξ τρεῖς γωνίαι ἴσαι ἀλλήλαις εἰσί· καὶ ἔστι τοῦτο ἀντιστρέφον· ἐν ᾧ γὰρ αἱ ἐναλλὰξ τρεῖς γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἐκεῖ εἰς δύο παραλλήλους εὐθείας εὐθεῖα ἐμπέπτωκε. τοῦτο δέ ἐστι ψεῦδος· οὐ γὰρ τοῦτό φησιν ὁ Ἀριστοτέλης, ἀλλὰ περὶ αὐτῶν τῶν ἀποδεικτικῶν τὸν λόγον ποιεῖται, ὡς ἐν τῇ λέξει ἐπισημειωσόμεθα. ἄλλως τε οὐδὲ πάντα τὰ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενα ἀντιστρέφει· εἰς γὰρ τὸ δεῖξαι, ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι εἰσί, παραλαμβάνεται τὸ προσεκβαλλομένης μιᾶς πλευρᾶς τοῦ τριγώνου τὴν ἐκτὸς ταῖς ἐντὸς καὶ ἀπεναντίας ἴσην εἶναι, καὶ οὐκ ἀντιστρέφει· οὐ γάρ, εἴ τι τὴν ἐκτὸς ταῖς ἐντὸς καὶ ἀπεναντίας ἴσην ἔχοι, τοῦτο τρίγωνόν ἐστι μίαν πλευρὰν ἔχον προσεκβεβλημένην· καὶ γὰρ ἐπὶ τετραγώνου τοῦτο συμβαίνει προσεκβληθείσης μιᾶς πλευρᾶς.
“而我所谓普遍的,乃是指既属于一切,又自身成立,且就其自身而言属于的事物。” 在列举了“自身”的诸种含义并界定了对整个证明方法有用的部分之后,[亚里士多德]过渡到关于普遍的学说。亚里士多德知道普遍的三种含义。其一是谓词单纯属于每个底层主体,即使并非自身属于,正如我们说黑色属于每个埃塞俄比亚人,或者行走属于每个人。其二是既普遍又自身属于的,正如我们说偶属于每个十。其三是既自身成立、又属于一切、且首要地属于的,这正是他现在所传授并采纳于证明方法中的,例如每个三角形的三个角等于两直角。因为三个角等于两直角属于不等边三角形,固然既属于一切又自身成立,但并非首要地属于;因为并不是就其是不等边三角形而言它具有三个角等于两直角,也不是就其是等腰三角形而言;因为即使它不是不等边三角形,也完全不妨碍存在另一个具有三个角等于两直角的三角形。因此,具有三个角等于两直角首要地属于三角形,因为它既属于每个三角形,又自身成立地属于一切,且首要地属于;因为在三角形之前它不属于任何其他事物;因为即使具有三个角等于两直角属于某种图形,但它并不属于每个图形,也不是就其是图形而言属于,而是就其是三角形而言属于。他说,正是这种普遍应当被采纳于证明之中。但如果是这样,结果将是:凡不与谓词换位的事物都不是证明性的,简而言之,由于与被定义项换位,唯有定义和固有属性是证明性的,而“人是动物”却不是证明性的,因为谓词并非首要地属于底层主体。对此,特米斯蒂乌斯说,属和种差即使不与底层主体等值,但由于它们既自身属于又属于底层主体的全体,因而也[属于]证明性的事物。显然,亚里士多德在考察最根本、最适宜于第一哲学家的至高证明时,指出这乃是最普遍地证明的证明。因此显然,在属和种差上采纳的尺度将是第二等的证明尺度,而他自己传授的则是第一位且最主要的尺度。此外有些人还声称:亚里士多德这样说,并不是因为一切证明性的项都必须换位,而是因为这些是辅助证明的前提。例如,在证明三角形具有三个角等于两直角时,必须采纳“若一条直线与两条平行直线相交,则交错的三个角彼此相等”;而这是可换位的;因为在交错的三个角彼此相等之处,就有一条直线与两条平行直线相交。但这是虚妄的;因为亚里士多德并不是这么说的,而是就证明性的属性本身展开论述,正如我们将在文句中指出的那样。此外,采纳于证明中的事物也绝非全都能换位;因为为了表明三角形的三个角等于两直角,需要采纳“在延长三角形的一边时,外角等于内对角”,而这并不能换位;因为并不是说,如果有某种事物其外角等于内对角,它就是有一边被延长的三角形;因为在四边形上,当一边被延长时这种情况同样会发生。
- 1.92τὸ γὰρ ὑπάρχειν μὲν τῷ σκαληνῷ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας καὶ παντὶ καὶ καθ’ αὑτό, ἀλλ’ οὐ πρώτως
此处省略了系动词(如 ἐστίν)。带冠词的不定式短语 τὸ ... ὑπάρχειν 作为主语或主要事实的陈述,表明内角和等于两直角属于不等边三角形固然既属于一切又自身成立,但并非首要地属于。
- 1.92ὅτι καὶ τὰ γένη καὶ αἱ διαφοραὶ τῶν ἀποδεικτικῶν, εἰ καὶ μὴ ἐξισάζουσι πρὸς τὰ ὑποκείμενα, ἀλλ’ οὖν, ἐπειδὴ καθ’ αὑτό τε καὶ παντὶ τῷ ὑποκειμένῳ ὑπάρχουσι
引述特米斯蒂乌斯观点的从句,ὅτι 从句中的谓语动词(如 εἰσίν)被省略。τῶν ἀποδεικτικῶν 为部分属格,意为“[属于]证明性事物[之一]”。在 ἀλλ' οὖν 之后同样隐含了“它们是证明性的”,由 ἐπειδή 从句提供其成立理由。
